ΑΓΙΑ ΓΡΑΦΗ

ΚΥΡΙΑΚΟΔΡΟΜΙΟ

Προς Εφεσίους (δ΄ 7-13)

Ἀδελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει· ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις. Τὸ δὲ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς;

Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

 

Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, εἰς τὸν καθένα ἀπὸ μᾶς ἐδόθηκε ἡ χάρις σύμφωνα πρὸς τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὰ τοῦτο λέγει, «Ὅταν ἀνέβηκε εἰς τὰ ὕψη ἔλαβε αἰχμαλώτους καὶ ἔδωκε δῶρα εἰς τοὺς ἀνθρώπους». Τὸ δὲ ἀνέβηκε, τί σημαίνει παρὰ ὅτι καὶ κατέβηκε πρῶτα εἰς τὰ κατώτερα μέρη τῆς γῆς;

Ἒκεῖνος ποὺ κατέβηκε εἶναι αὐτὸς ποὺ καὶ ἀνέβηκε ὑπεράνω ὅλων τῶν οὐρανῶν, διὰ νὰ γεμίσῃ τὰ πάντα. Καὶ τὰ δῶρά του ἦσαν: μερικοὶ νὰ εἶναι ἀπόστολοι, ἄλλοι εὐαγγελιστές, ἄλλοι ποιμένες καὶ διδάσκαλοι, πρὸς τὸν σκοπὸν νὰ καταρτίσουν τοὺς ἁγίους, διὰ τὸ ἔργον ὑπηρεσίας, διὰ τὴν οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρις ὅτου φθάσωμεν ὅλοι εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς πλήρους γνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς τὸ μέτρον τοῦ τελείου ἀναστήματος τοῦ Χριστοῦ.

Προς Εφεσίους (ε΄ 8-19)

Ἀδελφοί, ήτε ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε· ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῆ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι.

Διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι.

Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.

 

Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, ἤσαστε κάποτε σκοτάδι, ἂλλὰ τώρα εἶσθε φῶς ἐν Κυρίῳ· νὰ φέρεσθε σὰν παιδιὰ τοῦ φωτός –διότι ὁ καρπὸς τοῦ Πνεύματος φανερώνεται μὲ κάθε καλωσύνην, δικαιοσύνην καὶ ἀλήθειαν– νὰ ἐξετάζετε τί εἶναι εὐάρεστον εἰς τὸν Κύριον, καὶ μὴ ἐπικοινωνῆτε μὲ τὰ ἔργα τὰ ἄκαρπα τοῦ σκότους, μᾶλλον δὲ καὶ νὰ τὰ ἐλέγχετε, διότι ἐκεῖνα ποὺ γίνονται ἀπ’ αὐτοὺς κρυφὰ εἶναι ἐντροπὴ καὶ νὰ τὰ ἀναφέρῃ κανείς. Ἀλλὰ κάθε τι ποὺ ἀποκαλύπτεται ἀπὸ τὸ φῶς γίνεται φανερόν, καὶ κάθε τι ποὺ φανερώνεται εἶναι φωτεινόν.

Διὰ τοῦτο σοῦ λέγει, Σήκω ἐπάνω σὺ ποὺ κοιμᾶσαι καὶ ἀναστήσου ἀπὸ τοὺς νεκροὺς καὶ ὁ Χριστὸς θὰ σὲ φωτίσῃ. Προσέχετε λοιπὸν πῶς ἀκριβῶς φέρεσθε, ὄχι ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί, ἐπωφελούμενοι τοῦ χρόνου, διότι αἱ ἡμέραι εἶναι πονηραί.

Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες ἀλλὰ νὰ κατανοῆτε ποιό εἶναι τὸ θέλημα τοῦ Κυρίου. Καὶ νὰ μὴ μεθᾶτε μὲ κρασί, πρᾶγμα ποὺ εἶναι ἀσωτία, ἀλλὰ νὰ γεμίζετε ἀπὸ Πνεῦμα καὶ νὰ μιλᾶτε μεταξύ σας μὲ ψαλμούς, ὕμνους καὶ ἄσματα πνευματικά, καὶ νὰ ἄδετε καὶ ψάλλετε μὲ τὴν καρδιά σας εἰς τὸν Κύριον.

Προς Θεσσαλονικείς Α΄ (β΄1-8)

Αὕτοι γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι οὐ κενὴ γέγονεν, ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαρρησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι.

Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ, ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.

Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς, οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν οὔτε ἀπὸ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι, ἀλλ' ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα· οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν γεγένησθε.

Ἀπόδοση στη νεοελληνική:

Σεῖς οἱ ἴδιοι βέβαια ξέρετε, ἀδελφοί, ὅτι ἡ ἐπίσκεψίς μας σ’ ἐσᾶς δὲν ἔγινε εἰς μάτην, ἀλλ’ ἂν καὶ προηγουμένως εἴχαμε ὑποφέρει καὶ κακοποιηθῆ εἰς Φιλίππους, καθὼς ξέρετε, εἴχαμε τὸ θάρρος, μὲ τὴν βοήθεια τοῦ Θεοῦ μας, νὰ σᾶς κηρύξωμεν τὸ εὐαγγέλιον τοῦ Θεοῦ μὲ μεγάλον ἀγῶνα.

Διότι ἡ προτροπή μας δὲν προήρχετο ἀπὸ πλάνην οὔτε ἀπὸ ἀνήθικον ἐλατήριον οὔτε ἀπὸ δόλον, ἀλλ’ ἐπειδὴ μᾶς ἔκρινε ὁ Θεὸς καταλλήλους διὰ νὰ μᾶς ἐμπιστευθῇ τὸ εὐαγγέλιον, διὰ τοῦτο μιλᾶμε, ὄχι διὰ νὰ γίνωμεν ἀρεστοὶ εἰς τοὺς ἀνθρώπους ἀλλ’ εἰς τὸν Θεόν, ὁ ὁποῖος ἐξετάζει τὶς καρδιές μας.

Καθὼς ξέρετε, ποτὲ δὲν ἤλθαμε μὲ λόγια κολακευτικά, οὔτε μὲ ὑστεροβουλίαν πλεονεξίας, ὁ Θεὸς εἶναι μάρτυς, οὔτε ἐζητήσαμε τιμὰς ἀπὸ τοὺς ἀνθρώπους, οὔτε ἀπὸ σᾶς οὔτε ἀπὸ ἄλλους, ἂν καὶ μπορούσαμε, σὰν ἀπόστολοι τοῦ Χριστοῦ, νὰ ἔχωμεν ἀπαιτήσεις. Ἀλλὰ ἤμαστε στοργικοὶ μεταξύ σας, ὅπως μιὰ μητέρα περιθάλπει τὰ παιδιά της. Μὲ τέτοιαν θερμὴν ἀγάπην πρὸς ἐσᾶς, εἴχαμε τὴν εὐχαρίστησιν νὰ σᾶς μεταδώσωμεν, ὄχι μόνον τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἀλλὰ καὶ τοὺς ἑαυτούς μας, διότι μᾶς ἔχετε γίνει ἀγαπητοί.

Προς Θεσσαλονικείς Α΄ (δ΄13-17)

Ἀδελφοί, οὐ θέλομεν ὑμᾶς ἀγνοεῖν περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι ᾿Ιησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ ᾿Ιησοῦ ἄξει σὺν αὐτῷ.
Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.

Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, δὲν θέλομεν νὰ ἀγνοῆτε ὅσον ἀφορᾷ ἐκείνους ποὺ κοιμοῦνται, διὰ νὰ μὴ λυπῆσθε ὅπως καὶ οἱ λοιποὶ ποὺ δὲν ἔχουν ἐλπίδα. Διότι ἐὰν πιστεύωμεν ὅτι ὁ Ἰησοῦς πέθανε καὶ ἀναστήθηκε, ἔτσι καὶ ὁ Θεὸς διὰ τοῦ Ἰησοῦ θὰ φέρῃ μαζί του ἐκείνους ποὺ κοιμήθηκαν.
Διότι σᾶς λέγομεν ἐπὶ τῇ βάσει λόγου τοῦ Κυρίου τὰ ἑξῆς, ὅτι ἐμεῖς οἱ ζῶντες ποὺ θὰ παραμείνωμεν μέχρι τῆς ἐλεύσεως τοῦ Κυρίου, δὲν θὰ φθάσωμεν προτήτερα ἀπὸ ἐκείνους ποὺ κοιμήθηκαν, διότι αὐτὸς ὁ Κύριος μὲ παράγγελμα, μὲ φωνὴν ἀρχαγγέλου καὶ μὲ σάλπιγγα Θεοῦ θὰ κατεβῇ ἀπὸ τὸν οὐρανὸν καὶ πρῶτοι οἱ νεκροὶ ἐν Χριστῷ θὰ ἀναστηθοῦν, ἔπειτα ἐμεῖς ὅσοι ζοῦμε, οἱ ὁποῖοι ἀπομένομεν, θὰ ἁρπαχθοῦμε μαζὶ μὲ αὐτοὺς μέσα σὲ νεφέλες πρὸς προϋπάντησιν τοῦ Κυρίου εἰς τὸν ἀέρα καὶ ἔτσι θὰ εἴμεθα πάντοτε μὲ τὸν Κύριον.

Προς Θεσσαλονικείς Β΄ (β΄ 1-12)

VithleemΤοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
Ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ᾿ αὐτοῦ, καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾿ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. οἱ δὲ εἶπον αὐτῷ· ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου· καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν ᾿Ισραήλ.
Τότε Ἡρῴδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσε παρ᾿ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε· πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.
Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον· ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν·καὶ χρηματισθέντες κατ᾿ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.


Ἀπόδοση στη νεοελληνική:

Ὅταν ὁ Ἰησοῦς ἐγεννήθηκε εἰς τὴν Βηθλεὲμ τῆς Ἰουδαίας κατὰ τὰς ἡμέρας τοῦ Ἡρώδη τοῦ βασιλέως, ἔφθασαν μάγοι ἀπὸ τὴν Ἀνατολὴν εἰς τὰ Ἱεροσόλυμα καὶ ἐρωτοῦσαν, «Ποῦ εἶναι ἐκεῖνος ποὺ ἐγεννήθηκε, ὁ βασιλεὺς τῶν Ἰουδαίων; Διότι εἴδαμε τὸ ἄστρον του νὰ ἀνατέλλῃ καὶ ἤλθαμε νὰ τὸν προσκυνήσωμεν».
Ὅταν ἄκουσε αὐτὰ ὁ βασιλεὺς Ἡρώδης, ἐταράχθηκε καὶ μαζί του ὅλη ἡ πόλις τῶν Ἱεροσολύμων καὶ, ἀφοῦ συγκέντρωσε ὅλους τοὺς ἀρχιερεῖς καὶ τοὺς γραμματεῖς τοῦ λαοῦ, ἐζητοῦσε νὰ πληροφορηθῇ ἀπὸ αὐτοὺς ποῦ θὰ γεννηθῇ ὁ Χριστὸς. Ἐκεῖνοι δὲ τοῦ εἶπαν, «Εἰς τὴν Βηθλεὲμ τῆς Ἰουδαίας, διότι εἶναι γραμμένον διὰ τοῦ προφήτου, «Και σὺ, Βηθλεέμ, γῆ τοῦ Ἰούδα, δὲν εἶσαι μὲ κανένα τρόπον ἡ μικρότερη μεταξὺ τῶν ἡγεμόνων τοῦ Ἰούδα, διότι ἀπὸ σὲ θὰ προέλθῃ ἕνας ἀρχηγός, ὁ ὁποῖος θὰ κυβερνήσῃ τὸν λαόν μου, τὸν Ἰσραήλ».
Τότε ὁ Ἡρώδης ἐκάλεσε κρυφὰ τοὺς μάγους καὶ ἐξακρίβωσε ἀπὸ αὐτοὺς τὸν χρόνον ποὺ ἐφάνηκε τὸ ἄστρον. Κατόπιν τοὺς ἔστειλε εἰς τὴν Βηθλεὲμ καὶ τοὺς εἶπε, «Πηγαίνετε καὶ ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδιοῦ. Καὶ ὅταν τὸ βρῆτε, εἰδοποιήσατέ με, διὰ νὰ ἔλθω καὶ ἐγὼ νὰ τὸ προσκυνήσω».
Αὐτοὶ, ἀφοῦ ἄκουσαν τὸν βασιλέα, ἔφυγαν. Καὶ νὰ, τὸ ἄστρον, τὸ ὁποῖον εἶχαν ἰδῆ νὰ ἀνατέλλῃ, προηγεῖτο, ἕως ὅτου ἦλθε καὶ ἐστάθηκε ἐπάνω εὶς τὸ μέρος, ὅπου εὑρίσκετο τὸ παιδί. Μόλις εἶδαν τὸ ἄστρον, αἰσθάνθηκαν μεγάλην χαράν. Καὶ ὅταν ἐμπῆκαν εἰς τὸ σπίτι, εἶδαν τὸ παιδὶ μαζὶ μὲ τὴν Μαρίαν, τὴν μητέρα του, καὶ ἔπεσαν εἰς τὴν γῆν καὶ τὸ προσκύνησαν· κατόπιν ἄνοιξαν τοὺς θησαυρούς τως καὶ τοῦ προσέφεραν γιὰ δῶρα χρυσὸν καὶ λιβάνι καὶ σμύρναν. Καὶ ἐπειδὴ καθωδηγήθησαν μὲ ὄνειρον ὑπὸ τοῦ Θεοῦ νὰ μὴ ἐπιστρέψουν στὸν Ἡρώδην, ἀνεχώρησαν εἰς τὴν πατρίδα τους ἀπὸ ἄλλον δρόμον.

Προς Κολοσσαείς (β΄ 8-12)

Ἀδελφοί, βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.


Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, προσέχετε μήπως σᾶς παρασύρῃ κανεὶς μὲ τὴν φιλοσοφίαν καὶ μὲ κούφια ἀπατηλὰ πράγματα, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ ὄχι κατὰ Χριστόν, διότι εἰς αὐτὸν κατοικεῖ ὁλόκληρον τὸ πλήρωμα τῆς Θεότητος ἐν σωματικῇ μορφῇ. Καὶ ἐν αὐτῷ εἶσθε πλήρεις· αὐτὸς εἶναι ἡ κεφαλὴ κἀθε ἀρχῆς καὶ ἐξουσίας. Ἐν αὐτῷ ἐπίσης ἔχετε περιτμηθῆ, ὄχι μὲ περιτομὴν καμωμένην μὲ χέρια ἀνθρώπου, ἀλλὰ διὰ τῆς ἀποβολῆς τοῦ σαρκίνου σώματος, δηλαδὴ μὲ τὴν περιτομὴν τοῦ Χριστοῦ, καὶ ἐνταφιασθήκατε μαζί του κατὰ τὸ βάπτισμα, κατὰ τὸ ὁποῖον καὶ ἀναστηθήκατε μαζί του διὰ τῆς πίστεως εἰς δύναμιν τοῦ Θεοῦ, ὁ ὁποῖος τὸν ἀνέστησε ἀπὸ τοὺς νεκρούς.

Προς Κολοσσαείς (γ΄ 4-11)

Ἀδελφοί, ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς· νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν, ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
 
Ἀπόδοση στη νεοελληνική:
 
Ἀδελφοί, όταν ὁ Χριστός, ποὺ εἶναι ἡ ζωή μας, φανερωθῇ, τότε καὶ σεῖς θὰ φανερωθῆτε μαζί του δοξασμένοι. Νεκρώσατε λοιπὸν ὅ,τι γήϊνον εἶναι μέσα σας, δηλαδὴ τὴν πορνείαν, τὴν ἀκαθαρσίαν, τὸ πάθος, τὴν κακὴν ἐπιθυμίαν καὶ τὴν πλεονεξίαν, ἡ ὁποία εἶναι εἰδωλολατρεία, ἕνεκα τῶν ὁποίων ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπάνω εἰς τοὺς ἀπειθεὶς ἀνθρώπους.
Αὐτὰ ἀκολουθούσατε καὶ σεῖς κάποτε, ὅταν ἐζούσατε αὐτὴν τὴν ζωήν. Ἀλλὰ τώρα ἀποβάλατε καὶ σεῖς ὅλα αὐτά, τὴν ὀργήν, τὸν θυμόν, τὴν κακίαν, τὴν δυσφήμησιν, τὴν αἰσχρολογίαν τοῦ στόματος. Μὴν λέτε ψέμματα ὁ ἕνας εἰς τὸν ἄλλον, ἀφοῦ ἔχετε ἀποβάλει τὸν παλαιὸν ἄνθρωπον μὲ τὰς πράξεις του, καὶ ἔχετε ἐνδυθῆ τὸν νέον, ὁ ὁποῖος ἀνανεοῦται εἰς ἐπίγνωσιν κατὰ τὴν εἰκόνα τοῦ Δημιουργοῦ του.
Τώρα δὲν ὑπάρχει πλέον Ἕλλην καὶ Ἰουδαῖος, περιτμημένος καὶ ἀπερίτμητος, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ ὁ Χριστὸς εἶναι τὰ πάντα καὶ εἰς πάντας.

Προς Κολοσσαείς (δ΄ 5-11, 14-18)

Ἀδελφοί, ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
Τὰ κατ' ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ᾧδε.
Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβα, περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν, καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.
Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς. Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νυμφᾶν καὶ τὴν κατ' οἶκον αὐτοῦ ἐκκλησίαν· καὶ ὅταν ἀναγνωσθῇ παρ' ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Καὶ εἴπατε Ἀρχίππῳ· βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ' ὑμῶν· ἀμήν.

Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, συμπεριφέρεσθε πρὸς τοὺς ἔξω μὲ σοφίαν, ἐπωφελούμενοι τοῦ χρόνου ποὺ ἔχετε. Ὁ λόγος σας νὰ εἶναι πάντοτε μὲ χάριν, ἀρτυμένος μὲ ἁλάτι, καὶ νὰ ξέρετε πῶς πρέπει νὰ ἀπαντᾶτε εἰς τὸν καθένα.
Ὅλα τὰ σχετικὰ μὲ ἐμὲ θὰ σᾶς τὰ γνωρίσῃ ὁ Τυχικός, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ, τὸν ὁποῖον ἔστειλα σ’ ἐσᾶς δι’ αὐτὸν ἀκριβῶς τὸν σκοπόν, διὰ νὰ μάθῃ νέα σας καὶ νὰ σᾶς ἐνθαρρύνῃ. Θὰ εἶναι μαζί του ὁ Ὀνήσιμος, ὁ πιστὸς καὶ ἀγαπητὸς ἀδελφός, ὁ ὁποῖος εἶναι συμπατριώτης σας. Αὐτοὶ θὰ σᾶς πληροφορήσουν πῶς ἔχουν τὰ πράγματα ἐδῶ.
Σᾶς χαιρετᾶ ὁ Ἀρίσταρχος, ὁ ὁποῖος εἶναι μαζί μου εἰς τὴν φυλακήν, καὶ ὁ Μᾶρκος ὁ ἀνηψιὸς τοῦ Βαρνάβα – διὰ τὸν ὁποῖον ἐλάβατε ἤδη ἐντολάς, ἐὰν ἔλθῃ σ’ ἐσᾶς, νὰ τὸν δεχθῆτε – καὶ ὁ Ἰησοῦς, ὁ καλούμενος Ἰοῦστος. Αὐτοὶ εἶναι οἱ μόνοι ἀπὸ τοὺς Ἰουδαίους Χριστιανούς, ποὺ ἔγιναν συνεργάται μου, διὰ τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ μοῦ ἐστάθηκαν παρηγοριά.
Σᾶς χαιρετᾶ ὁ Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητός, καὶ ὁ Δημᾶς. Χαιρετῆστε τοὺς ἀδελφοὺς ποὺ βρίσκονται εἰς τὴν Λαοδικείαν, καὶ τὸν Νυμφᾶν καὶ τὴν ἐκκλησίαν τοῦ σπιτιοῦ του. Ὅταν διαβάσετε τὴν ἐπιστολήν, φροντίστε νὰ διαβασθῇ καὶ εἰς τὴν ἐκκλησίαν τῶν Λαοδικέων καὶ νὰ διαβάσετε καὶ σεῖς τὴν ἐπιστολὴν ἀπὸ τὴν Λαοδικείαν. Νὰ πῆτε εἰς τὸν Ἄρχιππον: «Πρόσεχε τὴν ὑπηρεσίαν ποὺ παρέλαβες ἐν Κυρίῳ, διὰ νὰ τὴν ἐκπληρώνῃς».
Ὁ χαιρετισμὸς γράφεται μὲ τὸ χέρι ἐμοῦ τοῦ Παύλου. Νὰ θυμᾶσθε ὅτι εἶμαι φυλακισμένος. Ἡ χάρις νὰ εἶναι μαζί σας. Ἀμήν.

Προς Κορινθίους Α΄ (α΄18–24)

Ἀδελφοί,
Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.
Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν.

Απόδοση στη νεοελληνική:
 

Ἀδελφοί,
Τὸ κήρυγμα περὶ τοῦ σταυροῦ σ’ ἐκείνους ποὺ χάνονται εἶναι μωρία, ἀλλὰ σ’ ἐμᾶς ποὺ σωζόμεθα εἶναι δύναμις Θεοῦ. Διότι εἶναι γραμμένον: Θὰ ἐξαφανίσω τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν θὰ ἐκμηδενίσω. Ποῦ εἶναι ὁ σοφός; Ποῦ ὁ γραμματεύς; Ποῦ ὁ συζητητὴς τοῦ κόσμου τούτου; Δὲν ἐμώρανε ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; Διότι ἀφοῦ, κατὰ τὴν σοφίαν τοῦ Θεοῦ, ὁ κόσμος δὲν ἐγνώρισε μὲ τὴν σοφίαν του τὸν Θεόν, εὐδοκήμησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος νὰ σώσῃ ἐκείνους ποὺ πιστεύουν.
Οἱ Ἰουδαῖοι θέλουν θαύματα, οἱ δὲ Ἕλληνες ζητοῦν σοφίαν, ἐμεῖς ὅμως κηρύττομεν Χριστὸν σταυρωμένον, ὁ ὁποῖος εἰς μὲν τοὺς Ἰουδαίους εἶναι σκάνδαλον, εἰς δὲ τοὺς Ἕλληνας μωρία, ἀλλὰ σ’ ἐκείνους ποὺ εἶναι καλεσμένοι, Ἰουδαίους καὶ Ἕλληνας, ὁ Χριστὸς εἶναι Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.

Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 24 επισκέπτες

Εμφανίσεις Άρθρων
5526020

Copyright © 2023 Πρωτοπρεσβύτερος Χρήστος Πυτιρίνης. Με την επιφύλαξη παντός δικαιώματος. 

Δημιουργία ιστοτόπου: CJ web Services & Eshop

grafiko 2

Search