Ευαγγελικά Αναγνώσματα

ΕΚ ΤΟΥ ΚΑΤΑ ΛΟΥΚΑΝ

Κατά Λουκάν (ιη΄ 35 - 43)

Τῷ καιρῷ εκείνω, εγένετο δὲ ἐν τῷ ἐγγίζειν Ἰησοῦν εἰς Ἱεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν· ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα.

Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. Καὶ ἐβόησε λέγων· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με· καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυίδ, ἐλέησόν με.

Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. Εγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν λέγων· τί σοι θέλεις ποιήσω; Ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω.

Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. Καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.

 

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, καθὼς ἐπλησίαζε ὁ Ἰησοῦς εἰς τὴν Ἱεριχώ, ἕνας τυφλὸς ἐκαθότανε κοντὰ εἰς τὸν δρόμον καὶ ζητιάνευε. Ὅταν ἄκουσε νὰ περνᾷ πολὺς κόσμος, ἐρώτησε τί συμβαίνει. Τοῦ εἶπαν, ὅτι ὁ Ἰησοῦς ὁ Ναζωραῖος διαβαίνει. Τότε ἐφώναξε, «Ἰησοῦ, υἱὲ τοῦ Δαυΐδ, ἐλέησέ με».

Ἐκεῖνοι ποὺ προηγοῦντο, τὸν ἐπέπλητταν διὰ νὰ σιωπήσῃ· ἀλλὰ αὐτὸς ἐφώναζε πολὺ περισσότερον, «Υἱὲ τοῦ Δαυΐδ, ἐλέησέ με».

Ὁ Ἰησοῦς ἐσταμάτησε καὶ διέταξε νὰ τοῦ τὸν φέρουν. Ὅταν αὐτὸς ἐπλησίασε, τὸν ἐρώτησε, «Τί θέλεις νὰ σοῦ κάνω;». Ἐκεῖνος δὲ εἶπε, «Κύριε, θέλω νὰ ξαναϊδῶ».

Ὁ Ἰησοῦς τοῦ εἶπε, «Ξανάβλεψε· ἡ πίστις σου σὲ ἔσωσε». Καὶ ἀμέσως ἀπέκτησε τὸ φῶς του καὶ τὸν ἀκολουθοῦσε δοξάζων τὸν Θεόν. Καὶ ὅλος ὁ λαός, ὅταν τὸν εἶδε, ἐδόξασε τὸν Θεόν.

Κατά Λουκάν (ιη΄10-14)

KataLoukan 2Εἶπεν ὁ Κύριος την παραβολὴν ταύτην· ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.

Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

 

Ἀπόδοση στη νεοελληνική:

Εἶπεν ὁ Κύριοςτὴν ἑξῆς παραβολή:

Δύο ἄνθρωποι ἀνέβηκαν εἰς τὸν ναόν, διὰ νὰ προσευχηθοῦν, ὁ ἕνας ἦτο Φαρισαῖος καὶ ὁ ἄλλος τελώνης. Ὁ Φαρισαῖος ἐστάθηκε καὶ ἔκανε τὴν ἑξῆς προσευχὴν ἐν σχέσει πρὸς τὸν ἑαυτόν του: «Θεέ, σ’ εὐχαριστῶ, διότι δὲν εἶμαι ὅπως οἱ ἄλλοι ἄνθρωποι, ἅρπαγες, ἄδικοι, μοιχοὶ ἢ ὅπως αὐτὸς ἐδῶ ὁ τελώνης. Νηστεύω δυὸ φορὲς τὴν ἑβδομάδα, δίνω τὸ δέκατον ἀπὸ ὅλα, ὄσα ἀποκτῶ». Ὁ τελώνης ὅμως ἐστεκότανε μακρυὰ καὶ δὲν ἤθελε οὔτε τὰ μάτια του νὰ σηκώσῃ εἰς τὸν οὐρανὸν ἀλλ’ ἐκτυποῦσε τὸ στῆθός του καὶ ἔλεγε, «Θεέ, ἐλέησέ με τὸν ἁμαρτωλόν».

Σᾶς λέγω, ὅτι αὐτὸς κατέβηκε εἰς τὸ σπίτι του δικαιωμένος ἀπὸ τὸν Θεὸν παρὰ ὁ ἄλλος. Διότι ὅποιος ὑψώνει τὸν ἑαυτόν του θὰ ταπεινωθῇ, καὶ ἐκεῖνος ποὺ ταπεινώνει τὸν ἑαυτόν του θὰ ὑψωθῇ.

Κατά Λουκάν (ιθ΄ 1-10)

KataLoukanΤῷ καιρῷ εκείνω, διήρχετο ὁ Ἰησοῦς τὴν Ἱεριχώ· καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος, καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. Καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλε διέρχεσθαι. Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτὸν καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων.

Καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. Σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

 

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, ἐπερνοῦσε ὁ Ἰησοῦς διὰ μέσου τῆς πόλεως τῆς Ἱεριχοῦς. Ἐκεῖ ἦτο κάποιος ποὺ ὀνωμάζετο Ζακχαῖος· ἦτο ἀρχιτελώνης καὶ πλούσιος, καὶ ζητοῦσε νὰ ἰδῇ ποιός εἶναι ὁ Ἰησοῦς ἀλλὰ δὲν μποροῦσε ἀπὸ τὸ πλῆθος διότι ἦτο κοντὸς τὸ ἀνάστημα. Ἔτρεξε λοιπὸν ἐμπρὸς καὶ ἀνέβηκε ἐπάνω σὲ μιὰ μουριά, διὰ νὰ τὸν ἰδῇ, διότι ἀπὸ ἐκεῖ ἐπρόκειτο νὰ περάσῃ. Ὅταν ἔφθασε ὁ Ἰησοῦς εἰς τὸ μέρος αὐτό, ἀσήκωσε τὰ μάτια του καὶ τὸν εἶδε καὶ τοῦ εἶπε, «Ζακχαῖε, κατέβα γρήγορα, διότι πρέπει νὰ μείνω στὸ σπίτι σου σήμερα». Καὶ κατέβηκε γρήγορα καὶ τὸν ὑποδέχθηκε μὲ χαράν.

Ὅταν εἶδαν αὐτό, ὅλοι παρεπονοῦντο καὶ ἔλεγαν, «Εἰς τὸ σπίτι ἁμαρτωλοῦ ἀνθρώπου πηγαίνει νὰ μείνῃ». Ὁ Ζακχαῖος ἐστάθηκε καὶ εἶπε εἰς τὸν Κύριον, «Τὸ ἥμισυ τῆς περιουσίας μου δίνω, Κύριε, εἰς τοὺς πτωχοὺς καὶ ἐὰν μὲ δόλιον τρόπον ἐπῆρα ἀπὸ κάποιον τίποτε, θὰ τοῦ τὸ ἀποδώσω τέσσερις φορὲς περισσότερον». Ὁ Ἰησοῦς τοῦ εἶπε, «Σήμερα ἔγινε σωτηρία σὲ τοῦτο τὸ σπίτι, διότι καὶ ὁ ἄνθρωπος αὐτὸς εἶναι ἀπόγονος τοῦ Ἀβραάμ, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἦλθε νὰ ἀναζητήσῃ καὶ νὰ σώσῃ τὸ ἀπολωλός».

Κατά Λουκάν (κγ΄ 1-31, 33, 44-56)

Τῷ καιρῷ εκείνω, ἤγαγον τὸν Ἰησοῦν ἐπὶ τὸν Πιλᾶτον. Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρους διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι.

Ὁ δὲ Πιλᾶτος ἐπηρώτησεν αὐτὸν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· σὺ λέγεις. Ὁ δὲ Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους ὅτι οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. Οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ᾿ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.

Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι, καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.

Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανοῦ θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν αὐτὸν πολλὰ περὶ αὐτοῦ, καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ᾿ αὐτοῦ γινόμενον. Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. Εἱστήκεισαν δὲ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. Ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.

Ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾿ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς.

Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἶπε πρὸς αὐτούς· προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾿ αὐτοῦ. Ἀλλ᾿ οὐδὲ Ἡρῴδης· ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ. Παιδεύσας οὖν αὐτὸν ἀπολύσω.

Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. Ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν· ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς τὴν φυλακήν.

Πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. Οἱ δὲ ἐπεφώνουν λέγοντες· σταύρωσον σταύρωσον αὐτόν. Ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς· τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲν ἄξιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων.

Ὁ δὲ Πιλᾶτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν, ἀπέλυσε δὲ αὐτοῖς τὸν Βαραββᾶν τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακήν, ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν. Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου, ἐρχομένου ἀπ᾿ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὀπίσω τοῦ Ἰησοῦ.

Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν, αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. Στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπε· θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾿ ἐμέ, πλὴν ἐφ᾿ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. Ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι· μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν. Τότε ἄρξονται λέγειν τοῖς ὄρεσι, πέσετε ἐφ᾿ ἡμᾶς, καὶ τοῖς βουνοῖς, καλύψατε ἡμᾶς· ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;

Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν.

Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, τοῦ ἡλίου ἐκλείποντος, καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον· καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε· πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν.

Ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασε τὸν Θεὸν λέγων· ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. Καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον.

Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα. Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος, οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν, ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ, οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ καθελὼν αὐτὸ ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδεὶς οὐδέπω κείμενος· καὶ ἡμέρα ἦν παρασκευή, σάββατον ἐπέφωσκε.

Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.

 

Ἀπόδοση στη νεοελληνική:

Τόν καιρό ἐκεῖνο, ἔφεραν τὸν Ἰησοῦν εἰς τὸν Πιλᾶτον. Καὶ ἄρχισαν νὰ τὸν κατηγοροῦν λέγοντες, «Εὑρήκαμε αὐτὸν τὸν ἄνθρωπον νὰ διαστρέφῃ τὸ ἔθνος μας, νὰ ἐμποδίζῃ νὰ δίνωμεν φόρους εἰς τὸν Καίσαρα καὶ νὰ λέγῃ διὰ τὸν ἐαυτόν του ὅτι εἶναι ὁ Χριστός, ὁ βασιλεύς».

Τότε ὁ Πιλᾶτος τὸν ἐρώτησε, «Σὺ εἶσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων;» Ἐκεῖνος δὲ τοῦ ἀπεκρίθη, «Σὺ τὸ λέγεις». Ὁ Πιλᾶτος εἶπε τότε εἰς τοὺς ἀρχιερεῖς καὶ εἰς τὰ πλήθη, «Δὲν βρίσκω καμμίαν αἰτίαν κατηγορίας εἰς τὸν ἄνθρωπον αὐτόν». Ἀλλ’ ἐκεῖνοι ἐπέμεναν καὶ ἔλεγαν ὅτι ἀναταράσσει τὸν λαὸν καὶ διδάσκει εἰς ὅλην τὴν Ἰουδαίαν· ἀφοῦ ἄρχισε ἀπὸ τὴν Γαλιλαίαν ἦλθε ἕως ἐδῶ».

Ὅταν ὁ Πιλᾶτος ἄκουσε «Γαλιλαίαν», ἐρώτησε ἐὰν ὁ ἄνθρωπος εἶναι Γαλιλαῖος καὶ ὅταν ἔμαθε ὅτι εἶναι ἀπὸ τὸ μέρος ποὺ ὑπάγεται εἰς τὴν ἐξουσίαν τοῦ Ἡρώδη, τὸν ἔστειλε εἰς αὐτόν, διότι εὑρίσκετο καὶ ὁ Ἡρώδης εἰς τὰ Ἱεροσόλυμα κατὰ τὰς ἡμέρας ἐκείνας.

Ὅταν ὁ Ἡρώδης εἶδε τὸν Ἰησοῦν, ἐχάρηκε πολύ, διότι ἐπὶ ἀρκετὸν καιρόν ἤθελε νὰ τὸν ἰδῇ, ἐπειδὴ εἶχε ἀκούσει πολλὰ γι’ αὐτὸν καὶ ἤλπιζε νὰ τὸν ἰδῇ νὰ κάνῃ κανένα θαῦμα. Τοῦ ὑπέβαλλε πολλὰς ἐρωτήσεις, αὐτὸς ὅμως δὲν τοῦ ἔδωκε καμμίαν ἀπόκρισιν. Ἀλλ’ ἐστέκοντο ἐκεῖ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, οἱ ὁποῖοι δριμύτατα τὸν κατηγοροῦσαν. Τότε ὁ Ἡρώδης μαζί μὲ τοὺς στρατιώτας του τὸν ἐξευτέλισε καὶ τὸν ἐνέπαιξε· ὕστερα τοῦ ἐφόρεσε ἕναν λαμπρὸν μανδύαν καὶ τὸν ἔστειλε πάλιν εἰς τὸν Πιλᾶτον.

Τὴν ἡμέραν αὐτὴν ὁ Ἡρώδης καὶ ὁ Πιλᾶτος ἔγιναν φίλοι μεταξύ τους· προηγουμένως ἦσαν εἰς ἔχθραν.

Ὁ Πιλᾶτος συνεκάλεσε τοὺς ἀρχιερεῖς, τοὺς ἄρχοντας καὶ τὸν λαόν, καὶ τοὺς εἶπε, «Μοῦ φέρατε τὸν ἄνθρωπον αὐτὸν σὰν ταραξίαν τοῦ λαοῦ ἀλλὰ ἐγώ, ἀφοῦ τὸν ἀνέκρινα ἐνώπιόν σας, δὲν εὑρῆκα εἰς αὐτὸν τίποτε ἀπ’ ὅσα τὸν κατηγορεῖτε. Ἀλλ’ οὔτε καὶ ὁ Ἡρώδης, διότι τὸν παρέπεμψε σ’ ἐμᾶς. Δὲν ἔχει κάνει τίποτε ἄξιον θανάτου. Ἀφοῦ λοιπὸν τὸν τιμωρήσω, θὰ τὸν ἀφήσω ἐλεύθερον». [Εἶχε ὑποχρέωσιν νὰ τοὺς ἐλευθερώσῃ ἕνα κατὰ τὴν ἐορτήν].

Ἀλλ’ ὅλον τὸ πλῆθος ἐφώναξε, «Θανάτωσε τοῦτον, καὶ ἐλευθέρωσέ μας τὸν Βαραββᾶν», ὁ ὁποῖος ἦτο φυλακισμένος διὰ στάσιν ποὺ ἔγινε εἰς τὴν πόλιν καὶ διὰ φόνον. Ὁ Πιλᾶτος, ἐπειδὴ ἤθελε νὰ ἀπολύσῃ τὸν Ἰησοῦν, τοὺς μίλησε καὶ πάλιν. Ἀλλ’ αὐτοὶ ἐξακολουθοῦσαν νὰ φωνάζουν, «Σταύρωσέ τον, σταύρωσέ τον».

Διὰ τρίτην φορὰν τοὺς εἶπε, «Τί κακὸν ἔκανε;» Δὲν εὑρῆκα εἰς αὐτὸν τίποτε ἄξιον θανάτου· ἀφοῦ λοιπὸν τὸν τιμωρήσω, θὰ τὸν ἀπολύσω». Ἀλλ’ αὐτοὶ ἐπέμεναν μὲ δυνατὲς φωνὲς καὶ ἐζητοῦσαν νὰ σταυρωθῇ, καὶ οἱ φωνὲς οἱ δικές τους καὶ τῶν ἀρχιερέων ὑπερίσχυσαν. Καὶ ὁ Πιλᾶτος ἀπεφάσισε νὰ γίνῃ τὸ αἴτημά τους. Ἀπέλυσε πρὸς χάριν τους τὸν Βαραββᾶν ποὺ ἐζητοῦσαν καὶ ὁ ὁποῖος ἦτο φυλακισμένος διὰ στάσιν καὶ φόνον, τὸν δὲ Ἰησοῦν παρέδωκε εἰς τὴν διάθεσίν τους.

Καὶ καθὼς τὸν ἐπήγαιναν, ἔπιασαν κάποιον Σίμωνα Κυρηναῖον, ὁ ὁποῖος ἐρχότανε ἀπὸ τὴν ὕπαιθρον καὶ ἔβαλαν ἐπάνω του τὸν σταυρὸν διὰ νὰ τὸν βαστάζῃ ὀπίσω ἀπὸ τὸν Ἰησοῦν. Τὸν ἀκολουθοῦσε δὲ πολὺς κόσμος καὶ γυναῖκες, ποὺ ἐκτυποῦσαν τὰ στήθη τους καὶ τὸν ἐθρηνολογοῦσαν. Ὁ Ἰησοῦς ἐστράφη πρὸς αὐτὰς καὶ εἶπε, «Θυγατέρες τῆς Ἱερουσαλήμ, μὴν κλαῖτε γιὰ μένα, νὰ κλαῖτε μᾶλλον γιὰ τὸν ἑαυτόν σας καὶ γιὰ τὰ παιδιά σας. Διότι θὰ ἔλθουν ἡμέρες ποὺ θὰ λέγουν, «Εὐτυχεῖς οἱ στεῖρες καὶ οἱ κοιλίες, ποὺ δὲν ἐγέννησαν, καὶ μαστοὶ, ποὺ δὲν ἐθήλασαν». Τότε θὰ ἀρχίσουν νὰ λέγουν εἰς τὰ βουνά, «Πέστε ἐπάνω μας», καὶ εἰς τοὺς λόφους, «Σκεπάστε μας», διότι ἐὰν κάνουν αὐτὰ εἰς τὸ χλωρὸν δένδρον, τὶ θὰ συμβῇ εἰς τὸ ξερό;»

Καὶ ὅταν ἦλθαν εἰς τὸν τόπον ποὺ ὠνομάζετο Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, τὸν ἕναν εἰς τὰ δεξιά, καὶ τὸν ἄλλον εἰς τὰ ἀριστερά.

Ἦτο ἤδη περίπου ἔκτη ὥρα καὶ ἔγινε σκοτάδι εἰς ὅλην τὴν γῆν ἕως τὴν ἐνάτην ὥραν, καὶ ὁ ἥλιος δὲν ἐφαίνετο καὶ ἐσχίσθηκε τὸ παραπέτασμα τοῦ ναοῦ εἰς τὸ μέσον. Τότε ὁ Ἰησοῦς ἐφώναξε μὲ δυνατὴν φωνὴν καὶ εἶπε, «Πατέρα, εἰς τὰ χέρια σου παραδίδω τὸ πνεῦμα μου». Καὶ ὅταν εἶπε αὐτό, ἐξέπνευσε. Ὅταν ὁ ἐκατόνταρχος εἶδε τί ἔγινε, ἐδόξασε τὸν Θεὸν καὶ εἶπε, «Πραγματικὰ αὐτὸς ὁ ἄνθρωπος ἦτο ἀθῶος». Καὶ ὅλος ὁ κόσμος ποὺ εἶχε ἔλθει διὰ νὰ ἰδῇ τὸ θέαμα αὐτό, ὅταν εἶδε ὅσα συνέβησαν, ἐπέστρεφαν καὶ κτυποῦσαν τὰ στήθη τους.

Ὅλοι οἱ γνωστοί του καὶ αἱ γυναῖκες ποὺ τὸν εἶχαν ἀκολουθήσει ἀπὸ τὴν Γαλιλαίαν ἐστέκοντο καὶ ἔβλεπαν αὐτὰ ἀπὸ μακρυά. Ὑπῆρχε κάποιος, ὀνομαζόμενος Ἰωσήφ, βουλευτὴς καὶ ἄνθρωπος ἀγαθὸς καὶ δίκαιος, ὁ ὁποῖος δὲν  ἦτο σύμφωνος μὲ τὴν ἀπόφασιν καὶ τὴν πρᾶξιν τους. Ἦτο ἀπὸ τὴν Ἀριμαθαίαν, πόλιν τῆς Ἰουδαίας, καὶ ἐπερίμενε καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ. Αὐτὸς ἦλθε εἰς τὸν Πιλᾶτον καὶ ἐζήτησε τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἀφοῦ τὸ κατέβασε, τὸ ἐτύλιξε μὲ σινδόνι καὶ τὸ ἔβαλε εἰς λαξευμένον μνῆμα, εἰς τὸ ὁποῖον κανεὶς ποτὲ δὲν εἶχε ἐνταφιασθῆ. Καὶ ἦτο ἡμέρα τῆς Παρασκευῆς καὶ ἐπλησίαζε τὸ Σάββατον.

Αἱ γυναῖκες, ποὺ εἶχαν ἔλθει μαζί του ἀπὸ τὴν Γαλιλαίαν, παρακολούθησαν καὶ εἶδαν τὸ μνῆμα καὶ πῶς ἐνταφιάσθηκε τὸ σῶμά του·ὕστερα ἐπέστρεψαν σπίτι τους καὶ ἑτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν Σάββατον ἡσύχασαν σύμφωνα μὲ τὴν ἐντολήν.

Κατά Λουκάν (κδ΄ 36-53)

Ἐν ταῖς ημέραις εκείναις, ἔστη ὁ Ἰησοῦς ἐν μέσῳ τῶν μαθητῶν καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς· τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.

Καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.

Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.

Εἶπε δὲ αὐτοῖς· οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.

Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων.

Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.

Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.

 

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό εκείνο,

Εἶπεν ὁ Κύριοςτὴν ἑξῆς παραβολή:

Τις ημέρες εκείνες, ἐστάθηκε ὁ Ἰησοῦς εἰς τὸ μέσον καὶ τοὺς λέγει, «Εἰρήνη ὑμῖν». Καταληφθέντες δὲ ἀπὸ τρόμον καὶ φόβον, ἐνόμισαν ὅτι βλέπουν φάντασμα. Ἀλλ’ αὐτὸς τοὺς εἶπε, «Γιατὶ εἶσθε ταραγμένοι καὶ γιατὶ ἀνεβαίνουν σκέψεις στὶς καρδιές σας; Ἰδέτε τὰ χέρια μου καὶ τὰ πόδια μου· εἶμαι ἐγὼ ὁ ἴδιος· ψηλαφίστε με καὶ ἰδέτε· ἕνα φάντασμα δὲν ἔχει σάρκα καὶ ὀστᾶ, ὅπως βλέπετε νὰ ἔχω ἐγώ».

Καὶ ὅταν εἶπε αὐτό, τοὺς ἔδειξε τὰ χέρια του καὶ τὰ πόδια του.

Ἐπειδὴ ἀπὸ τὴν χαράν τους ἀκόμη δὲν ἐπίστευαν καὶ ἦσαν κατάπληκτοι τοὺς εἶπε, «Ἔχετε τίποτε φαγώσιμον ἐδῶ;». Τοῦ ἔδωκαν ἕνα κομμάτι ἀπὸ ψητὸ ψάρι καὶ κηρήθραν ἀπὸ μέλι, αὐτὸς τὰ ἐπῆρε καὶ ἔφαγε μπροστά τους.

Καὶ ὕστερα τοὺς εἶπε, «Αὐτοὶ εἶναι οἱ λόγοι ποὺ σᾶς εἶπα, ἐνῷ ἤμουν ἀκόμη μαζί σας, ὅτι δηλαδὴ πρέπει νὰ ἐκπληρωθοῦν ὅλα, ὅσα εἶναι γραμμένα εἰς τὸν νόμον τοῦ Μωϋσέως, εἰς τοὺς Προφήτας καὶ εἰς τοὺς Ψαλμοὺς γιὰ μένα».

Τότε τοὺς ἄνοιξε τὸν νοῦν νὰ καταλάβουν τὰς γραφάς, καὶ τοὺς εἶπε, «Ἔτσι εἶναι γραμμένον καὶ ἔτσι ἔπρεπε ὁ Χριστὸς νὰ πάθῃ καὶ νὰ ἀναστηθῇ ἐκ νεκρῶν τὴν τρίτην ἡμέραν, καὶ νὰ κηρυχθῇ εἰς τὸ ὄνομά του μετάνοια καὶ ἄφεσις ἁμαρτιῶν εἰς ὅλα τὰ ἔθνη ἀρχίζοντες ἀπὸ τὴν Ἱερουσαλήμ. Σεῖς εἶσθε μάρτυρες αὐτῶν τῶν πραγμάτων. Καὶ ἰδού, ἐγὼ στέλλω σ’ ἐσᾶς ὅ,τι ὑποσχέθηκε ὁ Πατέρας μου· σεῖς δὲ καθῆστε εἰς τὴν πόλιν Ἱερουσαλὴμ ἕως ὅτου ἐνδυθῆτε δύναμιν ἐξ ὕψους».

Τοὺς ὡδήγησε δὲ ἔξω ἕως τὴν Βηθανίαν καὶ ἀφοῦ ἐσήκωσε τὰ χέρια του τοὺς εὐλόγησε. Καὶ ἐνῷ τοὺς εὐλογοῦσε, ἀποχωρίσθηκε ἀπὸ αὐτοὺς καὶ ἐφέρετο ἐπάνω εἰς τὸν οὐρανόν. Αὐτοὶ τὸν προσκύνησαν καὶ ἐπέστρεψαν εἰς τὴν Ἱερουσαλὴμ μὲ μεγάλην χαράν, καὶ ἦσαν πάντοτε εἰς τὸν ναόν, δοξολογοῦντες καὶ εὐχαριστοῦντες τὸν Θεόν. Ἀμήν.

Κατά Λουκάν (ιη΄ 18 - 27)

Τῷ καιρῷ εκείνω, ἄρχων τις προσῆλθε τῷ Ἰησοῦ λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Ὁ δὲ εἶπε· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.

Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.

Εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.

 

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, κάποιος ἄρχων προσῆλθε στον Ἰησοῦ και τὸν ἐρώτησε, «Διδάσκαλε ἀγαθέ, τί νὰ κάνω διὰ νὰ κληρονομήσω ζωήν αἰώνιον;» Ὁ Ἰησοῦς τοῦ εἶπε, «Γιατὶ μὲ ὀνομάζεις ἀγαθόν; Κανεὶς δὲν εἶναι ἀγαθὸς παρὰ μόνος ὁ Θεός. Τὰς ξέρεις τὰς ἐντολάς, Νὰ μὴ μοιχεύσῃς, νὰ μὴ φονεύσῃς, νὰ μὴ κλέψῃς, νὰ μὴ ψευδομαρτυρήσῃς, νὰ τιμᾷς τὸν πατέρα σου καὶ τὴν μητέρα σου». Ἐκεῖνος δὲ εἶπε, «ὅλα αὐτὰ τὰ ἐφύλαξα ἀπὸ τὴν νεανικήν μου ἡλικίαν».

Ὅταν ἄκουσε αὐτὸ ὁ Ἰησοῦς εἶπε, «Ἕνα ἀκόμη σοῦ λείπει· πώλησε ὅλα ὅσα ἔχεις καὶ μοίρασέ τα εἰς τοὺς πτωχοὺ;καὶ θὰ ἔχῃς θησαυρὸν εἰς τοὺς οὐρανοὺς καὶ ἔλα, ἀκολούθησέ με». Ἀλλ’ αὐτὸς ὅταν τὸ ἄκουσε, ἐλυπήθηκε πολύ, διότι ἤτανε πολὺ πλούσιος. Ὅταν ὁ Ἰησοῦς τὸν εἶδε τόσον λυπημένον, εἶπε, «Πόσον δύσκολον εἶναι δι’ ἐκείνους ποὺ ἔχουν τὰ χρήματα νὰ μποῦν εἰς τῆν βασιλείαν τοῦ Θεοῦ. Εἶναι εὐκολώτερον νὰ περάσῃ μιὰ καμήλα ἀπὸ τὴν τρύπα μιᾶς βελόνας παρὰ νὰ μπῇ ἕνας πλούσιος εἰς τὴν βασιλείαν τοῦ Θεοῦ».

Ἐκεῖνοι ποὺ τὸ ἄκουσαν εἶπαν, Τότε ποιός μπορεῖ νὰ σωθῇ;». Αὐτὸς δὲ εἶπε, «Εκεῖνα ποὺ εἶναι ἀδύνατα εἰς τοὺς ἀνθρώπους εἶναι δυνατὰ εἰς τὸν Θεόν».

Κατά Λουκάν (ιη΄ 2-8)

Εἶπεν ὁ Κύριος την παραβολὴν ταύτην·

Κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. Καὶ οὐκ ἠθέλησεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑποπιάζῃ με.

Εἶπε δὲ ὁ Κύριος· ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ᾿ αὐτοῖς;

Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;

 

Ἀπόδοση στη νεοελληνική:

Εἶπεν ὁ Κύριοςτὴν ἑξῆς παραβολή:

«Εἰς κάποια πόλιν ὑπῆρχε ἕνας κριτὴς ποὺ οὔτε τὸν Θεὸν ἐφοβότανε οὔτε τοὺς ἀνθρώπους ἐντρεπότανε. Εἰς τὴν πόλιν αὐτὴν ἦτο κάποια χήρα, ἡ ὁποία ἐρχότανε εἰς αὐτὸν καὶ τοῦ ἔλεγε, «Δός μου τὸ δίκηο μου ἀπέναντι τοῦ ἀντιδίκου μου».

Γιὰ ἕνα χρονικὸ διάστημα αὐτὸς ἠρνεῖτο, ἀλλ’ ἐπειτα εἶπε μέσα του, «Ἂν καὶ τὸν Θεὸν δὲν φοβοῦμαι καὶ τοὺς ἀνθρώπους δὲν ἐντρέπομαι, ὅμως ἐπειδὴ ἡ χήρα αὐτὴ μὲ ἐνοχλεῖ, θὰ τῆς δώσω τὸ δίκηο της γιὰ νὰ μὴν ἔρχεται συνεχῶς καὶ μὲ ταλαιπωρῇ».

Εἶπε δὲ ὁ Κύριος, «Ἀκούσατε τί λέγει ὁ ἄδικος κριτής. Καὶ εἶναι δυνατὸν νὰ μὴ ἀποδώσῃ ὁ Θεὸς τὸ δίκηο εἰς τοὺς ἐκλεκτοὺς του ποὺ τοῦ φωνάζουν ἡμέραν καὶ νύχτα, ἂν καὶ δείχνῃ ὑπομονήν;

Σᾶς λέγω, ὅτι γρήγορα θὰ ἀποδώσῃ τὸ δίκηο τους. Ἀλλ’ ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου, θὰ βρῇ ἄραγε τὴν πίστιν εἰς τῆν γῆν;».

Κατά Λουκάν (κα΄ 8 - 36)

Εἶπεν ο Κύριος· βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι καὶ ὁ καιρὸς ἤγγικε. Μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν. Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾿ οὐκ εὐθέως τὸ τέλος.

Τότε ἔλεγεν αὐτοῖς· ἐγερθήσεται ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, σεισμοί τε μεγάλοι κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ σημεῖα ἀπ᾿ οὐρανοῦ μεγάλα ἔσται. Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν.

Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσι τοῦ πληρωθῆναι πάντα τὰ γεγραμμένα. Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ τότε ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ, καὶ πεσοῦνται στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη, καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν ἄχρι πληρωθῶσι καιροὶ ἐθνῶν.

Καὶ ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.

Ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.

Καὶ εἶπε παραβολὴν αὐτοῖς· ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα. Ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ᾿ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν. Οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ. Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιοτικαῖς, καὶ αἰφνίδιος ἐφ᾿ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη· ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.

Ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι ἵνα καταξιωθῆτε ἐκφυγεῖν πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

 

Απόδοση στη νεοελληνική:

Εἶπε ο Κύριος:

«Προσέχετε νὰ μὴ πλανηθῆτε, διότι πολλοὶ θὰ ἔλθουν εἰς τὸ ὄνομά μου καὶ θὰ λέγουν, «Ἐγὼ εἶμαι» καὶ «Ὁ καιρὸς ἐπλησίασε». Μὴ τοὺς ἀκολουθήσετε. Καὶ ὅταν ἀκούσετε πολέμους καὶ ἀκαταστασίες, μὴ φοβηθῆτε. Πρέπει πρῶτα νὰ γίνουν αὐτά, ἀλλὰ δὲν ἀκολουθεῖ ἀμέσως τὸ τέλος».

Ὕστερα τοὺς εἶπε, «Θὰ σηκωθῇ ἔθνος ἐναντίον ἔθνους καὶ βασίλειον ἐναντίον βασιλείου. Θὰ γίνουν σεισμοὶ μεγάλοι κατὰ τόπους καὶ πεῖνα καὶ ἐπιδημίαι καὶ φοβερὰ φαινόμενα καὶ μεγάλα σημεῖα ἀπὸ τὸν οὐρανόν. Πρὶν γίνουν ὅλα αὐτά, θὰ βάλουν τὰ χέρια ἐπάνω σας καὶ θὰ σᾶς καταδιώξουν καὶ θὰ σᾶς παραδώσουν εἰς τὰς συναγωγὰς καὶ εἰς τὰς φυλακάς, καὶ θὰ σᾶς ὁδηγήσουν εἰς βασιλεῖς καὶ ἡγεμόνας ἐξ αἰτίας τοῦ ὀνόματός μου. Αὐτὰ θὰ εἶναι γιὰ σᾶς εὐκαιρία διὰ νὰ δώσετε μαρτυρίαν.

Θυμηθῆτε λοιπὸν νὰ μὴ προετοιμάζετε τὴν ἀπολογίαν σας, διότι ἐγὼ θὰ σᾶς δώσω στόμα καὶ σοφίαν, πρὸς τὴν ὁποίαν ὅλοι οἱ ἀντίπαλοί σας δὲν θὰ μπορέσουν νὰ ἀντισταθοῦν οὔτε νὰ ἀντείπουν. Θὰ παραδοθῆτε δὲ καὶ ἀπὸ γονεῖς καὶ ἀδελφοὺς καὶ ἀπὸ συγγενεῖς καὶ φίλους καὶ θὰ θανατώσουν μερικοὺς ἀπὸ σᾶς καὶ θὰ σᾶς μισοῦν ὅλοι ἐξ αἰτίας τοῦ ὀνόματός μου.

Ἀλλὰ δὲν θὰ χαθῇ οὔτε μιὰ τρίχα ἀπὸ τὸ κεφάλι σας· μὲ τὴν ὑπομονὴν σας θὰ κερδίσετε τὴν ζωήν σας.

Ὅταν δὲ ἰδῆτε νὰ κυκλώνεται ἡ Ἱερουσαλὴμ ἀπὸ στρατούς, τότε νὰ ξέρετε ὅτι ἐπλησίασε ἡ ἐρήμωσίς της. Τότε ἐκεῖνοι ποὺ θὰ εἶναι εἰς τὴν Ἰουδαίαν ἂς φύγουν εἰς τὰ βουνὰ καὶ ἐκεῖνοι ποὺ θὰ εἶναι εἰς τὴν πόλιν ἂς φύγουν ἔξω καὶ ἐκεῖνοι ποὺ θὰ εἶναι εἰς τὴν ὕπαιθρον ἂς μὴ μποῦν εἰς τὴν πόλιν, διότι ἡμέραι ἐκδικήσεως θὰ εἶναι αὐταί, διὰ νὰ ἐκπληρωθοῦν ὅλα τὰ γραμμένα. Ἀλλοίμονον εἰς τὰς γυναῖκας ποὺ θὰ εἶναι ἔγκυοι καὶ θὰ θηλάζουν κατ’ ἐκείνας τὰς ἡμέρας, διότι θὰ εἶναι δυστυχία μεγάλη εἰς τὴν χώραν καὶ ὀργὴ εἰς τὸν λαὸν τοῦτον. Θὰ πέσουν ἐν στόματι μαχαίρας, θὰ ὁδηγηθοῦν αἰχμάλωτοι εἰς ὅλα τὰ ἔθνη καὶ ἡ Ἱερουσαλὴμ θὰ καταπατῆται ἀπὸ ἐθνικούς, ἕως ὅτου συμπληρωθοῦν οἱ χρόνοι τῶν ἐθνικῶν.

Θὰ γίνουν σημεῖα εἰς τὸν ἥλιον, εἰς τὴν σελήνην καὶ εἰς τὰ ἄστρα καὶ εἰς τὴν γῆν ἀγωνία τῶν ἐθνῶν ἀπὸ τὴν ἀμηχανίαν τους ἕνεκα τοῦ ἤχου καὶ τῆς ἀναταραχῆς τῆς θαλάσσης. Θὰ λυποθυμοῦν ἄνθρωποι ἀπὸ τὸν φόβον τους καὶ τὴν ἀναμονήν τῶν ἐπερχομένων εἰς τὸν κόσμον, διότι αἱ δυνάμεις τῶν οὐρανῶν θὰ σαλευθοῦν.

Καὶ τότε θὰ ἰδοῦν τὸν Υἱὸν τοῦ ἀνθρώπου νὰ ἔρχεται μέσα σὲ σύννεφο μὲ δύναμιν καὶ δόξαν πολλήν. Ὅταν ἀρχίσουν νὰ γίνωνται αὐτά, τότε κυττάξτε πρὸς τὰ πάνω καὶ σηκῶστε τὰ κεφάλια σας, διότι πλησιάζει ἡ ἀπολύτρωσίς σας».

Καὶ εἶπε μίαν παραβολήν: «Παρατηρῆστε τὴν συκιὰ καὶ ὅλα τὰ δένδρα. Ὅταν ἤδη βλαστήσουν, βλέπετε καὶ καταλαβαίνετε μόνοι σας ὅτι πλησιάζει πιὰ τὸ καλοκαῖρι. Ἔτσι καὶ ὅταν ἰδῆτε νὰ γίνωνται αὐτά, θὰ γνωρίζετε ὅτι εἶναι πλησίον ἡ βασιλεία τοῦ Θεοῦ. Ἀλήθεια σᾶς λέγω, ὅτι δὲν θὰ περάσῃ ἡ γενεὰ αὐτή, πρὶν γίνουν ὅλα αὐτά. Ὁ οὐρανὸς καὶ ἡ γῆ θὰ παρέλθουν, οἱ λόγοι μου ὅμως δὲν θὰ παρέλθουν. Προσέχετε δὲ τὸν ἑαυτόν σας μήπως οἱ καρδιές σας γίνουν βαρειὲς ἀπὸ κρεπάλην καὶ μέθην καὶ ἀπὸ φροντίδες βιοτικὲς καὶ σᾶς ἔλθῃ ἔξαφνα ἡ ἡμέρα ἐκείνη, διότι θὰ ἔλθῃ σὰν παγίδα σ’ ὅλους ποὺ κάθονται εἰς ὅλην τὴν γῆν.

Ἀγρυπνεῖτε λοιπόν, προσευχόμενοι πάντοτε διὰ νὰ καταξιωθῆτε νὰ ἀποφύγετε ὅλα αὐτὰ ποὺ μέλλουν νὰ γίνουν καὶ νὰ σταθῆτε ἐμπρὸς εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου».

Κατά Λουκάν (κδ΄ 12 - 35)

Εν ταῖς ημέραις ἐκεῖναις, ἀναστὰς ὁ Πέτρος ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός.

Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς. Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.

Εἶπε δὲ πρὸς αὐτούς· τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες καί ἐστε σκυθρωποί; Ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;

Καὶ εἶπεν αὐτοῖς· ποῖα; οἱ δὲ εἶπον αὐτῷ· τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ, ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾿ οὗ ταῦτα ἐγένετο. Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.

Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται! Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωυσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ.

Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι· καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν. Καὶ εἶπον πρὸς ἀλλήλους· οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

 

Απόδοση στη νεοελληνική:

ProsEmaousΤις ημέρες ἐκείνες, ἐσηκώθηκε ὁ Πέτρος καὶ ἔτρεξε εἰς τὸ μνῆμα καὶ ὅταν ἔσκυψε, εἶδε μόνον τὰ σάβανα καὶ ἐπῆγες σπίτι του θαυμάζων διὰ τὸ γεγονός.

Τὴν ἴδια ἡμέρα δύο ἀπ’ αὐτούς, ἐπῆγαν σ’ ἕνα χωριὸ ποὺ ἀπεῖχε ἑξῆντα στάδια ἀπὸ τὴν Ἱερουσαλὴμ καὶ ὠνομάζετο Ἐμμαούς. Καὶ μιλοῦσαν μεταξύ τους δι’ ὅλα αὐτὰ τὰ συμβάντα. Καὶ ἐνῷ ἐμιλοῦσαν καὶ συζητοῦσαν, ὁ Ἰησοῦς ὁ ἴδιος τοὺς ἐπλησίασε καὶ ἐβάδιζε μαζί τους. Ἀλλὰ κάτι ἐκρατοῦσε τὰ μάτια τους, ὥστε νὰ μὴ μποροῦν νὰ τὸν ἀναγνωρίσουν.

Τοὺς ἐρώτησε, «Τί εἶναι αὐτὰ ποὺ συζητεῖτε μεταξύ σας κατὰ τὴν πορείαν καὶ γιατὶ εἶσθε σκυθρωποί;». Ὅ ἕνας, ὁ ὀνομαζόμενος Κλεώπας, τοῦ ἀπεκρίθη, «Σὺ εἶσαι ὁ μόνος ποὺ κατοικεῖ εἰς τὴν Ἱερουσαλὴμ χωρὶς νὰ ξέρῃ ὅσα συνέβησαν ἐκεῖ αὐτὰς τὰς ἡμέρας;»

Καὶ αὐτὸς τοὺς εἶπε, «Ποιά;». Ἐκεῖνοι ἀπεκρίθησαν, «Τὰ σχετικὰ μὲ τὸν Ἰησοῦν τὸν Ναζωραῖον, ὁ ὁποῖος ἦτο προφήτης δυνατὸς εἰς ἔργα καὶ λόγους ἐνώπιον τοῦ Θεοῦ καὶ ὅλου τοῦ λαοῦ καὶ πῶς οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντές μας τὸν παρέδωκαν νὰ καταδικασθῇ εἰς θάνατον καὶ τὸν ἐσταύρωσαν. Ἐμεῖς δὲ ἐλπίζαμεν ὅτι αὐτὸς εἶναι ποὺ μέλλει νὰ λυτρώσῃ τὸν Ἰσραήλ. Καὶ σὰν νὰ μὴν ἦτο αὐτὸ ἀρκετόν, εἶναι σήμερα ἡ τρίτη ἡμέρα ἀφ’ ὅτου συνέβησαν αὐτά. Καὶ μερικὲς γυναῖκες ἀπὸ τὸν κύκλον μας μᾶς ἐξέπληξαν· ἐπῆγαν πολὺ πρωί εἰς τὸ μνῆμα ἀλλὰ δὲν εὑρῆκαν τὸ σῶμα του καὶ ὅταν ἐπέστρεψαν ἔλεγαν ὅτι εἶδαν καὶ ὀπτασίαν ἀγγέλων, οἱ ὁποῖοι εἶπαν ὅτι αὐτὸς ζῆ. Ἐπῆγαν καὶ μερικοὶ ἀπὸ ἐκείνους ποὺ ἦσαν μαζί μας εἰς τὸ μνῆμα καὶ τὸ εὑρῆκαν ὅπως εἶχαν πῆ οἱ γυναῖκες, αὐτὸν ὅμως δὲν τὸν εἶδαν».

Αὐτὸς τότε τοὺς εἶπε, «Ὦ ἀνόητοι καὶ βραδύνοοι εἰς τὸ νὰ πιστεύετε εἰς ὅλα ὅσα ἐλάλησαν οἱ προφῆται! Δὲν ἔπρεπε ὁ Χριστὸς νὰ πάθῃ ὅλα αὐτὰ καὶ νὰ εἰσέλθῃ εἰς τὴν δόξαν του;» Ὕστερα ἄρχισε ἀπὸ τὸν Μωϋσῆν καὶ ὅλους τοὺς προφήτας καὶ τοὺς ἐρμήνευε ὅσα ἀνεφέροντο γι’ αὐτὸν εἰς ὅλας τὰς γραφάς.

Καὶ ἐπλησίασαν εἰς τὸ χωριὸ εἰς τὸ ὁποῖον ἐπήγαιναν, αὐτὸς δὲ προσποιήθηκε ὅτι πηγαίνει μακρύτερα. Ἀλλὰ τὸν ἐπίεζαν καὶ τοῦ ἔλεγαν, «Μεῖνε μαζί μας, διότι πλησιάζει ἡ ἑσπέρα, καὶ ἡ ἡμέρα εἶναι σχεδὸν εἰς τὸ τέλος». Καὶ ἐμπῆκε διὰ νὰ μείνῃ μαζί τους. Ὅταν ἐκάθησε εἰς τὸ τραπέζι μαζί τους, ἐπῆρε τὸ ψωμί, τὸ εὐλόγησε καὶ ἀφοῦ τὸ ἔκοψε τοὺς τὸ ἔδωκε. Τότε ἀνοίχθηκαν τὰ μάτια τους καὶ τὸν ἀνεγνώρισαν, ἀλλ’ αὐτὸς ἔγινε ἄφαντος. Καὶ εἶπαν μεταξύ τους, «Δὲν ἔκαιε μέσα μας ἡ καρδιά μας καθὼς μᾶς ἐμιλοῦσε εἰς τὸν δρόμον καὶ μᾶς ἐξηγοῦσε τὰς γραφάς;». Καὶ ἐσηκώθηκαν ἀμέσως καὶ ἐπέστρεψαν εἰς τὴν Ἱερουσαλὴμ καὶ εὑρῆκαν τοὺς ἕνδεκα καὶ ὅσους ἦσαν μαζί τους νὰ εἶναι μαζεμμένοι καὶ νὰ λέγουν ὅτι ἀληθῶς ὁ Κύριος ἀναστήθηκε καὶ ἐμφανίσθηκε εἰς τὸν Σίμωνα. Τότε αὐτοὶ διηγήθηκαν ὅσα συνέβησαν εἰς τὸν δρόμον καὶ πῶς τὸν ἀνεγνώρισαν ὅταν ἔκοβε τὸ ψωμί.

Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 34 επισκέπτες

Εμφανίσεις Άρθρων
4747169

Copyright © 2021 Οικονόμος Χρήστος Πυτιρίνης. Με την επιφύλαξη παντός δικαιώματος. 

Δημιουργία ιστοτόπου: CJ web Services & Eshop

grafiko 2

Search