Ευαγγελικά Αναγνώσματα

ΕΚ ΤΟΥ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ

Κατά Ματθαίον (θ΄ 1-8)

Τῷ καιρῷ εκείνω, ἐμβὰς ὁ ᾿Ιησοῦς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
Καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ.
Καὶ ἰδὼν ὁ ᾿Ιησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
Καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

Απόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, ἐμπῆκε ὁ ᾿Ιησοῦς εἰς πλοιάριο, ἐπέρασε ἀπέναντι καὶ ἦλθεν εἰς τὴν δική του πόλιν. Καὶ τοῦ ἔφεραν ἕνα παράλυτον, ξαπλωμένον σὲ ἕνα κρεββάτι. Ὁ Ἰησοῦς ὅταν εἶδε τὴν πίστιν τους, εἶπε εἰς τὸν παράλυτον, «Ἔχε θάρρος, παιδί μου. Σοῦ συγχωροῦνται αἱ ἁμαρτίαι σου».
Καὶ μερικοὶ ἀπὸ τοὺς γραμματεῖς εἶπαν μέσα τους, «Αὐτὸς βλασφημεῖ».
Ὁ δὲ Ἰησοῦς, ἐπειδὴ κατάλαβε τὰς σκέψεις των, , εἶπε, «Γιατὶ σκέπτεσθε πονηρὰ μέσα στὴν καρδιά σας; Τὶ εἶναι εὐκολώτερον νὰ πῶ «Σοῦ συγχωροῦνται αἱ ἁμαρτίαι σου» ἢ νὰ πῶ «Σήκω ἐπάνω καὶ περπάτει»; Ἀλλὰ διὰ νὰ μάθετε ὅτι ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔχει ἐξουσίαν νὰ συγχωρῇ ἁμαρτίας ἐπὶ τῆς γῆς», - τότε λέγει εἰς τὸν παράλυτον, «Σήκω ἐπάνω, πάρε τὸ κρεββάτι σου καὶ πήγαινε εἰς τὸ σπίτι σου».
Αὐτὸς ἐσηκώθηκε καὶ ἐπῆγε εἰς τὸ σπίτι του. Ὅταν εἶδεν αὐτὸ ὁ κόσμος, ἐθαύμασε καὶ δόξασε τὸν Θεόν, ποὺ ἔδωσε τέτοιαν ἐξουσίαν εἰς τοὺς ἀνθρώπους.

Κατά Ματθαίον (θ΄ 27-35)

Τῷ καιρῷ εκείνῳ, ἠκολούθησαν τῷ Ἰησοῦ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, υἱὲ Δαυῒδ. Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· ναί, Κύριε. Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· ὁρᾶτε μηδεὶς γινωσκέτω. Οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.

Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.

Οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.

Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

 

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, ἀκολούθησαν τὸν Ἰησοῦ δύο τυφλοί, οἱ ὁποίοι ἐφώναζαν, «Ἐλέησέ μας, υἱὲ τοῦ Δαυΐδ». Μόλις δὲ ἔφθασε εἰς τὸ σπίτι, ἦλθαν εἰς αὐτὸν οἱ τυφλοὶ καὶ ὁ Ἰησοῦς τοὺς λέγει, «Πιστεύετε ὅτι ἔχω τὴν δύναμιν νὰ κάνω αὐτὸ ποὺ ζητᾶτε;». Λέγουν εἰς αὐτόν, «Ναὶ, Κύριε». Τότε ἄγγιξε τὰ μάτια τους καὶ εἶπε, «Σύμφωνα μὲ τὴν πίστιν σας, ἂς γίνῃ». Καὶ ἄνοιξαν τὰ μάτια τους καὶ εἰς αὐστηρὸ τόνο τοὺς παρήγγειλε ὁ Ἰησοῦς καὶ τοὺς εἶπε, «Προσέχετε, κανεὶς νὰ μὴν τὸ μάθῃ». Αὐτοὶ ὅμως μόλις ἐβγῆκαν, τὸν διεφήμισαν εἰς ὅλην τὴν χώραν ἐκείνην.

Ἐνῷ αὐτοὶ ἔβγαιναν, τοῦ ἔφεραν ἕναν ἄνθρωπον βωβὸν δαιμονισμένον. Καὶ ἀφοῦ τὸ δαιμόνιον ἐκδιώχθηκε, ἐμίλησε ὁ βωβός. Καὶ ἐθαύμασε ὁ κόσμος καὶ ἔλεγεν, "Τέτοια πράγματα δὲν ἐφάνησαν ποτὲ εἰς τὸ Ἰσραήλ".

Οἱ δὲ Φαρισαῖοι ἔλεγαν, «Εἰς τὸ ὄνομα τοῦ ἄρχοντος τῶν δαιμονίων βγάζει δαιμόνια».

Καὶ περιήρχετο ὁ Ἰησοῦς ὅλας τὰς πόλεις καὶ τὰ χωριὰ καὶ ἐδίδασκε εἰς τὰς συναγωγάς των καὶ ἐκήρυττε τὸ εὐαγγέλιον περὶ τῆς βασιλείας καὶ ἐθεράπευε κάθε ἀσθένειαν καὶ κάθε ἀδυναμίαν τοῦ λαοῦ.

Κατά Ματθαίον (θ΄ 36, ι΄ 1-8)

Τῷ καιρῷ εκείνω, ιδὼν ὁ Ἰησοῦς τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐρριμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα.
Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά εἰσι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ ᾿Αλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, Σίμων ὁ Κανανίτης καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.
Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Απόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, βλέποντας το πλήθος ὁ Ἰησοῦς, τοὺς σπλαγχνίσθηκε, διότι ἦσαν κατακουρασμένοι καὶ παρατημένοι σὰν πρόβατα ποὺ δὲν ἔχουν βοσκό.
Καὶ ἀφοῦ προσκάλεσε τοὺς δώδεκα μαθητὰς του, τοὺς ἔδωσε ἐξουσίαν ἐπάνω στὰ ἀκάθαρτα πνεύματα, νὰ τὰ βγάζουν καὶ νὰ θεραπεύουν κάθε ἀσθένειαν καὶ κάθε ἀδυναμίαν.
Τῶν δώδεκα ἀποστόλων ετὰ ὀνόματα εἶναι τὰ ἑξῆς: Πρῶτος ὁ Σίμων, ὁ ὁποῖος ὀνομάζεται Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφός του καὶ Ἰάκωβος ὁ υἱὸς τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφός του, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ υἱὸς τοῦ Ἀλφαίου καὶ Λεββαῖος, ὁ ὁποῖος ὠνομάσθη Θαδδαῖος, Σίμων ὁ Κανανίτης καὶ Ἰούδας ὁ Ἰσκαριώτης, ὁ ὁποῖος καὶ τὸν παρέδωσε.
Αὐτοὺς τοὺς δώδεκα ἔστειλε ὁ Ἰησοῦς καὶ τοὺς παρήγγειλε τὰ ἑξῆς, «Πρὸς τοὺς ἐθνικοὺς μὴ πηγαίνετε καὶ σὲ πόλιν τῶν Σαμαρειτῶν μὴ μπαίνετε, ἀλλὰ πηγαίνετε μάλλον εἰς τὰ χαμένα πρόβατα τῆς γενεᾶς τοῦ Ἰσραήλ».
«Καθὼς πηγαίνετε, νὰ κηρύττετε καὶ νὰ λὲγετε ὅτι ἐπλησίασε ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενεῖς νὰ θεραπεύετε, νεκροὺς νὰ ἀνασταίνετε, λεπροὺς νὰ καθαρίζετε, δαιμόνια νὰ διώχνετε. Δωρεὰν ἐλάβατε, δωρεὰν δώσατε.

Κατά Ματθαίον (θ΄ 9-13)

Τῷ καιρῷ εκείνω, παράγων ὁ Ἰησοῦς, εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. Καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;
Ὁ δὲ ᾿Ιησοῦς ἀκούσας εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες.
Πορευθέντες δὲ μάθετε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν. Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, ἐνῷ προχωροῦσε ὁ Ἰησοῦς, εἶδε ἕναν ἄνθρωπον νὰ κάθεται εἰς τὸ τελωνεῖον, ὁ ὁποῖος ὠνομάζετο Ματθαῖος, καὶ τοῦ λέγει, «Ἀκολούθησέ με». Καὶ ἐκεῖνος ἐσηκώθηκε καὶ τὸν ἀκολούθησε.
Καὶ ἐνῷ αὐτὸς ἐκαθότανε εἰς τὸ τραπέζι εἰς τὸ σπίτι, ἦλθαν πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ καὶ ἔτρωγαν μαζὶ μὲ τὸν Ἰησοῦν καὶ τοὺς μαθητάς του. Καὶ ὅταν εἶδαν αὐτὸ οἱ Φαρισαῖοι, ἔλεγαν εἰς τοὺς μαθητάς του, «Γιατὶ ὁ διδάσκαλός σας τρώγει μαζί μὲ τοὺς τελώνας καὶ τοὺς ἁμαρτωλούς;».
Ὅταν τὸ ἄκουσε ὁ Ἰησοῦς, εἶπε, «Δὲν ἔχουν ἀνάγκην ἀπὸ ἰατρὸν οἱ ὑγιεῖς ἀλλὰ οἱ ἀσθενεῖς.
Πηγαίνετε νὰ μάθετε τὶ σημαίνει, Ἀγάπην θέλω καὶ ὄχι θυσίαν. Διότι δὲν ἦλθα νὰ καλέσω εἰς μετάνοιαν δικαίους ἀλλὰ ἁμαρτωλούς».

Κατά Ματθαίον (ι΄ 1, 5-8)

Τῷ καιρῷ εκείνω, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, προσκάλεσε ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς του, τοὺς ἔδωσε ἐξουσίαν ἐπάνω στὰ ἀκάθαρτα πνεύματα, νὰ τὰ βγάζουν καὶ νὰ θεραπεύουν κάθε ἀσθένειαν καὶ κάθε ἀδυναμίαν.
Αὐτοὺς τοὺς δώδεκα ἔστειλε ὁ Ἰησοῦς καὶ τοὺς παρήγγειλε τὰ ἑξῆς, «Πρὸς τοὺς ἐθνικοὺς μὴ πηγαίνετε καὶ σὲ πόλιν τῶν Σαμαρειτῶν μὴ μπαίνετε, ἀλλὰ πηγαίνετε μάλλον εἰς τὰ χαμένα πρόβατα τῆς γενεᾶς τοῦ Ἰσραήλ».
«Καθὼς πηγαίνετε, νὰ κηρύττετε καὶ νὰ λὲγετε ὅτι ἐπλησίασε ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενεῖς νὰ θεραπεύετε, νεκροὺς νὰ ἀνασταίνετε, λεπροὺς νὰ καθαρίζετε, δαιμόνια νὰ διώχνετε.»

Κατά Ματθαίον (ι΄ 32–33, 37–38, ιθ΄ 27–30)

Εἶπεν ὁ Κύριος· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.

Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;

Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

Ἀπόδοση στη νεοελληνική:

Εἶπε ὁ Κύριος: «Καθέναν ποὺ θὰ μὲ ὁμολογήσῃ ἐμπρὸς στοὺς ἀνθρώπους, θὰ τὸν ὁμολογήσω καὶ ἐγὼ ἐμπρὸς στὸν Πατέρα μου τὸν οὐράνιον. Ἐκεῖνον ὅμως ποὺ θὰ μὲ ἀρνηθῇ ἐμπρὸς στοὺς ἀνθρώπους, θὰ τὸν ἀρνηθῶ καὶ ἐγὼ ἐμπρὸς στὸν Πατέρα μου τὸν οὐράνιον. Ἐκεῖνος ποὺ ἀγαπᾶ πατέρα ἢ μητέρα περισσότερον ἀπὸ ἐμέ, δὲν μοῦ εἶναι ἄξιος. Καὶ ἐκεῖνος, ποὺ ἀγαπᾶ υἱόν ἢ θυγατέρα περισσότερον ἀπὸ ἐμέ, δὲν μοῦ εἶναι ἄξιος. Καὶ ἐκεῖνος, ποὺ δὲν παίρνει τὸν σταυρόν του καὶ δὲν μὲ ἀκολουθεῖ δὲν μοῦ εἶναι ἄξιος.»

Τότε ἔλαβε τὸν λόγον ὁ Πέτρος καὶ τοῦ εἶπε: «Νὰ, ἐμεῖς ποὺ ἀφήκαμε ὅλα καὶ σὲ ἀκολουθήσαμε· τὶ λοιπὸν θὰ ἀπολαύσωμεν;».

Ὁ δὲ Ἰησοῦς τοὺς εἶπε: «Ἀλήθεια σᾶς λέγω, ὅτι σεῖς, οἱ ὁποίοι μὲ ἀκολουθήσατε, ὅταν ὁ Υἱὸς τοῦ ἀνθρώπου θὰ καθήσῃ εἰς τὸν θρόνον τῆς δόξης του εἰς τὴν Νέαν Δημιουργίαν, θὰ καθήσετε καὶ σεῖς σὲ δώδεκα θρόνους, διὰ νὰ κρίνετε τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ καθένας ποὺ ἀφῆκε σπίτια ἢ ἀδελφούς ἢ ἀδελφές ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ παιδιά ἢ χωράφια διὰ τὸ ὄνομά μου, θὰ πάρῃ ἑκατὸ φορὲς περισσότερα καὶ θὰ κληρονομήσῃ ζωὴν αἰώνιον. Πολλοὶ δέ, οἱ ὁποίοι εἶναι πρῶτοι, θὰ γίνουν τελευταῖοι, καὶ ἐκεῖνοι ποὺ εἶναι τελευταῖοι, θᾶ γίνουν πρῶτοι».

Κατά Ματθαίον (ια΄ 27 - 30)

Εἶπεν ὁ Κύριος· πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
 
Ἀπόδοση στη νεοελληνική:
 
Εἶπεν ὁ Κύριος:
«Ὅλα μοῦ παρεδόθησαν ἀπὸ τὸν Πατέρα μου καὶ κανεὶς δὲν γνωρίζει καλὰ τὸν Υἱόν, παρὰ ὁ Πατέρας, οὔτε τὸν Πατέρα γνωρίζει καλὰ κανείς, παρὰ ὁ Υἱὸς καὶ ἐκεῖνος εἰς τὸν ὁποῖον θέλει ὁ Υἱὸς νὰ τὸν ἀποκαλύψῃ. Ἐλᾶτε σ’ ἐμὲ ὅλοι σεῖς, ποὺ εἶσθε κουρασμένοι καὶ φορτωμένοι, καὶ ἐγὼ θὰ σᾶς δώσω ἀνάπαυσιν. Σηκῶστε ἐπάνω σας τὸν ζυγόν μου καὶ μάθετε ἀπὸ ἐμέ, ὅτι εἶμαι πρᾶος καὶ ταπεινὸς στὴν καρδιά καὶ θὰ βρῆτε ἀνάπαυσιν στὶς ψυχές σας. Ὁ ζυγός μου εἶναι ἁπαλὸς καὶ τὸ φορτίο μου ἐλαφρόν».

Κατά Ματθαίον (ιβ΄ 15-21)

Τῷ καιρῷ εκείνω, ἠκολούθησαν τῷ Ἰησοῦ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν ποιήσωσιν αὐτόν, ὅπως πληρωθῇ τὸ ρηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος·

Ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾿ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ· οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνήν αὐτοῦ. Κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι.

Απόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, ἀκολούθησε τὸν Ἰησοῦ πολὺς κόσμος καὶ τοὺς ἐθεράπευσε ὅλους, καὶ μὲ αύστηρὸν τόνον τοὺς διέταξε νὰ μὴν τὸν φανερώσουν, διὰ νὰ ἀληθεύσῃ ἐκεῖνο, ποὺ εἶπε ὁ προφήτης Ἡσαΐας:

«Ἰδοὺ ὁ δοῦλος μου, τὸν ὁποῖον ἐδιάλεξα, ὁ ἀγαπητός μου, εἰς τὸν ὁποῖον εὐαρεστήθηκε ἡ ψυχή μου. Θὰ τοῦ δώσω τὸ Πνεῦμα μου καὶ θὰ διακηρύξῃ δικαιοσύνην εἰς τὸν ἐθνικό κόσμον. Δὲν θὰ φιλονικῇ, οὔτε θὰ φωνάζῃ, οὔτε θὰ ἀκούῃ κανεὶς τὴν φωνήν του εἰς τὰς πλατείας. Καλάμι ραγισμένο δὲν θὰ τὸ σπάσῃ καὶ λυχνάρι ποὺ καπνίζει δὲν θὰ τὸ σβήσῃ, ἕως ὅτου κάνῃ τὴν δικαιοσύνην νὰ νικήσῃ. Καὶ στὸ ὄνομά του ἔθνη θὰ ἐλπίζουν».

Κατά Ματθαίον (ιγ΄ 44-54)

Εἶπεν ὁ Κύριος· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε καὶ ἠγόρασεν αὐτόν. Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· ἥν, ὅτε ἐπληρώθη, ἀναβιβάσαντες αὐτὴν ἐπὶ τὀν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. Οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. Ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Λέγει αὐτοῖς ὁ Ἰησοῦς· συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ, ναί, Κύριε.

Ὁ δὲ εἶπεν αὐτοῖς· διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.

Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας μετῆρεν ἐκεῖθεν, καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;

Ἀπόδοση στη νεοελληνική:

Εἶπεν ὁ Κύριος: «Ἡ βασιλεία τῶν οὐρανῶν μοιάζει μὲ θησαυρόν, ὁ ὁποῖος εἶναι κρυμμένος σὲ χωράφι καὶ τὸν ὁποῖον κάποιος ἄνθρωπος, ὅταν τὸν εὐρῆκε, τὸν ἔκρυψε καὶ ἀπὸ τὴν χαράν του πηγαίνει καὶ πωλεῖ ὅσα ἔχει καὶ ἀγοράζει τὸ χωράφι ἐκεῖνο. Πάλιν ἡ βασιλεία τῶν οὐρανῶν μοιάζει μὲ ἔμπορον, ὁ ὁποῖος ζητεῖ καλὰ μαργαριτάρια. Ὅταν δὲ βρῇ ἕνα πολύτιμο μαργαριτάρι, πηγαίνει καὶ πωλεῖ ὅλα ὅσα ἔχει καὶ τὸ ἀγοράζει. Πάλι μοιάζει ἡ βασιλεία τῶν οὐρανῶν μὲ ἕνα δίχτυ ποὺ τὸ ἔριξαν εἰς τὴν θάλασσαν καὶ ἐμάζεψε κάθε εἶδος ψάρια. Ὅταν ἐγέμισε, τὸ ἔφεραν εἰς τὴν ἀκτὴν, ἐκάθησαν δὲ καὶ ἐμάζεψαν τὰ καλὰ σὲ ἀγγεῖα, τὰ δὲ σάπια τὰ ἐπέταξαν. Τὸ ἴδιο θὰ συμβῇ καὶ κατὰ τὴν συντέλειαν τοῦ κόσμου. Θὰ βγοῦν οἱ ἄγγελοι καὶ θὰ χωρίσουν τοὺς πονηροὺς ἀπὸ τοὺς δικαίους καὶ θὰ τοὺς ρίξουν εἰς τὸ καμίνι ποὺ καίει. Ἐκεῖ θὰ εἶναι τὸ κλάμα καὶ τὸ τρίξιμο τῶν δοντιῶν».

Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς, «Καταλάβατε ὅλα αὐτά;». Αὐτοὶ τοῦ λέγουν, «Ναὶ Κύριε».

Καὶ ἐκεῖνος τοὺς εἶπε, «Διὰ τοῦτο κάθε γραμματεύς, ὁ ὁποῖος ἐδιδάχθηκε τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν, μοιάζει μὲ ἄνθρωπον οἰκοδεσπότην, ὁ ὁποῖος βγάζει ἀπὸ τὸν θησαυρόν του καινούργια πράγματα καὶ παληά».

Ὅταν ὁ Ἰησοῦς ἐτελείωσε τὶς παραβολὲς αὐτές, ἔφυγε ἀπὸ ἐκεῖ. Καὶ ὅταν ἦλθε εἰς τὴν πατρίδα του, τοὺς ἐδίδακσε εἰς τὴν συναγωγή τους κατὰ τέτοιον τρόπον, ὥστε νὰ ἐκπλήσσωνται καὶ νὰ λέγουν, «Ἀπὸ ποῦ τοῦ ἦλθε αὐτὴ ἡ σοφία καὶ αἱ θαυματουργικαὶ δυνάμεις;»

Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 63 επισκέπτες

Εμφανίσεις Άρθρων
4745037

Copyright © 2021 Οικονόμος Χρήστος Πυτιρίνης. Με την επιφύλαξη παντός δικαιώματος. 

Δημιουργία ιστοτόπου: CJ web Services & Eshop

grafiko 2

Search