Ακολουθία Αγίου Νεκταρίου

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος α'
Ὢ τοῦ παραδόξου θαύματος

 

Ὢ τοῦ παραδόξου θαύματος! ἐν ἐσχάτοις καιροῖς, ὥσπερ λύχνος πάμφωτος, Νεκτάριος ὁ σοφός, τῷ κόσμῳ ἔλαμψε, καὶ ηὔγασε τοῖς πιστοῖς, Εὐαγγελίου τὸ φῶς τὸ ὑπέρλαμπρον, ἐν λόγῳ θεοπρεπεῖ, καὶ πολιτείᾳ ἀμέμπτῳ καὶ κρείττονι. Ὅθεν τῇ τοῦ Παρακλήτου, δωρεᾷ δεδόξασται, καὶ παρέχει ἀπαύστως, τοῖς αἰτοῦσι τὰ ἰάματα.

 

Βαβαὶ τῆς σῆς προμηθείας Χριστέ! Σὺ γὰρ ὡς ὑπέσχου, θαυμαστῶς ἐδόξασας, Νεκτάριον τὸν σοφόν, ὡς φίλον γνήσιον, θαυμάτων τῇ δωρεᾷ, τον σὲ δοξάσαντα βίου λαμπρότητι, δεικνύων πᾶσι σαφῶς, τῆς πρὸς σὲ Σῶτερ ἀγάπης τὴν δύναμιν. Ὅθεν ταῖς αὐτοῦ πρεσβείαις, τῶν πταισμάτων ἄφεσιν, καὶ εἰρήνην τελείαν, ἡμῖν δίδου Ὑπεράγαθε.

 

Σήμερον λαμπρῶς εὐφραίνονται, τῇ καινῇ σου μνήμῃ, τῶν πιστῶν οἱ σύλλογοι, Νεκτάριε ἱερέ, ὑμνολογοῦντες σε, χορεύει δὲ μυστικῶς, ἡ τοῦ Χριστοῦ Ἐκκλησία τῇ δόξῃ σου, ἑδραίωμα ἀρραγές, ἐν ταῖς ἐσχάταις ἡμέραις εὑροῦσά σε· ἐξαιρέτως δὲ ἡ νῆσος, τῆς Αἰγίνης γάννυται, ὥσπερ ὄλβον πλουτοῦσα, τὰ μυρίπνοά σου λείψανα.

Προσόμοια ἕτερα

Ἦχος β'
Ποίοις εὐφημιῶν

 

Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Ἱεράρχην; τὸν ἀρτιφανῶς ἀναλάμψαντα, καὶ τὴν Ἐκκλησίαν φαιδρύναντα, ταῖς τῆς εὐσεβείας λαμπηδόσι τὸ νέον, τῶν Ὀρθοδόξων ἐγκαλλώπισμα, τῶν πάλαι, Ἀρχιερέων τὸν ὁμόζηλον τῇ γὰρ αὐτῶν πολιτείᾳ, νουνεχῶς στοιχήσας, ἐδοξάσθη παρὰ Χριστοῦ, τοῦ πᾶσι παρέχοντος, δι' αὐτοῦ τὸ μέγα ἔλεος.

 

Ποίοις μελωδικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν Ἱεράρχην; τοῦ Θεοῦ τὸν θεῖον θεράποντα, καὶ τῶν ἀρετῶν τὸ κειμήλιον, τῆς θεολογίας τὴν κιθάραν, τὸν ἄρτι τῇ Ἐκκλησίᾳ ἀναβλύσαντα, τὸ νέκταρ, τῆς εὐσεβείας τὸ οὐράνιον, λόγῳ τῆς χάριτος θείῳ, ἐκ σοφῶν χειλέων, καὶ θαυμάτων τὴν δωρεάν, θεόθεν δεξάμενον, τὸν θεόληπτον Νεκτάριον.

 

Ποίοις πνευματικοῖς ῥήμασι, μακαρίσωμέν σε Ἱεράρχα; τον ἐν μέσῳ κόσμου βιώσαντα, βίον ἀληθῶς ἐνθεώτατον, πράξεσιν ὁσίαις καὶ ἀμέμπτοις, ἐντεῦθεν, Μονήν ἁγίαν Θεῷ ἵδρυσας, ὡς ἄλλον, ψυχῶν λιμένα ἀκλυδώνιστον, ἐν τῇ Αἰγίνῃ τῇ νήσῳ, ἣν ἀπαύστως σκέπε, σὺν τῷ ταύτης καθηγητῇ, Νεκτάριε Ὅσιε, Διονυσίῳ τῷ θεόφρονι.

Δόξα... Ἦχος πλ. β'

 

Σήμερον φαιδρῶς ἐξέλαμψεν, ὡς ἀστὴρ νεοφανής, ἡ νέα πανήγυρις τοῦ Ἱεράρχου Νεκταρίου, τὴν Ἐκκλησίαν καταλαμπρύνουσα. Δεῦτε οὖν, τῶν Ὀρθοδόξων τὰ πλήθη, ἐν φωνῇ ἀγαλλιάσεως, τούτῳ ἐκβοήσωμεν χαίροις ὁ τῶν πάλαι Ὁσίων, χαρακτηρίσας τὴν ζωήν, ἐν ἡμέραις πονηραῖς, ἐν αἷς ἡ τῶν πολλῶν ἀγάπη ἐψύγη, ὡς ἔφη ὁ Σωτήρ, χαίροις ὁ τῇ παιδείᾳ τὴν ἀρετὴν συνάψας, καὶ τῷ λόγῳ τῆς σοφίας σου, τῶν πιστῶν τὰς ψυχὰς φαιδρύνας, χαίροις Ἀρχιερέων καλλονή, τῆς Αἰγίνης προστάτης, καὶ τῆς οἰκείας Μονῆς, ἀντιλήπτωρ θερμότατος. Διὸ παμμάκαρ Νεκτάριε, τῷ τῆς θείας μεγαλωσύνης θρόνῳ παριστάμενος, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν... Ὁ αὐτὸς

 

Τὶς μὴ μακαρίσει σε Παναγία Παρθένε, τὶς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

 

Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἐξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)

 

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας·Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν,καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεοτητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίω, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήση με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια

Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν

 

Χαίροις ὁ ἐν ἐσχάτοις καιροῖς, ἐξανατείλας ὡς ἀστὴρ οὐρανόφωτος, καὶ αἴγλῃ τῶν σῶν θαυμάτων, φωταγωγῶν νοητῶς, τους ἐσκοτισμένους ἐν τοῖς πάθεσιν· ὁ νοῦς ὁ θεόληπτος, ὁ φωτὸς θείου ἔμπλεως, ὁ ἐν τῷ νόμῳ, μελετήσας ὡς γέγραπται, τοῦ Θεοῦ ἡμῶν, ἐν συνέσει Νεκτάριε λύχνος ὁ παμφαέστατος, ὁ ἤδη τῷ βίῳ σου, τῆς εὐσεβείας τὸ φέγγος, αὐγάζων Πάτερ τοῖς πέρασι. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

 

Βίον πνευματικὸν διελθών, ἐν οὐρανίῳ Ἱεράρχα φρονήματι, τοῦ Πνεύματος τοῦ Ἁγίου, δοχεῖον ὤφθης σεπτόν, ταπεινοφροσύνῃ σεμνυνόμενος, καὶ τρόποις χρηστότητος, καὶ ἀπλάστοις σου ἤθεσι, τὴν τῆς ψυχῆς σου, ὑποφαίνων λαμπρότητα, δι' ἧς γέγονεν, ἐν ἁγίοις ὁ κλῆρός σου. Ὅθεν τὴν τῶν λειψάνων σου σορὸν τὴν μυρίπνοον, περικυκλοῦντες βοῶμεν, ἐν κατανύξει Νεκτάριε ἡμῖν σωτηρίαν, καὶ ψυχῶν τε καὶ σωμάτων, δίδου ἑκάστοτε.

 

Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

 

Χαίρει ἡ Ἐκκλησία Χριστοῦ, δεδοξασμένον σε ὁρῶσα Νεκτάριε, ἐν δόξῃ τῇ οὐρανίῳ, καὶ μεγαλύνει Χριστόν, τὸν θαυματουργὸν σε ἀναδείξαντα ἡ νῆσος Αἰγίνης δέ, ἐξαιρέτως φαιδρύνεται, ὡς κεκτημένη τὴν σορὸν τῶν λειψάνων σου, ὡς ἀκένωτον, θησαυρὸν ἁγιάσματος. Πλέον δὲ τούτων γάννυται, Μονή σου ἡ ἔνθεος, πρὸς σὲ ἀεὶ ἀφορῶσα, καὶ ἐκβοῶσα σὺν δάκρυσι·Σὺ δόξα μου πέλεις, καὶ ἀντίληψις καὶ σκέπη, Πάτερ καὶ ἔφορος.

 

Δόξα... Ἦχος πλ. δ'

 

Ἔχει μὲν ἡ οὐράνιος Ἱερουσαλήμ, τὴν ἡγιασμένην ψυχήν σου, σὺν τοῖς τῶν Ἁγίων πνεύμασιν, ἀοίδιμε Νεκτάριε. Ἔχει δὲ καὶ ἡ νῆσος Αἰγίνης, τὰ χαριτόβρυτά σου λείψανα, πλοῦτον θεόσδοτον, καὶ ἰατρεῖον ἄμισθον, παντοίων ἀρρωστημάτων, καὶ πάσης θλίψεως ἐν αὐτοῖς γὰρ προστρέχοντες, πανταχόθεν οἱ πάσχοντες, τάς ἰάσεις κομίζονται, καὶ τα πρὸς σωτηρίαν αἰτήματα, καὶ εὐχαρίστῳ φωνῇ δοξάζουσι, τον σὲ δοξάσαντα Κύριον· ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν... Θεοτοκίον

 

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου, σῶν ἱκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει, σωθῆναι πάντας ἡμᾶς.

 

Ἀπολυτίκιον Ἦχος α' Τῆς ἐρήμου πολίτης

 

Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ ἀναβλύζεις γὰρ ἰάσεις παντοδαπὰς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

 

Ἕτερον Ἦχος δ'
Ταχὺ προκατάλαβε

 

Ὁσίως ἐβίωσας, ὡς Ἱεράρχης σοφός, δοξάσας τὸν Κύριον, δι' ἐναρέτου ζωῆς, Νεκτάριε Ὅσιε. Ὅθεν του Παρακλήτου, δοξασθεὶς τῇ δυνάμει, δαίμονας ἀπελαύνεις, καὶ νοσοῦντας ἰᾶσαι, τοὺς πιστῶς προσιόντας, τοῖς θείοις λειψάνοις σου.

 

Καὶ νῦν... Θεοτοκίον

 

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ ἡμῶν καταδεξάμενος δι' οὗ ἀναστήσας τον Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα

Ἦχος α'
Τὸν ταφον σου Σωτὴρ

 

Ὡς ἥλιος λαμπρός, ἐν ἐσχάτοις τοῖς χρόνοις, ἀνέτειλας ἡμῖν, τῇ ὁσίᾳ ζωῇ σου, Νεκτάριε Ὅσιε, καὶ πρὸς δόξαν καὶ αἴνεσιν, πάντας ἤγειρας, Χριστοῦ τοῦ πάντων Δεσπότου, τοῦ σὲ δείξαντος, δεδοξασμένον σε Πάτερ, θαυμάτων δυνάμεσι.

 

Δόξα... Ὅμοιον

 

Ἰάσεις δαψιλεῖς, καθ' ἑκάστην ἡμέραν, πηγάζει θαυμαστῶς, θεϊκῇ χορηγίᾳ, ἡ πάντιμος κάρα σου, μυστικῶς κατευφραίνουσα, τῇ τοῦ Πνεύματος, μυρεψικῇ εὐωδίᾳ, τοὺς προστρέχοντας, μέτ' εὐλαβείας καὶ πόθου, τῇ σῇ Μονῇ Ἅγιε.

 

Καὶ νῦν... Θεοτοκίον

 

Αἱμάτων ἐξ ἀγνῶν, τὸν Δεσπότην τῶν ὅλων, τεκοῦσα καὶ ὃ ἦν, μὴ τραπέντα μηδόλως, παρθένος διέμεινας, μετὰ τόκον καὶ ἄφραστον· ὅθεν ἅπαντες, τὰ μεγαλεῖά σου Κόρη, μεγαλύνομεν, καὶ τῇ θερμῇ σου πρεσβείᾳ, σωθῆναι ἐλπίζομεν.

 

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα

Ἦχος γ' Τὴν ὡραιότητα

 

Τὴν καθαρότητα, τῆς πολιτείας σου, καὶ τὴν εὐθύτητα, Πάτερ τῶν τρόπων σου, ὡς προσφορὰν πνευματικήν, δεξάμενος ὁ Δεσπότης, ἰαμάτων κρήνην σε, ἐν Αἰγίνῃ ἀνέδειξε, τοῖς πιστῶς προστρέχουσι, τοῖς ἁγίοις λειψάνοις σου, τοῖς νέμουσιν ὀσμὴν οὐρανίαν, πᾶσι καὶ θείαν εὐωδίαν.

 

Δόξα... Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ

 

Καταπλήττει ἀληθῶς, τὰς διανοίας τῶν πιστῶν, ἡ δοθεῖσα σοι σοφέ, θαυμάτων χάρις ἐκ Θεοῦ, ἡ ἐν τοῖς θείοις λειψάνοις σου ἐνεργουμένη. Ὅθεν τῇ Μονῇ, τῇ σῇ συρρέουσι, πλήθη εὐσεβῶν ἐκ πάσης τάξεως, καὶ οἱ νοσοῦντες ὑγείαν λαμβάνουσι, τῇ ἀντιλήψει σου Ἅγιε, ἐν εὐφροσύνῃ, Χριστὸν ὑμνοῦντες, τὸν ἁγιάσαντά σε Ὅσιε.

 

Καὶ νῦν... Θεοτοκίον

 

Ὁ τῶν ὅλων συνοχεύς, καὶ τῶν αἰώνων Ποιητής, συνεσχέθη ὑπὲρ νοῦν, ὅλος τῇ θείᾳ σου γαστρί, μὴ ἀποστὰς τῆς Πατρικῆς μονῆς Ἄχραντε, διπλοῦς δὲ ἐκ τῆς σῆς, μήτρας προέδραμεν, ἄνθρωπος ὁμοῦ, καὶ Θεὸς τέλειος, καὶ τοῦ Ἀδὰμ τὴν φύσιν ἐθέωσε, καὶ πάντα κόσμον διέσωσεν. Αὐτὸν δυσώπει, Θεογεννῆτορ, σωθῆναι τὰς ψυχάς ἡμῶν.

 

Μετὰ τὸν Πολυέλεον

Κάθισμα

Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον

 

Ὀρθοδόξων δογμάτων ἑρμηνευτής, διδαχῶν θεοφθόγγων ὑφηγητής, δεικνύμενος Ὅσιε, Ἱεράρχης ὡς ἔνθεος, τῶν εὐσεβῶν ῥυθμίζεις, ἐνθέως τὸ φρόνημα, πρὸς θεϊκὴν ἀγάπην, καὶ τρίβον σωτήριον. Ὅθεν ἐν Αἰγίνῃ, θεοφρόνως ἐγείρεις, Μονὴν σεπτὴν Ὅσιε, εἰς ψυχῶν περιποίησιν, Θεοφόρε Νεκτάριε ἐν ᾗ Μοναζουσῶν ἡ πληθύς, τὰ σεπτά σου προσκυνοῦσα λείψανα, εὐλαβῶς ἑορτάζει, τὴν ἁγίαν μνήμην σου.

 

Δόξα... Καὶ νῦν... Θεοτοκίον

 

Μανναδόχον σε στάμνον καὶ λογικήν, φωτοφόρον λυχνίαν καὶ θεαυγῆ, ὁ Θεῖος Νεκτάριος, ἐπιστάμενος Ἄχραντε, ταῖς σαῖς φωταγωγίαις, ψυχὴν καὶ διάνοιαν, ὡς ἀρετῆς ἐργάτης, ἀξίως πεφώτισται· ὅθεν σε παρθένον, ἐν ταὐτῷ καὶ Μητέρα, Χριστοῦ πανακήρατον, ὀρθοδόξως ἐκήρυξε, Θεοτόκε Πανύμνητε. Καὶ νῦν τῆς τοῦ Υἱοῦ σου Ἁγνή, ἀπολαύων ὑπὲρ νοῦν ἐλλάμψεως, σὺν Ἀγγέλοις δοξάζει, τὴν ἄρρητον δόξαν σου.

 

Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.

Ἀντίφωνον Α'

 

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

 

Δόξα...

 

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

 

Καὶ νῦν...

 

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

 

 

Προκείμενον

 

Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

 

 

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. κδ'. 42-47)

Εἶπεν ὁ Κύριος, γρηγορεῖτε...

Ὁ Ν' Ψαλμὸς

Δόξα...

 

Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

 

Καὶ νῦν...

 

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὰ ὀνόμημά μου.

 

Ἰδιόμελον Ἦχος πλ. β'

 

Σήμερον ὁ Θεοφόρος Νεκτάριος, τὸ νέον τῆς Ἐκκλησίας ἀγλάϊσμα, τὸν τῆς ἀρετῆς περάνας δρόμον, τὴν πρὸς οὐρανὸν πορείαν ἐποιήσατο, καὶ ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι σκηνώσας, ἀνακεκαλυμμένως τρυφᾷ, τοῦ ξύλου τῆς ζωῆς, τῆς μεγαλοπρεποῦς δόξης, τὰς ἐλλάμψεις δεχόμενος ἡμῖν δὲ ἐξαιτεῖται, κινδύνων ἀπαλλαγήν, καὶ εἰρήνην σταθηράν, καὶ μέγα ἔλεος.

 

Εἶτα οἱ Κανόνες. Τῆς Θεοτόκου εἰς ς' καὶ τοῦ Ἁγίου οἱ δύο εἰς η'.

Κανὼν τῆς Θεοτόκου φέρων τὴν δὲ ἀκροστιχίδα.

Χαρᾶς νοητῆς ἀξίωσόν με Κόρη. Γερασίμου.

ᾨδὴ α' Ἦχος α'
Ὁ Εἱρμὸς

 

ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραὴλ ὅτι δεδόξασται. (Δίς)

 

Χαρίτων τὴν ἄβυσσον σαρκὶ τεκοῦσα, Χριστὸν τὸν Θεὸν ἡμῶν, χάριν μοι δώρησαι, τοῖς χείλεσί μου Ἁγνή, ὅπως ὑμνήσω εὐσεβῶς, τὰ μεγαλεῖα σου.

 

Ἀνήροτος ἄρουρα, Παρθένε ὤφθης, ἀσπόρως βλαστήσασα, ζωῆς τὸν πρύτανιν, τὸν ἐκ τῆς πάλαι φθορᾶς, ζωοποιήσαντα ἡμᾶς, ὅτι δεδόξασται.

 

Ῥημάτων αἰνίγματα, προφητοφθόγγων, ἐν σοὶ πέρας ἐλαβον, Παρθένε Ἄχραντε σὺ γὰρ τεκοῦσα Χριστόν, τύπους τοῦ Νόμου καὶ σκιάς, σαφῶς ἐπλήρωσας.

 

Ἀνθήσασαν ῥάβδον σε, ὁ Ἡσαΐας, Παρθένε προέγραψεν, ἐν θείῳ Πνεύματι·σὺ γὰρ Χριστὸν τὸν Θεόν, οἷά περ ἄνθος μυστικόν, ἀφράστως ἤνθησας.

 

Κανὼν τοῦ Ἁγίου οὐ ἡ ἀκροστιχίς.

Νεκταρίῳ αἴνεσις τῷ θεηγόρῳ. Γερασίμου.

Ἦχος καὶ Εἱρμὸς ὁ αὐτὸς

 

Νοός μου τὴν ζόφωσιν, τῶν πρεσβειῶν σου, φωτὶ διασκέδασον, καὶ λόγον δίδου μοι, ὡς ἂν ὑμνήσω φαιδρῶς, Νεκτάριε θαυματουργέ, τὴν θείαν μνήμην σου.

 

Ἐσχάτοις ἐν ἔτεσιν, ἐξανατείλας, ὡς ἥλιος ἄδυτος, φωτὶ τῶν ἔργων σου, Εὐαγγελίου τὸ φῶς, ἐκφαίνεις Πάτερ θαυμαστῶς, πᾶσι τοῖς πέρασι.

 

Κατ᾽ ἴχνος Νεκτάριε, ἀκολουθήσας, ζωῆς καθαρότητι, τοῖς πάλαι Ὅσιε, Ἀρχιερεῦσι Χριστοῦ, ἴσος εὐκλείας τῆς αὐτῶν, ὤφθης καὶ μέτοχος.

 

Θεοτοκίον

 

Τὴν φύσιν τὴν ἄστεκτον, ἐν τῇ γαστρί σου, ἀφλέκτως βαστάσασα, σαρκὶ γεγέννηκας, δίχα τροπῆς καὶ φυρμοῦ, Χριστὸν τὸν πάντων Ποιητήν, Παρθένε Ἄχραντε.

 

Κανὼν δεύτερος οὗ ἡ ἀκροστιχίς.

Νέκταρ ζωῆς ἡμῖν Πάτερ δίδως. Γερασίμου.

Ἦχος δ' Ἀνοίξω τὸ στόμα μου

 

Ναμάτων τοῦ Πνεύματος, ἐμφορηθεὶς βίῳ κρείττονι, τὸ νέκταρ τῆς χάριτος, ἤδη ἀνέβλυσας, καὶ κατηύφρανας, ἡμῶν τὰς διανοίας, Νεκτάριε Ὅσιε, τοῖς σοῖς χαρίσμασι.

 

Ἑόρτιον αἴνεσιν, ἀγαλλομένη προσᾴδει σοι, καὶ νέαν πανήγυριν, κροτεῖ σοι Ἅγιε, ἡ Ὀρθόδοξος, Ἁγία Ἐκκλησία, τῇ σῇ ἁγιότητι, ἐχθροὺς αἰσχύνουσα.

 

Κοσμήσας τὸν βίον σου, ἀπο νεότητος Ὅσιε, ἠθῶν τῇ σεμνότητι, τῆς ἀρετῆς ἐραστής, ὤφθης γνήσιος, καὶ τῆς σοφίας μύστης, ἐνθέῳ φρονήματι, Πάτερ Νεκτάριε.

 

Θεοτοκίον

 

Τὴν πάντων Βασίλισσαν, καὶ ἀειπάρθενον Δέσποιναν, ὑμνῶν θείοις λόγοις σου, ἐκ ταύτης ἔλαβες, σθένος ἄμαχον, καὶ πειρασμῶν ἐφόδους, ἐν βίῳ ὑπέμεινας, ἀνδρείως Ἅγιε.

 

ᾨδὴ γ' Ὁ Εἱρμὸς

 

Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστε ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανῶν, στερέωσας τὸν δεύτερον, καὶ δράσας ἐν τοῖς ὕδασι, τὴν γῆν Παντοδύναμε. (Δίς)

 

Σκηνὴ τοῦ Λόγου ἡ ἀμόλυντος, τὸ τῆς θείας δόξης ἁγίασμα, ὁ οὐρανὸς ὁ λογικός, ἐξ οὗ κόσμῳ ἀνέτειλεν ὁ ζωῆς ἄδυτος ἥλιος, Θεοτόκος ὑμνείσθω μοι.

 

Νόμους τῆς φύσεως διέλαθες, καὶ τὸν νομοδότην καὶ Κύριον, δίχα φθορᾶς τε καὶ φυρμοῦ, Θεοτόκε ἐκύησας, ζωῆς νέας ἐγκαινίζοντα, τους νόμους ἐν Πνεύματι.

 

Ὄρος ἐδείχθης ἀλατόμητον, καὶ δασὺ καὶ πῖον ἐν Πνεύματι, ἐξ οὗ ἐπέφανεν ἡμῖν, ὁ ἁπτόμενος Δέσποινα, τῶν ὀρέων καὶ καπνίζονται, ὡς φησὶ Δαβὶδ ὁ Δίκαιος.

 

Ἡ κιβωτὸς τοῦ ἁγιάσματος, τὸ θεοπρεπὲς ἱλαστήριον, τῆς εὐδοκίας τοῦ Θεοῦ, ὁ εὐώδης παράδεισος, ἀνυμνείσθω θείοις ᾄσμασιν, ἡ Παρθένος καὶ Δέσποινα.

 

Τοῦ Ἁγίου Ὁ αὐτὸς

 

Ἀγάπῃ θείᾳ ἐκ νεότητος, Πάτερ, ἱερῶς στοιχειούμενος, ἀκολουθῆσαι τῷ Χριστῷ ᾑρετίσω Νεκτάριε, καὶ ἐκ πάσης ματαιότητος, ἐμφρόνως ἐμάκρυνας.

 

Ῥήσεσι Πάτερ τῶν χειλέων σου, στάζεις γλυκασμὸν τὸν οὐράνιον, ἐν ταῖς καρδίαις τῶν πιστῶς, δεχομένων τὸν λόγον σου, καὶ παιδεύεις πρὸς τὰ κρείττονα, πιστῶν τὴν διάνοιαν.

Ἱεραρχῶν νέον ἀγλάϊσμα, ὤφθης Ἱεράρχα Νεκτάριε, ἁγιωσύνην ἀληθῆ, ἐνδυσάμενος Ὅσιε, πολιτείας καθαρότητι διὸ εὐφημοῦμέν σε.

 

Θεοτοκίον

 

Ὡραϊσμένη ὑπὲρ ἔννοιαν, ταῖς τῆς παρθενίας λαμπρότησι, τίκτεις Θεὸν ὑπερφυῶς, μετὰ σώματος Ἄχραντε, καὶ τῆς Εὔας τὸ κατάκριμα, ἐν τῷ τόκῳ σου ἔλυσας.

 

Δεύτερος Τοὺς σοὺς ὑμνολόγους

 

Ἁγίων σοφῶς ἰχνηλατήσας, τους τρόπους καὶ πράξεις τὰς ἁγνάς, τὸν νοῦν σου καθηγίασας, ἐν πάσῃ ὁσιότητι, Νεκτάριε μακάριε, καὶ τὴν καρδίαν ἐκάθῃρας.

 

Ραντίσματι ὕδατος τοῦ θείου, τὴν βλάβην τῶν δένδρων καὶ φυτῶν, ἀπήλασας Νεκτάριε, καὶ πλοῦτος θείας χάριτος, τοῖς Αἰγινήταις πέφηνας, θαυμαστωθεὶς θείῳ Πνεύματι.

 

Ζωὴν τὴν ἡσύχιον ποθήσας, Μονὴν ᾠκοδόμησας σεπτήν, ἐν τῇ Αἰγίνῃ Ὅσιε, καὶ τύπος θείων πράξεων, ἐν ταύτῃ ἐχρημάτισας, ταῖς μοναζούσαις Νεκτάριε.

 

Θεοτοκίον

 

Ὡς Μήτηρ Θεοῦ τοῦ φιλανθρώπου, σπλαγχνίσθητι Κόρη ἐπ' ἐμοί, καὶ ἴασαι τὸν καύσωνα, τὸν τῆς ψυχῆς μου δέομαι, τῇ δρόσῳ τῆς σῆς χάριτος, ἵνα σωθεὶς μεγαλύνω σε.

 

Κάθισμα Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον

 

Ἀρετῆς διανύσας τὸν δρόμον Ὅσιε, θεοπρεπῶς μετετέθης πρὸς τὴν ἀγήρω ζωήν, καὶ ἁγίων κοινωνὸς ὤφθης Νεκτάριε, μεθ' ὧν πρέσβευε ἀεί, τῷ Παντάνακτι Χριστῷ, δοθῆναι πταισμάτων λύσιν, καὶ ψυχικὴν σωτηρίαν, τοῖς ἑορτάζουσι τὴν μνήμην σου.

 

Δόξα... Καὶ νῦν... Θεοτοκίον

 

Τὴν ὑπέρτιμον στάμνον καὶ θεοχώρητον, τὴν ἀειπαρθένον Κόρην καὶ Θεοτόκον Ἁγνήν, ἀνυμνήσωμεν πιστοὶ καὶ μεγαλύνωμεν, ὅτι ἐρρύσατο ἡμᾶς, ἐκ τῆς ἀρχαίας ἀρᾶς, τεκοῦσα ἀπειρογάμως, τὸν Ὑπερούσιον Λόγον

 

ΣΥΝΑΞΑΡΙΟΝ

 

Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Μητροπολίτου Πενταπόλεως τῆς ἐν Αἰγύπτῳ, τοῦ θαυματουργοῦ καὶ κτίτορος τῆς ἐν Αἰγίνῃ Ἱεράς Μονῆς τῆς Ἁγίας Τριάδος τῶν Μοναζουσῶν, κοιμηθέντος ὁσίως κατὰ τὸ ἔτος 1920.

 

Τῇ αὐτῇ ἡμέρᾳ. μνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Θεοκτίστης τῆς Λεσβίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Μητέρων ἡμῶν Εὐστολίας καὶ Σωπάτρας.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Χριστοφόρος καὶ Μαῦρα ξίφει τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ναρσῆ καὶ Ἀρτέμονος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἰωάννης, ὁ διὰ τὸ βραχὺ τῆς ἡλικίας (ἀναστήματος) ὀνομασθεὶς Κολοβός, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἑλλάδιος ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Συμεὼν ὁ Μεταφραστὴς ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ὅσιοι καὶ θεοφόροι Πατέρες ἡμῶν Εὐθύμιος καὶ Νεόφυτος οἱ κτίτορες τῆς ἐν Ἄθῳ ἱερᾶς σεβασμίας Μονῆς τοῦ Διοχειαρίου, ἐν εἰρήνῃ τελειοῦνται.

Ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

Ἐξαποστειλάρια
Ὁ οὐρανὸν τοῖς ἄστροις

 

Ἡ Ἐκκλησία ἀγάλλου, καὶ ᾆδε ᾄσματα καινά, τὸν σὸν υἱὸν εὐφημοῦσα καὶ ἱερὸν νυμφαγωγόν, Νεκτάριον τὸν ἀρτίως, ἡγιασμένον φανέντα.

 

Ἕτερον ὅμοιον

 

Θεοπρεπῶς βιώσας, ἐμεγαλύνθης θαυμαστῶς, Νεκτάριε Ἱεράρχα, παρὰ τοῦ πάντων Ποιητοῦ·πηγὴ θαυμάτων γὰρ ὤφθη, ἡ τῶν λειψάνων σου θήκη.

 

Θεοτοκίον

 

Θεοχαρίτωτε Κόρη, ἱκέτευε διὰ παντός, τὸν σὸν Υἱὸν καὶ Δεσπότην, καὶ πολυεύσπλαγχνον Θεόν, πάσης ἀνάγκης, τοὺς εὐσεβεῖς Θεοτόκε.

 

Εἰς τοὺς Αἴνους. Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων

 

ᾈσματικῶς συνελθόντες πανηγυρίσωμεν, τὴν μνήμην τὴν ἁγίαν, Νεκταρίου τοῦ Θείου, τοῦ ἄρτι δοξασθέντος παρὰ Χριστοῦ, τῇ τοῦ βίου λαμπρότητι, τῶν ἰαμάτων ταῖς χάρισι θαυμαστῶς, εὐσεβῶν εἰς περιποίησιν.

 

Ἡ τῶν λειψανων σου θήκη Πάτερ Νεκτάριε, ὡς ἄλλη καθορᾶται, Σιλωὰμ κολυμβήθρα νοσήματα γὰρ παύει τὰ χαλεπά, καὶ ὑγείαν καὶ λύτρωσιν, τοῖς πρὸς αὐτὴν προσιοῦσι νέμει ἀεί, ἐνεργείᾳ τῇ τοῦ Πνεύματος.

 

Τὶς ἐπαξίως ὑμνήσει τὰς δυναστείας σου, ὦ Ζῳοδότα Σῶτερ; ὅτι δέδωκας ἤδη, στῦλον καὶ ἑδραίωμα ἀρραγές, τῇ σεπτῇ Ἐκκλησίᾳ σου, τὸν θεηγόρον Νεκτάριον ἀληθῶς, τὸν ὁσίως σοι λατρεύσαντα.

 

Ὑπὲρ ὀσμὴν ἀγροῦ πλήρους κατὰ τὴν θείαν φωνήν, ἡ εὐωδία πέλει τῶν σεπτῶν σου λειψάνων, Νεκτάριε τρισμάκαρ τῶν εὐσεβῶν, τὰς αἰσθήσεις εὐφραίνουσα· ὅθεν ἡ Αἴγινα βλέπουσα τὴν ἐν σοί, θείαν χάριν μακαρίζει σε.

 

Δόξα... Ἦχος πλ. α'

 

Ὅσιε Πάτερ, μελέτην θείου νόμου, τὸν βίον ποιούμενος, τῶν πάλαι Ἁγίων, τὴν ζωὴν ἐχαρακτήρισας·τὸ γὰρ φρόνημα τῆς σαρκός, ὑποτάξας τῷ πνεύματι, χρηστότητα ἐποίησας, καὶ ὁσιότητα ἠμφιάσω, ὡς Ἱεράρχης θεόσοφος, καὶ τῆς ἀρετῆς ἀληθὴς ἐργάτης·ὅθεν λαμπρῶς παρὰ Θεοῦ ἐδοξάσθης, καὶ ἰαμάτων κρήνη, ἡ τῶν λειψάνων σου σορὸς ἐδείχθη, τῇ τοῦ Παρακλήτου ἐπισκιάσει. Ἀλλ' ὦ Νεκτάριε μακάριε, ῥᾶνον ἐν ταῖς ψυχαῖς ἡμῶν, τὸ νέκταρ τῆς σῆς χάριτος, καὶ πρέσβευε τῷ Κυρίῳ, δοθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον

 

Μακαρίζομέν σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.


ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τῶν Κανόνων του Ἁγίου ἡ γ' καὶ ς' ὠδή.

 

Ἀπόστολος

Προκείμενον Ἦχος βαρὺς

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

 

Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν.

 

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Ἐφ. 5,8-19

Ἀδελφοί, ὡς τέκνα φωτός...

Ἀλληλούϊα Ἦχος α'

 

Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον4,25-5,12


Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθησαν τῷ Ἰησοῦ...

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάρια

 

Ὤφθης Ἐκκλησίας νέος ἀστήρ, ἐν ἐσχάτοις χρόνοις, τῇ ὁσίᾳ σου βιοτῇ, ὅθεν καταυγάζεις, πιστῶν τὰς διανοίας, ταῖς νοηταῖς ἀκτῖσι Πάτερ Νεκτάριε.

 

Χάριτι θαυμάτων παρὰ Χριστοῦ, λαμπρῶς ἐδοξάσθης, μετὰ τέλος σου τὸ σεπτόν· ὅθεν των λειψάνων, ἡ θήκη σου πηγάζει, ἰάματα ποικίλα Πάτερ τοῖς πάσχουσι.

 

Φύλαττε καὶ σκέπε τὴν σὴν Μονήν, Νεκτάριε Πάτερ, τὴν τιμῶσάν σε εὐλαβῶς, καὶ ἀεὶ εὐλόγει, τὴν νῆσον τῆς Αἰγίνης, καὶ πᾶσαν τὴν Ἑλλάδα τῇ ἀντιλήψει σου.

 

Ἀπόλυσις