Ευαγγελικά Αναγνώσματα

ΕΚ ΤΟΥ ΚΑΤΑ ΜΑΡΚΟΝ

Κατά Μάρκον (ιβ΄ 28-38)

Τῷ καιρῷ εκείνω, προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν· ποία ἐστὶ πρώτη πάντων ἐντολή;
Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι πρώτη πάντων ἐντολή· ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι· καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. Αὕτη πρώτη ἐντολή. Καὶ δευτέρα ὁμοία, αὕτη· ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι.
Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, διδάσκαλε, ἐπ᾿ ἀληθείας εἶπας ὅτι εἷς ἐστι καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.
Καὶ ὁ Ἰησοῦς ἰδὼν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ· οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ· καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ· πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς Δαυὶδ ἐστι; Αὐτὸς γὰρ Δαυὶδ εἶπεν ἐν Πνεύματι Ἁγίῳ· λέγει ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Αὐτὸς οὖν Δαυὶδ λέγει αὐτὸν Κύριον· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστι; Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως. Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.

Απόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, ἐπλησίασε ἕνας άπὸ τοὺς γραμματεῖς, ὁ ὁποῖος τοὺς ἄκουσε νὰ συζητοῦν καὶ ἐπειδὴ ἐκατάλαβε ὅτι καλὰ ἀπεκρίθη, τὸν ἐρώτησε, «Ποιὰ εἶναι ἡ πρώτη ἀπὸ ὅλας τὰς ἐντολάς;
Ὁ Ἰησοῦς τοῦ ἀπεκρίθη, «Ἡ πρώτη ἐντολὴ εἶναι, Ἄκουε, Ἰσραήλ, ὁ Κύριος ὁ Θεός μας εἶναι ἕνας Κύριος. Καὶ νὰ ἀγαπᾷς τὸν Κύριον τὸν Θεόν σου μὲ ὅλην σου τὴν καρδιὰ καὶ μὲ ὅλην σου τὴν ψυχὴν καὶ μὲ ὅλην σου τὴν διάνοιαν καὶ μὲ ὅλην σου τὴν δύναμιν. Αὐτὴ εἶναι ἡ πρώτη ἐντολή. Ἡ δεύτερη εἶναι αὐτή, Νὰ ἀγαπᾷς τὸν πλησίον σου σὰν τὸν ἑαυτόν σου. Δὲν ὑπάρχει ἐντολὴ μεγαλύτερη ἀπὸ αὐτές».
Καὶ εἶπε εἰς αὐτὸν ὁ γραμματεύς, «Καλά, Διδάκαλε. Ὀρθὰ εἶπες ὅτι ἕνας Θεὸς ὑπάρχει καὶ δὲν ὑπάρχει ἄλλος ἐκτὸς ἀπὸ αὐτόν, καὶ τὸ νὰ ἀγαπᾶμε αὐτὸν μὲ ὅλην τὴν καρδιὰ καὶ μὲ ὅλην τὴν διάνοιαν καὶ μὲ ὅλην τὴν ψυχὴν καὶ τὸ νὰ ἀγαπᾶμε τὸν πλησίον ὅπως τὸν ἑαυτόν μας, ἀξίζει περισσότερον ἀπὸ ὅλα τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας».
Καὶ ὁ Ἰησοῦς, ἐπειδὴ εἶδε ὅτι συνετὰ ἀπεκρίθη, τοῦ εἶπε, «Δὲν εἶσαι μακρυὰ ἀπὸ τὴν βασιλείαν τοῦ Θεοῦ». Καὶ κανεὶς πλέον δὲν ἐτολμοῦσε νὰ τὸν ἐρωτήσῃ. Καὶ ἔλεγε ὁ Ἰησοῦς κατὰ τὴν διδασκαλίαν του εἰς τὸν ναόν, «Πῶς λέγουν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς εἶναι υἱὸς τοῦ Δαυΐδ; Διότι ὁ ἴδιος ὁ Δαυΐδ εἶπε, ἐμπνευσθεὶς ἀπὸ τὸ Πνεῦμα τὸ Ἅγιον, «Εἶπε ὁ Κύριος εἰς τὸν Κύριόν μου, Κάθησε εἰς τὰ δεξιά μου ἕως ὅτου κάνω τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδιῶν σου. Ὁ ἴδιος λοιπὸν ὁ Δαυΐδ τὸν λέγει Κύριον, πῶς λοιπὸν εἶναι υἱός του;».
Πολὺς λαὸς τὸν ἄκουε εὐχάριστα. Καὶ κατὰ τὴν διδασκαλίαν του ἔλεγε, «Προσέχετε ἀπὸ τοὺς γραμματεῖς, εἰς τοὺς ὁποίους ἀρέσει νὰ κυκλοφοροῦν στολισμένοι καὶ ἀγαποῦν τοὺς χαιρετισμοὺς εἰς τὰς ἀγορᾶς.

Κατά Μάρκον (ιε΄ 43 – ιστ΄ 8)

Εν ταις ημέραις ἐκείναις, ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. Καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.
Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. Καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.

Απόδοση στη νεοελληνική:

Τις ημέρες ἐκείνες, ἦλθε ὁ Ἰωσήφ, ὁ ἀπὸ Ἀριμαθαίας, ὁ ὁποῖος ἦτο σημαίνων βουλευτὴς ποὺ περίμενε καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ. Αὐτὸς ἐτόλμησε καὶ ἦλθε εἰς τὸν Πιλᾶτον καὶ ἐζήτησε τὸ σῶμα τοῦ Ἰησοῦ. Ὁ Πιλᾶτος ἐξεπλάγη ὄταν ἄκουσε ὅτι εἶχε ἤδη πεθάνει. Καὶ ἐκάλεσε τὸν ἑκατόνταρχον καὶ τὸν ἐρώτησε ἐὰν εἶχε πεθάνει πρὸ πολλοῦ. Καὶ ὅταν ἐπληροφορήθηκε ἀπὸ τὸν ἑκατόνταρχον, ἐδώρησε τὸ σῶμα εἰς τὸν Ἰωσήφ. Αὐτὸς δὲ ἀγόρασε σινδόνι καὶ τὸν κατέβασε, τὸν ἐτύλιξε μὲ τὸ σινδόνι καὶ τὸν ἔθεσε εἰς μνῆμα, ποὺ ἦτο λαξευμένον εἰς βράχον καὶ ἐκύλισε ἕνα λίθον εἰς τὴν πόρτα τοῦ μνήματος. Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ Μαρία τοῦ Ἰωσῆ παρατηροῦσαν ποῦ τὸν βάζουν.
Ὅταν ἐπέρασε τὸ Σάββατον, ἡ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ Μαρία τοῦ Ἰακώβου καὶ ἡ Σαλώμη ἀγόρασαν ἀρώματα διὰ νὰ ἔλθουν νὰ τὸν ἀλείψουν. Καὶ πολὺ πρωΐ, τὴν πρώτην ἡμέραν τῆς ἑβδομάδος, ἔρχονται εἰς τὸ μνῆμα, ἀφοῦ εἶχε ἀνατείλει ὁ ἥλιος, καὶ ἔλεγαν μεταξύ τους, «Ποιὸς θὰ μᾶς κυλίσῃ τὸν λίθον ἀπὸ τὴν πόρτα τοῦ μνημείου;». Καὶ ὅταν ἐσήκωσαν τὰ μάτια τους, βλέπουν ὅτι ὁ λίθος εἶχε κυλισθῆ. Ἦτο δὲ πάρα πολὺ μεγάλος. Καὶ ὅταν ἐμπῆκαν εἰς τὸ μνῆμα, εἶδαν ἕνα νέον μὲ λευκὴν στολὴν νὰ κάθεται εἰς τὰ δεξιὰ καὶ κατελήφθησαν ἀπὸ φόβο. Αὐτὸς δὲ λέγει εἰς αὐτάς, «Μὴ τρομάζετε. Τὸν Ἰησοῦν ζητᾶτε τὸν Ναζαρηνὸν τὸν σταυρωμένον; Ἀναστήθηκε, δὲν εἶναι ἐδῶ. Νά ὁ τόπος ὅπου τὸν ἔβαλαν. Ἀλλὰ πηγαίνετε καὶ πέστε εἰς τοὺς μαθητάς του καὶ εἰς τὸν Πέτρον, «Πηγαίνει πρὶν ἀπὸ σᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ θὰ τὸν ἰδῆτε, καθὼς σᾶς εἶπε». Καὶ ἐβγῆκαν καὶ ἔφυγαν ἀπὸ τὸ μνημεῖον διότι τὰς κατεῖχε τρόμος καὶ ἔκπληξις. Καὶ σὲ κανέναν δὲν εἶπαν τίποτε, διότι ἐφοβοῦντο.

Κατά Μάρκον (στ΄ 14-30)

Τῷ καιρῷ εκείνω, ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης διὰ τὸν Ἰησοῦν· φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ· καὶ ἔλεγεν ὅτι Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. Ἄλλοι ἔλεγον ὅτι ᾿Ηλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστὶν ὡς εἷς τῶν προφητῶν. Ἀκούσας δὲ ὁ Ἡρῴδης εἶπεν ὅτι ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν.
Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησε τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. Ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.
Ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἐποίει καὶ ἡδέως αὐτοῦ ἤκουε.
Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης καὶ ἀρεσάσης τῷ Ἡρῴδη καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι. Καὶ ὤμοσεν αὐτῇ ὅτι ὃ ἐάν με αἰτήσῃς δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. Ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς· τί αἰτήσομαι; ἡ δὲ εἶπε· τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
Καὶ εἰσελθοῦσα εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· θέλω ἵνα μοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. Καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. Καὶ εὐθέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. Ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.

Απόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, ἄκουσε ὁ βασιλεὺς Ἡρώδης διὰ τὸν Ἰησοῦν, διότι τὸ ὄνομά του εἶχε γίνει γνωστόν, καὶ ἔλεγε ὅτι ὁ Ἰωάννης ὁ Βαπτιστὴς ἀναστήθηκε ἐκ τῶν νεκρῶν καὶ γι’ αὐτὸ αἱ θαυματουργικαὶ δυνάμεις ἐνεργοῦν δι’ αὐτοῦ. Ἄλλοι ἔλεγαν ὅτι εἶναι ὁ Ἠλίας, ἄλλοι ὅτι εἶναι προφήτης σὰν ἕνας ἀπὸ τοὺς Προφήτας. Ὅταν ἄκουσε αὐτὰ ὁ Ἡρώδης, εἶπε, «Αὐτὸς εἶναι ὁ Ἰωάννης, τὸν ὁποῖον ἐγὼ ἀποκεφάλισα. Ἀναστήθηκε ἐκ νεκρῶν».
Διότι ὁ Ἡρώδης εἶχε στείλει καὶ συλλάβει τὸν Ἰωάννην καὶ τὸν ἔδεσεν εἰς τὴν φυλακὴν ἐξ αἰτίας τῆς Ἡρωδιάδος, τῆς γυναίκας τοῦ Φιλίππου, τοῦ ἀδελφοῦ του, διότι τὴν εἶχε νυμφευθῆ. Καὶ ὁ Ἰωάννης ἔλεγε εἰς τὸν Ἡρώδην, «Δὲν σοῦ ἐπιτρέπεται νὰ ἔχῃς τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου».
Ἡ δὲ Ἡρωδιὰς ἔτρεφε μνησικακίαν ἐναντίον του καὶ ἤθελε νὰ τὸν σκοτώσῃ, ἀλλὰ δὲν μποροῦσε, διότι ὁ Ἡρώδης ἐφοβότανε τὸν Ἰωάννην, ἐπειδὴ ἤξερε ὅτι ἦτο ἄνδρας δίκαιος καὶ ἅγιος καὶ τὸν ἐπροστάτευε. Τὸν ἄκουε εὐχαρίστως, ἀλλὰ ὅσα ἄκουε τὸν ἔφεραν εἰς μεγάλην ἀπορίαν.
Κατάλληλη εὐκαιρία παρουσιάσθηκε, ὅταν ὁ Ἡρώδης, τὴν ἑορτὴν τῶν γενεθλίων του, παρέθεσε δεῖπνον εἰς τοὺς μεγιστᾶνας του καὶ εἰς τοὺς χιλιάρχους καὶ εἰς τοὺς προύχοντας τῆς Γαλιλαίας. Ὅταν ἐμπῆκε ἡ θυγατέρα τῆς Ἡρωδιάδος καὶ ἐχόρεψε, ἄρεσε εἰς τὸν Ἡρώδην καὶ εἰς τοὺς καλεσμένους, καὶ εἶπε ὁ βασιλεὺς εἰς τὸ κορίτσι, «Ζήτησέ μου ὅ,τι θέλεις καὶ θὰ σοῦ τὸ δώσω». Καὶ ὡρκίσθηκε εἰς αὐτήν, «Ὅ,τι δήποτε καὶ ἂν ζητήσῃς, θὰ σοῦ τὸ δώσω, ἕως τὸ μισὸ βασίλειόν μου». Αὐτὴ ἐβγῆκε ἔξω καὶ εἶπε εἰς τὴν μητέρα της, «Τί νὰ ζητήσω;». Ἡ μητέρα της τῆς εἶπε, «Τὸ κεφάλι τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ».
Καὶ ἀμέσως ἐμπῆκε μὲ βῆμα ταχὺ καὶ ἐζήτησε ἀπὸ τὸν βασιλέα, «Θέλω ἀμέσως νὰ μοῦ δώσῃς σ’ ἕνα πιάτο τὸ κεφάλι τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ». Καὶ ἐλυπήθηκε ὁ βασιλεύς, ἀλλ’ ἐξ αἰτίας τῶν ὅρκων καὶ τῶν καλεσμένων δὲν ἤθελε νὰ τῆς ἀρνηθῇ. Ἀμέσως ὁ βασιλεὺς ἔστειλε δήμιον καὶ διέταξε νὰ φέρῃ τὸ κεφάλι τοῦ Ἰωάννου. Καὶ ἐκεῖνος ἐπῆγε καὶ τὸν ἀπεκεφάλισε εἰς τὴν φυλακὴν καὶ ἔφερε τὸ κεφάλι του σ’ ἕνα πιάτο καὶ τὸ ἔδωκε εἰς τὸ κορίτσι καὶ τὸ κορίτσι τὸ ἔδωκε εἰς τὴν μητέρα της.
Καὶ ὅταν τὸ ἄκουσαν οἱ μαθηταὶ τοῦ Ἰωάννου, ἦλθαν καὶ ἐπῆραν τὸ σῶμα του καὶ τὸ ἔβαλαν σὲ μνημεῖον.
Οἱ ἀπόστολοι ἐπέστρεψαν εἰς τὸν Ἰησοῦν καὶ τοῦ ἀνήγγειλαν ὅλα ὅσα ἔκαναν καὶ ἐδίδαξαν.

Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 78 επισκέπτες

Εμφανίσεις Άρθρων
5461957

Copyright © 2023 Πρωτοπρεσβύτερος Χρήστος Πυτιρίνης. Με την επιφύλαξη παντός δικαιώματος. 

Δημιουργία ιστοτόπου: CJ web Services & Eshop

grafiko 2

Search