Κατά Ματθαίον (ια΄ 27 - 30)

Εἶπεν ὁ Κύριος· πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
 
Ἀπόδοση στη νεοελληνική:
 
Εἶπεν ὁ Κύριος:
«Ὅλα μοῦ παρεδόθησαν ἀπὸ τὸν Πατέρα μου καὶ κανεὶς δὲν γνωρίζει καλὰ τὸν Υἱόν, παρὰ ὁ Πατέρας, οὔτε τὸν Πατέρα γνωρίζει καλὰ κανείς, παρὰ ὁ Υἱὸς καὶ ἐκεῖνος εἰς τὸν ὁποῖον θέλει ὁ Υἱὸς νὰ τὸν ἀποκαλύψῃ. Ἐλᾶτε σ’ ἐμὲ ὅλοι σεῖς, ποὺ εἶσθε κουρασμένοι καὶ φορτωμένοι, καὶ ἐγὼ θὰ σᾶς δώσω ἀνάπαυσιν. Σηκῶστε ἐπάνω σας τὸν ζυγόν μου καὶ μάθετε ἀπὸ ἐμέ, ὅτι εἶμαι πρᾶος καὶ ταπεινὸς στὴν καρδιά καὶ θὰ βρῆτε ἀνάπαυσιν στὶς ψυχές σας. Ὁ ζυγός μου εἶναι ἁπαλὸς καὶ τὸ φορτίο μου ἐλαφρόν».