Προς Κορινθίους Α΄ (ιστ΄ 13-24)

Ἀδελφοί, γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.
Εἴ τις οὐ φιλεῖ τὸν Κύριον ᾿Ιησοῦν Χριστόν, ἤτω ἀνάθεμα. Μαρὰν ἀθᾶ.
Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν.
Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ᾿Ιησοῦ· Ἀμήν.

Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, ἀγρυπνεῖτε, στέκεσθε σταθεροὶ εἰς τὴν πίστιν, νὰ εἶσθε θαρραλέοι καὶ δυνατοί. Ὅ,τι κάνετε, νὰ γίνεται μὲ ἀγάπην.
Τώρα σᾶς παρακαλῶ, ἀδελφοί: ξέρετε ὅτι ἡ οἰκογένεια τοῦ Στεφανᾶ ἦσαν οἱ πρῶτοι χριστιανοὶ τῆς Ἀχαΐας καὶ ἔταξαν τοὺς ἑαυτούς των εἰς τὴν ὑπηρεσίαν τῶν ἁγίων. Νὰ ὑποτάσσεσθε καὶ σεῖς εἰς τοὺς τοιούτους καὶ εἰς τὸν καθένα ποὺ συνεργάζεται καὶ κοπιάζει. Χαίρω διὰ τὸν ἐρχομὸν τοῦ Στεφανᾶ, τοῦ Φουρτουνάτου καὶ τοῦ Ἀχαϊκοῦ, διότι αὐτοὶ ἀνεπλήρωσαν τὴν ἀπουσίαν σας· καθησύχασαν τὸ δικό μου πνεῦμα καὶ τὸ δικό σας. Ν’ ἀναγνωρίζετε τοὺς τοιούτους.
Σᾶς χαιρετοῦν αἱ ἐκκλησίαι τῆς Ἀσίας. Σᾶς στέλνουν πολλοὺς χαιρετισμοὺς ἐν Κυρίῳ ὁ Ἀκύλλας καὶ ἡ Πρίσκιλλα μαζὶ μὲ τὴν ἐκκλησία τοῦ σπιτιοῦ των. Σᾶς χαιρετοῦν ὅλοι οἱ ἀδελφοί. Χαιρετῆστε ἀλλήλους μὲ ἅγιον φίλημα. Ὁ χαιρετισμὸς γράφεται μὲ τὸ χέρι ἐμοῦ τοῦ Παύλου.
Ὅποιος δὲν ἀγαπᾶ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἂς εἶναι ἀνάθεμα. Μαρὰν ἀθά. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ νὰ εἶναι μαζί σας.
Ἡ ἀγάπη μου εἶναι μαζί μὲ ὅλους σας ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν.