Κατά Μάρκον (ιβ΄ 28-38)

Τῷ καιρῷ εκείνω, προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν· ποία ἐστὶ πρώτη πάντων ἐντολή;
Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι πρώτη πάντων ἐντολή· ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι· καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. Αὕτη πρώτη ἐντολή. Καὶ δευτέρα ὁμοία, αὕτη· ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι.
Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, διδάσκαλε, ἐπ᾿ ἀληθείας εἶπας ὅτι εἷς ἐστι καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.
Καὶ ὁ Ἰησοῦς ἰδὼν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ· οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ· καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ· πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς Δαυὶδ ἐστι; Αὐτὸς γὰρ Δαυὶδ εἶπεν ἐν Πνεύματι Ἁγίῳ· λέγει ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Αὐτὸς οὖν Δαυὶδ λέγει αὐτὸν Κύριον· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστι; Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως. Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.

Απόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, ἐπλησίασε ἕνας άπὸ τοὺς γραμματεῖς, ὁ ὁποῖος τοὺς ἄκουσε νὰ συζητοῦν καὶ ἐπειδὴ ἐκατάλαβε ὅτι καλὰ ἀπεκρίθη, τὸν ἐρώτησε, «Ποιὰ εἶναι ἡ πρώτη ἀπὸ ὅλας τὰς ἐντολάς;
Ὁ Ἰησοῦς τοῦ ἀπεκρίθη, «Ἡ πρώτη ἐντολὴ εἶναι, Ἄκουε, Ἰσραήλ, ὁ Κύριος ὁ Θεός μας εἶναι ἕνας Κύριος. Καὶ νὰ ἀγαπᾷς τὸν Κύριον τὸν Θεόν σου μὲ ὅλην σου τὴν καρδιὰ καὶ μὲ ὅλην σου τὴν ψυχὴν καὶ μὲ ὅλην σου τὴν διάνοιαν καὶ μὲ ὅλην σου τὴν δύναμιν. Αὐτὴ εἶναι ἡ πρώτη ἐντολή. Ἡ δεύτερη εἶναι αὐτή, Νὰ ἀγαπᾷς τὸν πλησίον σου σὰν τὸν ἑαυτόν σου. Δὲν ὑπάρχει ἐντολὴ μεγαλύτερη ἀπὸ αὐτές».
Καὶ εἶπε εἰς αὐτὸν ὁ γραμματεύς, «Καλά, Διδάκαλε. Ὀρθὰ εἶπες ὅτι ἕνας Θεὸς ὑπάρχει καὶ δὲν ὑπάρχει ἄλλος ἐκτὸς ἀπὸ αὐτόν, καὶ τὸ νὰ ἀγαπᾶμε αὐτὸν μὲ ὅλην τὴν καρδιὰ καὶ μὲ ὅλην τὴν διάνοιαν καὶ μὲ ὅλην τὴν ψυχὴν καὶ τὸ νὰ ἀγαπᾶμε τὸν πλησίον ὅπως τὸν ἑαυτόν μας, ἀξίζει περισσότερον ἀπὸ ὅλα τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας».
Καὶ ὁ Ἰησοῦς, ἐπειδὴ εἶδε ὅτι συνετὰ ἀπεκρίθη, τοῦ εἶπε, «Δὲν εἶσαι μακρυὰ ἀπὸ τὴν βασιλείαν τοῦ Θεοῦ». Καὶ κανεὶς πλέον δὲν ἐτολμοῦσε νὰ τὸν ἐρωτήσῃ. Καὶ ἔλεγε ὁ Ἰησοῦς κατὰ τὴν διδασκαλίαν του εἰς τὸν ναόν, «Πῶς λέγουν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς εἶναι υἱὸς τοῦ Δαυΐδ; Διότι ὁ ἴδιος ὁ Δαυΐδ εἶπε, ἐμπνευσθεὶς ἀπὸ τὸ Πνεῦμα τὸ Ἅγιον, «Εἶπε ὁ Κύριος εἰς τὸν Κύριόν μου, Κάθησε εἰς τὰ δεξιά μου ἕως ὅτου κάνω τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδιῶν σου. Ὁ ἴδιος λοιπὸν ὁ Δαυΐδ τὸν λέγει Κύριον, πῶς λοιπὸν εἶναι υἱός του;».
Πολὺς λαὸς τὸν ἄκουε εὐχάριστα. Καὶ κατὰ τὴν διδασκαλίαν του ἔλεγε, «Προσέχετε ἀπὸ τοὺς γραμματεῖς, εἰς τοὺς ὁποίους ἀρέσει νὰ κυκλοφοροῦν στολισμένοι καὶ ἀγαποῦν τοὺς χαιρετισμοὺς εἰς τὰς ἀγορᾶς.