Ευαγγελικά Αναγνώσματα

ΕΚ ΤΟΥ ΚΑΤΑ ΛΟΥΚΑΝ

Κατά Λουκάν (ε΄ 1-11)

Τῷ καιρῷ ἐκείνῳ, ἑστὼς ὁ Ἰησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ, εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους.

Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ρήματί σου χαλάσω τὸ δίκτυον. Καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. Καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά.

Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· ἔξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.

Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.

 

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό ἐκείνο, καθώς στεκόταν ὁ Ἰησοῦς κοντὰ εἰς τὴν λίμνην τῆς Γεννησαρέτ, εἶδε δύο πλοιάρια κοντὰ εἰς τὴν λίμνην, ἀλλ’ οἱ ψαράδες εἶχαν βγῆ καὶ ἔπλεναν τὰ δίχτυα. Ἐμπῆκε εἰς ἕνα ἀπὸ τὰ πλοιάρια τὸ ὁποῖον ἀνῆκε εἰς τὸν Σίμωνα καὶ τὸν παρεκάλεσε νὰ ἀπομακρυνθῇ λίγο ἀπὸ τὴν ξηράν. Τότε ἐκάθησε καὶ ἐδίδασκε τὰ πλήθη ἀπὸ τὸ πλοιάριον.

Μόλις ἔπαυσε νὰ μιλῇ, εἶπε εἰς τὸν Σίμωνα, «Πήγαινε εἰς τὰ βαθειὰ καὶ ρίξτε τὰ δίχτυα σας για ψάρεμα». Καὶ ὁ Σίμων ἀπεκρίθη, «Διδάσκαλε, ὅλην τὴν νύχτα ἐκοπιάσαμε χωρὶς νὰ πιάσωμε τίποτε. Ἀλλ’ ἐπειδὴ σὺ τὸ λές, θὰ ρίξω τὸ δίχτυ». Ὅταν τὸ ἔκαναν, ἔπιασαν πολλὰ ψάρια, καὶ τὸ δίχτυ τους ἄρχισε νὰ σχίζεται. Καὶ ἔκαναν νεύματα εἰς τοὺς συντρόφους των ποὺ ἦσαν εἰς τὸ ἄλλο πλοιάριον, νὰ ἔλθουν νὰ τοὺς βοηθήσουν· καὶ ἦλθαν καὶ ἐγέμισαν καὶ τὰ δύο πλοιάρια, ὥστε νὰ κινδυνεύουν νὰ βυθισθοῦν. Ὅταν ὁ Σίμων Πέτρος εἶδε τί ἔγινε, ἔπεσε εἰς τὰ γόνατα τοῦ Ἰησοῦ καὶ εἶπε, «Φύγε ἀπ’ ἐδῶ, Κύριε, διότι εἶμαι ἄνθρωπος ἁμαρτωλός». Αὐτὸ τὸ εἶπε διότι ἐξεπλάγη καὶ αὐτὸς καὶ ὅλοι ὅσοι ἦσαν μαζί του μὲ τὰ ψάρια ποὺ ἔπιασαν, ἐπίσης καὶ ὁ Ἰάκωβος καὶ ὁ Ἰωάννης, οἱ υἱοὶ τοῦ Ζεβεδαίου, οἱ ὁποῖοι ἦσαν συνεταῖροι τοῦ Σίμωνος. Καὶ εἶπεν ὁ Ἰησοῦς εἰς τὸν Σίμωνα, «Μὴ φοβᾶσαι· ἀπὸ τώρα καὶ εἰς τὸ ἑξῆς θὰ πιάνῃς ἀνθρώπους».

Καὶ ὅταν ἔφεραν τὰ πλοιάρια εἰς τὴν ξηράν, τὰ ἄφησαν ὅλα καὶ τὸν ἀκολούθησαν.

Κατά Λουκάν (ζ΄ 11-16)

Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ Ἰησοῦς εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς.

Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε· καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. Καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.

Ἔλαβε δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.

 

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό ἐκείνο, ἐπῆγε ὁ Ἰησοῦς εἰς μίαν πόλιν ποὺ ὠνομάζετο Ναΐν καὶ μαζί του ἐπήγαιναν καὶ οἱ μαθηταί του καὶ πολὺς κόσμος.

Μόλις ἐπλησίασε εἰς τὴν πύλην τῆς πόλεως, μετεφέρετο ἔξω ἕνας νεκρὸς ποὺ ἦτο τὸ μόνο παιδὶ τῆς μητέρας του ἡ ὁποία ἦτο χήρα. Καὶ πολλοὶ ἀπὸ τὴν πόλιν ἦσαν μαζί της. Μόλις ὁ Κύριος τὴν εἶδε, τὴν σπλαγχνίσθηκε καὶ τῆς εἶπε, «Μὴν κλαῖς».

Ἐπροχώρησε καὶ ἔπιασε τὸ φέρετρον, ἐκεῖνοι δὲ ποὺ τὸ ἐβάσταζαν ἐστάθηκαν. Αὐτὸς εἶπε, «Νεανίσκε, σοῦ λέγω, σήκω». Καὶ ἀνεκάθησε ὁ νεκρὸς καὶ ἄρχισε νὰ μιλῇ καὶ ὁ Ἰησοῦς τὸν παρέδωκε εἰς τὴν μητέρα του.

Ὅλους δε τοὺς κατέλαβε φόβος καὶ ἐδόξαζαν τὸν Θεὸν καὶ ἔλεγαν, «Προφήτης μεγάλος ἐμφανίσθηκε μεταξύ μας» καὶ «Ὁ Θεὸς ἐπισκέφθηκε τὸν λαόν του».

Κατά Λουκάν (η΄ 16-21)

Εἶπεν ὁ Κύριος· οὐδεὶς λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. Οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. Βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἐὰν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ.

Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. Καὶ ἀπηγγέλη αὐτῷ λεγόντων· ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες.

Ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.

 

Ἀπόδοση στη νεοελληνική:

Εἶπεν ὁ Κύριος: «Κανεὶς δὲν ἀνάβει λυχνάρι καὶ τὸ σκεπάζει μὲ ἕνα σκεῦος ἢ τὸ βάζει κάτω ἀπὸ τὸ κρεββάτι, ἀλλὰ τὸ βάζει ἐπάνω εἰς τὸν λυχνοστάτην, διὰ νὰ βλέπουν τὸ φῶς ὅσοι μπαίνουν. Διότι δὲν ὑπάρχει τίποτα κρυφὸ ποὺ νὰ μὴ μαθητευθῇ, οὔτε μυστικὸ ποὺ νὰ μὴ γίνῃ γνωστὸν καὶ ἔλθῃ εἰς τὸ φῶς. Προσέχετε λοιπὸν πῶς ἀκοῦτε· διότι εἰς ἐκεῖνον ποὺ ἔχει, θὰ δοθῇ καὶ ἄλλο· ἀπὸ ἐκεῖνον δὲ ποὺ δὲν ἔχει, θὰ ἀφαιρεθῇ καὶ ἐκεῖνο ποὺ νομίζει ὅτι ἔχει».

Ἦλθαν πρὸς αὐτὸν ἡ μητέρα του καὶ οἱ ἀδελφοί του ἀλλὰ δὲν μποροῦσαν νὰ τὸν πλησιάσουν ἐξ αἰτίας τοῦ κόσμου. Καὶ τοῦ εἶπαν, «Ἡ μητέρα σου καὶ οἱ ἀδελφοί σου στέκονται ἔξω καὶ θέλουν νὰ σὲ ἰδοῦν».

Αὐτὸς δὲ τοὺς ἀπεκρίθη, «Μητέρα μου καὶ ἀδελφοί μου εἶναι αὐτοὶ ποὺ ἀκούουν τὸν λόγον τοῦ Θεοῦ καὶ τὸν ἐκτελοῦν».

Κατά Λουκάν (ι΄ 38-42, ια΄ 27-28)

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ.

Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.

Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς.

Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας.

Αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

 

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, ἐμπῆκε ὁ Ἰησοῦς εἰς ἕνα χωριό. Μία γυναῖκα, ποὺ ὠνομάζετο Μάρθα, τὸν ὑποδέχθηκε εἰς τὸ σπίτι της. Αὐτὴ εἶχε ἀδελφὴν ποὺ ὠνομάζετο Μαρία, ἡ ὁποία ἐκαθότανε κοντὰ εἰς τὰ πόδια τοῦ Ἰησοῦ καὶ ἄκουε ὅσα ἔλεγε.

Ἀλλ’ ἡ Μάρθα ἦτο ἀπησχολημένη μὲ πολλὴν ὑπηρεσίαν καὶ ἐπλησίασε καὶ εἶπε, «Κύριε, δὲν σὲ μέλει ποὺ ἡ ἀδελφή μου μὲ ἄφησε μόνη μου νὰ ὑπηρετῶ; Πές της λοιπὸν νὰ μὲ βοηθήσῃ».

Ὁ Ἰησοῦς τῆς ἀπεκρίθη, «Μάρθα, Μάρθα, μεριμνᾶς καὶ ἀνησυχεῖς διὰ πολλὰ πράγματα, ἀλλ’ ἕνα πρᾶγμα εἶναι ἀναγκαῖον. Ἡ Μαρία ἐδιάλεξε τὴν καλὴν μερίδα, ἡ ὁποία δὲν θὰ τῆς ἀφαιρεθῇ».

Ἐνῷ ἔλεγε αὐτά, κάποια γυναῖκα ἀπὸ τὸν κόσμον ἐφώναξε καὶ τοῦ εἶπε, «Μακαρία ἡ κοιλιὰ ποὺ σ’ ἐβάσταξε καὶ οἱ μαστοὶ ποὺ ἐθήλασες».

Αὐτὸς δὲ εἶπε, «Μακάριοι μᾶλλον εἶναι ἐκεῖνοι ποὺ ἀκούουν τὸν λόγον τοῦ Θεοῦ καὶ τὸν φυλάττουν».

Κατά Λουκάν (ιβ΄ 16-21)

Εἶπεν ὁ Κύριος την παραβολὴν ταύτην·

«Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; Καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου, καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.

Εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται;»

Οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.

 

Ἀπόδοση στη νεοελληνική:

Εἶπεν ὁ Κύριοςτὴν ἑξῆς παραβολή:

«Ἑνὸς ἀνθρώπου πλουσίου τὰ χωράφια ἔφεραν ἐσοδείαν μεγάλην καὶ ἐσκέπτετο μέσα του, «Τί νὰ κάνω, ἐπειδὴ δὲν ἔχω ποὺ νὰ συγκεντρώσω τοὺς καρπούς μου;» καὶ εἶπε, «Αὐτὸ θὰ κάνω: θὰ κατεδαφίσω τὶς ἀποθῆκες μου καὶ θὰ κτίσω μεγαλύτερες καὶ θὰ συγκεντρώσω ἐκεῖ ὅλα τὰ γεννήματά μου καὶ τὰ ἀγαθά μου, καὶ θὰ πῶ εἰς τὴν ψυχήν μου, Ψυχή, ἔχεις πολλὰ ἀγαθά, γιὰ πολλὰ χρόνια· ἀναπαύσου, φάγε, πίε, εὐφραίνου».

Ὁ Θεὸς ὅμως τοῦ εἶπε, «Ἀνόητε, αὐτὴν τὴν νύχτα ζητοῦν ἀπὸ σὲ τὴν ψυχήν σου. Ἐκεῖνα δὲ ποὺ ἐτοίμασες, ποιὸς θὰ τὰ πάρῃ;».

Αὐτὰ παθαίνει ἐκεῖνος ποὺ θησαυρίζει διὰ τὸν ἑαυτόν του καὶ δὲν φροντίζει νὰ γίνῃ πλούσιος ὡς πρὸς τὸν Θεόν».

Κατά Λουκάν (ιγ΄ 10-17)

Τῷ καιρῷ εκείνω, ήν διδάσκων ὁ Ἰησοῦς ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι. Καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές. Ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ· γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν.

Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ ὄχλῳ· ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.

Ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος καὶ εἶπεν· ὑποκριτά, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει; Ταύτην δέ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;

Καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾿ αὐτοῦ.

 

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, ἐδίδασκε ὁ Ἰησοῦς εἰς μίαν ἀπὸ τὰς συναγωγάς, ημέρα Σάββατο. Καὶ ἦτο ἐκεῖ μιὰ γυναῖκα, ποὺ εἶχε πνεῦμα ἀσθενείας ἐπὶ δέκα ὀκτὼ χρόνια καὶ ἦτο σκυμμένη καὶ δὲν μποροῦσε νὰ σταθῇ ὅλως διόλου ὀρθή. Ὅταν τὴν εἶδε ὁ Ἰησοῦς, τὴν ἐκάλεσε καὶ τῆς εἶπε, «Γυναῖκα, εἶσαι ἐλευθερωμένη ἀπὸ τὴν ἀρρώστεια σου»· καὶ ἔβαλε ἐπάνω της τὰ χέρια, αὐτὴ δὲ ἀμέσως ἀνορθώθηκε καὶ ἐδόξαζε τὸν Θεόν.

Ἔλαβε τότε τὸν λόγον ὁ ἀρχισυναγωγός, ἀγανακτισμένος διότι ὁ Ἰησοῦς ἐθεράπευσε κατὰ τὸ Σάββατον, καὶ εἶπε εἰς ἐκείνους ποὺ παρευρίσκοντο ἐκεῖ, «Ὑπάρχουν ἕξη ἡμέρες ποὺ ἐπιτρέπεται ἡ ἐργασία· τότε νὰ ἔρχεσθε καὶ νὰ θεραπεύεσθε καὶ ὄχι τὴν ἡμέραν τοῦ Σαββάτου».

Ὁ Κύριος ἀπεκρίθη, «Ὑποκριτά, δὲν λύνει καθένας ἀπὸ σᾶς, κατὰ τὸ Σάββατον, τὸ βόδι του ἢ τὸν ὄνον του ἀπὸ τὸν σταῦλον καὶ τὸν φέρνει νὰ τὸν ποτίσῃ; Αὐτὴ δὲ ποὺ εἶναι θυγατέρα τοῦ Ἀβραὰμ καὶ τὴν εἶχε δεμένη ὁ Σατανᾶς ἐπὶ δέκα ὀκτὼ χρόνια, δὲν ἔπρεπε νὰ λυθῇ ἀπὸ τὰ δεσμὰ αὐτὰ τὴν ἡμέραν τοῦ Σαββάτου;».

Μὲ τὰ λόγια αὐτὰ, ὅλοι οἱ ἀντίπαλοί του ἐντροπιάζοντο, ἐνῷ ὅλον τὸ πλῆθος ἔχαιρε δι’ ὅλα τὰ ἔνδοξα πράγματα ποὺ αὐτὸς ἔκανε.

Κατά Λουκάν (ιγ΄ 19-29)

Εἶπεν ὁ Κύριος· Ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησε καὶ ἐγένετο εἰς δένδρον μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.

Πάλιν εἶπε· τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; Ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.

Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ. Εἶπε δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπε πρὸς αὐτούς· ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. Ἀφ᾿ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· Κύριε Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ.

Τότε ἄρξεσθε λέγειν· ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· καὶ ἐρεῖ· λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ᾿ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω, καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.

 

Ἀπόδοση στη νεοελληνική:

Εἶπεν ὁ Κύριος:

Η βασιλεία τοῦ Θεοῦ μοιάζει μὲ ἕνα σπόρον συναπιοῦ, τὸν ὁποῖον ἐπῆρε ἕνας ἄνθρωπος καὶ τὸν ἔσπειρε εἰς τὸ περιβόλι του καὶ ἐμεγάλωσε καὶ ἔγινε δένδρον μεγάλο καὶ τὰ πτηνὰ ἔκαναν φωλιὲς στὰ κλαδιά του».

Πάλιν εἶπε, «Μὲ τί νὰ παρομοιάσω τὴν βασιλείαν τοῦ Θεοῦ; Μοιάζει μὲ προζύμι ποὺ τὸ ἐπῆρε μιὰ γυναῖκα καὶ τὸ ἀνέμιξε μὲ τρία σάτα ἀλεύρι ἕως ὅτου ἐζυμώθηκε ὁλόκληρον».

Καὶ περιώδευε τὶς πόλεις καὶ τὰ χωριὰ διδάσκων καὶ βαδίζων πρὸς τὴν Ἱερουσαλήμ.

Κάποιος τοῦ εἶπε, «Κύριε, ὀλίγοι εἶναι ἐκεῖνοι ποὺ θὰ σωθοῦν;» Αὐτὸς δὲ τοὺς εἶπε, «Νὰ ἀγωνίζεσθε νὰ μπῆτε ἀπὸ τὴν στενὴν πύλην, διότι πολλοί, σᾶς λέγω, θὰ ζητήσουν νὰ μποῦν ἀλλὰ δὲν θὰ μπορέσουν. Ὅταν σηκωθῇ ὁ οἰκοδεσπότης καὶ κλείσῃ τὴν πόρτα καὶ σεῖς θὰ στέκεσθε ἔξω καὶ κτυπᾶτε τὴν πόρτα καὶ λέτε, «Κύριε, Κύριε, ἄνοιξέ μας», ἀυτὸς θὰ σᾶς ἀποκριθῇ, «Δὲν σᾶς ξέρω ἀπὸ ποῦ εἶσθε». Τότε θὰ ἀρχίσετε νὰ λέτε, «Ἐφάγαμε ἐνώπιόν σου καὶ ἤπιαμε καὶ στὶς πλατεῖες μας ἐδίδαξες»· ἀλλ’ αὐτὸς θὰ πῇ, «Σᾶς λέγω, δὲν σᾶς ξέρω ἀπὸ ποῦ εἶσθε· φύγετε ἀπὸ ἐμὲ ὅλοι οἱ ἐργάται τοῦ κακοῦ».

Ἐκεῖ θὰ εἶναι τὸ κλάμμα καὶ τὸ τρίξιμο τῶν δοντιῶν, ὅταν θὰ ἰδῆτε τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ καὶ ὅλους τοὺς προφήτας εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἐνῷ ἐσᾶς θὰ σᾶς βγάζουν ἔξω. Καὶ θὰ ἔλθουν ἀπὸ ἀνατολὰς καὶ δυσμὰς καὶ ἀπὸ βορρὰν καὶ ἀπὸ νότον καὶ θὰ καθήσουν εἰς τὴν τράπεζαν εἰς τῆν βασιλείαν τοῦ Θεοῦ.

Κατά Λουκάν (ιδ΄ 16-24)

Εἶπεν ὁ Κύριος την παραβολὴν ταύτην· ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα καὶ ἐκάλεσε πολλούς· καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα.

Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν αὐτῷ· ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.

Καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ρύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. Καὶ εἶπεν ὁ δοῦλος· κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκος μου.

Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. Πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

 

Ἀπόδοση στη νεοελληνική:

Εἶπεν ὁ Κύριοςτὴν ἑξῆς παραβολή:

«Κάποιος ἤθελε νὰ παραθέσῃ μεγάλο δεῖπνον καὶ ἐκάλεσε πολλούς. Καὶ ἔστειλε τὸν δοῦλον του κατὰ τὴν ὥραν τοῦ δείπνου νὰ πῇ εἰς τοὺς καλεσμένους, «Ἐλᾶτε, διότι ὅλα εἶναι πιὰ ἔτοιμα».

Ἀλλ’ ἄρχισαν διὰ μιᾶς ὅλοι νὰ δικαιολογοῦνται. Ὁ πρῶτος τοῦ εἶπε, «Ἀγόρασα κάποιο χωράφι καὶ πρέπει νὰ πάω νὰ τὸ ἰδῶ· σὲ παρακαλῶ, θεώρησέ με δικαιολογημένον». Ἄλλος εἶπε, «Ἀγόρασα πέντε ζευγάρια βώδια καὶ πηγαίνω νὰ τὰ δοκιμάσω· σὲ παρακαλῶ, θεώρησέ με δικαιολογημένον». Ἄλλος εἶπε, «Ἐνυμφεύθηκα γυναῖκα καὶ γι’ αὐτὸ δὲν μπορῶ νὰ ἔλθω».

Καὶ ἦλθε ὁ δοῦλος καὶ τὰ εἶπε αὐτὰ εἰς τὸν κύριόν του. Τότε ὠργίσθηκε ὁ οἰκοδεσπότης καὶ εἶπε εἰς τὸν δοῦλον του, «Ἔβγα γρήγορα στὶς πλατεῖες καὶ τοὺς δρόμους τῆς πόλεως καὶ φέρε ἐδῶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλούς». Καὶ εἶπε ὁ δοῦλος, «Κύριε, ἔγινε ἐκεῖνο ποὺ διέταξες καὶ ὑπάρχει ἀκόμη χῶρος». Καὶ εἶπε ὁ κύριος εἰς τὸν δοῦλον, «Ἔβγα εἰς τοὺς δρόμους καὶ εἰς τοὺς περιφραγμένους τόπους καὶ ἀνάγκασέ τους νὰ μποῦν, διὰ νὰ γεμίσῃ τὸ σπίτι μου.

Διότι σᾶς λέγω, ὅτι κανεὶς ἀπὸ τοὺς ἀνθρώπους ἐκείνους, ποὺ εἶχαν προσκληθῆ, δὲν θὰ γευθῇ τὸ δεῖπνον μου. Διότι πολλοὶ εἶναι οἱ καλεσμένοι, λίγοι ὅμως εἶναι οἱ ἐκλεκτοί».

Κατά Λουκάν (ιε΄ 11-32)

KataLoukan 3Εἶπεν ὁ Κύριος την παραβολὴν ταύτην· ἄνθρωπός τις εἶχε δύο υἱούς.

Καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. Καὶ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ μετ᾿ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. Δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους. Καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.

Εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπε· πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι! Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου. Οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.

Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. Εἶπε δὲ αὐτῷ ὁ υἱός· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.

Εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι.

Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳ ἤκουσε συμφωνίας καὶ χορῶν, καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί εἴη ταῦτα. Ὁ δὲ εἶπεν αὐτῷ ὅτι ὁ ἀδελφός σου ἥκει καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. Ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. Ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρί· ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν, ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν.

Ὁ δὲ εἶπεν αὐτῷ· τέκνον, σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη.

 

Ἀπόδοση στη νεοελληνική:

Εἶπεν ὁ Κύριοςτὴν ἑξῆς παραβολή:

«Κάποιος ἄνθρωπος εἶχε δύο υἱούς. Καὶ ὁ νεώτερος ἀπ’ αὐτοὺς εἶπε εἰς τὸν πατέρα του, «Πατέρα, δός μου τὸ μερίδιον τῆς περιουσίας ποὺ ἀναλογεῖ σ’ ἐμέ». Καὶ ἐμοίρασε εἰς αὐτοὺς τὴν περιουσίαν. Καὶ ὕστερα ἀπὸ λίγες ἡμέρες ὁ νεώτερος υἱὸς ἐμάζεψε ὅλα καὶ ἐταξείδεψε σὲ μακρυνὴ χώρα καὶ ἐκεῖ ἐσπατάλησε τὴν περιουσίαν του ζῶν βίον ἄσωτον. Ὅταν ἐξώδεψε ὅ,τι εἶχε, ἔγινε μεγάλη πεῖνα εἰς τὴν χώραν ἐκείνην καὶ αὐτὸς ἄρχισε νὰ στερῆται. Καὶ ἐπῆγε καὶ προσκολλήθηκε εἰς ἕναν ἀπὸ τοὺς πολίτας τῆς χώρας ἐκείνης ὁ ὁποῖος τὸν ἔστειλε εἰς τὰ χωράφια του νὰ βόσκῃ χοίρους. Καὶ ἐπιθυμοῦσε νὰ γεμίσῃ τὴν κοιλιά του ἀπὸ τὰ ξυλοκέρατα ποὺ ἔτρωγαν οἱ χοῖροι καὶ καὶ κανεὶς δὲν τοῦ ἔδινε τίποτε.

Τότε συνῆλθε εἰς τὸν ἑαυτόν του καὶ εἶπε, «Πόσοι μισθωτοὶ ἐργάται τοῦ πατέρα μου ἔχουν ἀρκετὴν τροφὴν καὶ τοὺς περισσεύει, ἐνῷ ἐγὼ χάνομαι ἀπὸ τὴν πεῖνα! Θὰ σηκωθῶ καὶ θὰ πάω εἰς τὸν πατέρα μου καὶ θὰ τοῦ πῶ, Πατέρα ἁμάρτησα κατὰ τοῦ οὐρανοῦ καὶ ἐνώπιόν σου, δὲν εἶμαι πλέον ἄξιος νὰ ὀνομάζωμαι υἱός σου. Κάνε με σὰν ἕνα ἀπὸ τοὺς μισθωτοὺς ἐργάτας σου».

Καὶ ἐσηκώθηκε καὶ ἦλθε εἰς τὸν πατέρα του. Ἐνῷ δὲ ἦτο ἀκόμη μακρυά, τὸν εἶδε ὁ πατέρας του καὶ τὸν σπλαγχνίσθηκε καὶ ἔτρεξε καὶ ἔπεσε εἰς τὸν τράχηλόν του καὶ τὸν κατεφίλησε. Τοῦ εἶπε δὲ ὁ υἱός, «Πατέρα, ἁμάρτησα κατὰ τοῦ οὐρανοῦ καὶ ἐνώπιόν σου καὶ δὲν εἶμαι πλέον ἄξιος νὰ ὀνομάζωμαι υἱός σου». Ἀλλ’ ὁ πατέρας εἶπε εἰς τοὺς δούλους του, «Βγάλετε τὴν στολὴν τὴν πρώτην καὶ ντύσατέ τον καὶ δῶστε του δακτυλίδι γιὰ τὸ δάκτυλό του καὶ ὑποδήματα γιὰ τὰ πόδια του, καὶ φέρετε τὸ θρεμμένο μοσχάρι καὶ σφάξατέ το καὶ ἂς φᾶμε καὶ ἂς εὐφρανθοῦμε διότι ὁ υἱὸς μου αὐτὸς ἤτανε νεκρὸς καὶ ἀνέζησε, ἤτανε χαμένος καὶ εὑρέθηκε». Καὶ ἄρχισαν νὰ εὐφραίνωνται.

Ὁ υἱός του ὅμως ὁ μεγαλύτερος ἤτανε στὸ χωράφι καὶ ὅταν ἐπέστρεφε, καθὼς ἐπλησίασε εἰς τὸ σπίτι, ἄκουσε μουσικὴν καὶ χορούς. Ἐκάλεσε τότε ἕνα ἀπὸ τοὺς ὑπηρέτας καὶ ἐρώτησε τί ἐσήμαιναν αὐτά. Ἐκεῖνος τοῦ εἶπε, «Ἦλθε ὁ ἀδελφός σου, καὶ ὁ πατέρας σου ἔσφαξε τὸ θρεμμένο μοσχάρι, διότι τὸν ἀπέκτησε πάλιν ὑγιαίνοντα». Αὐτὸς ὅμως ἐθύμωσε καὶ δὲν ἤθελε νὰ μπῇ. Ὁ πατέρας του ἐβγῆκε ἔξω καὶ τὸν παρακαλοῦσε, ἀλλ’ αὐτὸς ἀπεκρίθη εἰς τὸν πατέρα του, «Τόσα χρόνια σὲ δουλεύω καὶ ποτὲ δὲν παρέβηκα ἐντολήν σου, σ’ ἐμὲ ὅμως ποτὲ δὲν ἔδωκες οὔτε ἕνα κατσίκι, διὰ νὰ διασκεδάσω μὲ τοὺς φίλους μου. Ὅταν ὅμως ἦλθε ὁ υἱός σου αὐτός, ποὺ κατέφαγε τὴν περιουσία σου μὲ πόρνες, ἔσφαξες γι’ αὐτὸν τὸ θρεμμένο μοσχάρι».

Ὁ πατέρας τοῦ εἶπε, «Παιδί μου, σὺ εἶσαι πάντοτε μαζί μου καὶ ὅ,τι ἔχω εἶναι δικό σου. Ἔπρεπε νὰ εὐφρανθοῦμε καὶ νὰ χαροῦμε διότι ὁ ἀδελφός σου αὐτὸς ἤτανε νεκρὸς καὶ ἀνέζησε· χαμένος ἤτανε καὶ εὑρέθηκε».

Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 84 επισκέπτες

Εμφανίσεις Άρθρων
5471706

Copyright © 2023 Πρωτοπρεσβύτερος Χρήστος Πυτιρίνης. Με την επιφύλαξη παντός δικαιώματος. 

Δημιουργία ιστοτόπου: CJ web Services & Eshop

grafiko 2

Search