ΑΓΙΑ ΓΡΑΦΗ

ΚΥΡΙΑΚΟΔΡΟΜΙΟ

Προς Κορινθίους Α΄ (δ΄ 9–16)

Ἀδελφοί, δοκῶ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.

Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ.

Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

 

Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, μοῦ φαίνεται ὅτι ὁ Θεὸς ἄφησε ἐμᾶς τοὺς ἀποστόλους νὰ ἐμφανισθοῦμε τελευταῖοι, σὰν καταδικασμένοι εἰς θάνατον, διότι ἐγίναμε θέαμα εἰς τὸν κόσμον, εἰς τοὺς ἀγγέλους καὶ εἰς τοὺς ἀνθρώπους. Ἐμεῖς θεωρούμεθα μωροὶ χάριν τοῦ Χριστοῦ, σεῖς φρόνιμοι ἐν Χριστῷ· ἐμεῖς ἀδύνατοι, σεῖς δυνατοί· σεῖς ἔνδοξοι, ἐμεῖς ἄσημοι. Ἕως αὐτὴν τὴν στιγμὴν καὶ πεινᾶμε καὶ διψᾶμε, εἴμεθα κακοντυμένοι, δεχόμεθα ραπίσματα, διάγομεν βίον πλανόδιον, κοπιάζομεν ἐργαζόμενοι μὲ τὰ ἴδια μας τὰ χέρια. Ὅταν μᾶς βρίζουν, εὐλογοῦμεν, ὅταν μᾶς διώκουν, δείχνομεν ἀνοχήν· ὅταν μᾶς συκοφαντοῦν, μιλᾶμε εὐγενικά. Ἐγίναμε σὰν σκουπίδια τοῦ κόσμου· κάθαρμα ὅλων ἕως τὴν στιγμὴν αὐτήν.

Δὲν γράφω αὐτὰ διὰ νὰ σᾶς ντροπιάσω, ἀλλὰ διὰ νὰ σᾶς συμβουλεύσω σὰν παιδιά μου ἀγαπητά.

Διότι ἂν καὶ μπορῇ νὰ ἔχετε χιλιάδες παιδαγωγοὺς ἐν Χριστῷ, δὲν ἔχετε πολλοὺς πατέρας, διότι ἐγὼ σᾶς ἐγέννησα ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου. Σᾶς παρακαλῶ λοιπὸν νὰ γίνεσθε μιμηταί μου.

Προς Κορινθίους Α΄ (η΄8 – θ΄2)

Ἀδελφοί, βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύωμεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα.
Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. Ἐὰν γάρ τις ἴδῃ σε, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι᾿ ὃν Χριστὸς ἀπέθανεν. Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε.
Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Οὐκ εἰμὶ ἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος; Οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.

Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, ἐμᾶς δὲν μᾶς συνιστᾶ τὸ φαγητὸν εἰς τὸν Θεόν, διότι οὔτε ἐὰν φάγωμεν, ἔχομεν κανένα πλεονέκτημα, οὔτε ἐὰν δὲν φάγωμεν, χάνομεν τίποτε.
Προσέχετε ὅμως μήπως ἡ ἐλευθερία σας αὐτὴ γίνῃ αἰτία νὰ πέσουν οἱ ἀσθενεῖς κατὰ τὴν πίστιν. Ἐὰν κάποιος ἰδῇ ἐσένα ποὺ ἔχεις γνῶσιν, νὰ κάθεσαι εἰς τὸ τραπέζι ἑνὸς ναοῦ εἰδώλων, δὲν θὰ ἐνθαρρυνθῇ ἡ συνείδησίς του, ἐπειδὴ εἶναι ἀδύνατος εἰς τὴν πίστιν, εἰς τὸ νὰ τρώγῃ κρέατα τῶν θυσιῶν ποὺ προσφέρονται εἰς τὰ εἴδωλα; Καὶ ἐξ αἰτίας τῆς γνώσεώς σου θὰ χαθῇ ὁ ἀδύνατος ἀδελφὸς διὰ τὸν ὁποῖον ἐπέθανε ὁ Χριστὸς. Ἁμαρτάνοντες δὲ μὲ αὐτὸν τὸν τρόπον εἰς τοὺς ἀδελφοὺς καὶ πληγώντες τὴν συνείδησίν των ποὺ εἶναι ἀδύνατη, ἁμαρτάνετε εἰς τὸν Χριστόν.
Δι’ αὐτὸν τὸν λόγον, ἐὰν φαγητὸν κάνῃ τὸν ἀδελφόν μου νὰ πέσῃ, δὲν θὰ φάγω κρέας ποτέ, διὰ νὰ μὴ γίνω αἰτία νὰ πέσῃ ὁ ἀδελφός μου. Δὲν εἶμαι ἀπόστολος; Δὲν εἶμαι ἐλεύθερος; Δὲν εἶδα τὸν Ἰησοῦν Χριστὸν τὸν Κύριόν μας; Δὲν εἶσθε σεῖς τὸ ἔργον μου ἐν Κυρίῳ;  Ἐὰν δι’ ἄλλους δὲν εἶμαι ἀπόστολος, εἶμαι τοὐλάχιστον γιὰ σᾶς, διότι σεῖς εἶσθε ἡ σφραγίδα τῆς ἀποστολῆς μου ἐν Κυρίῳ.

Προς Κορινθίους Α΄ (θ΄2 – 12)

Ἀδελφοί, εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ. Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστί.
Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς; Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι;
Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;
Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; Ἐν γὰρ τῷ Μωυσέως νόμῳ γέγραπται· οὐ φιμώσεις βοῦν ἀλοῶντα. Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Ἢ δι᾿ ἡμᾶς πάντως λέγει; Δι᾿ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ᾿ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾿ ἐλπίδι.
Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ᾿ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.
 
Ἀπόδοση στη νεοελληνική:
 
Ἀδελφοί, ἐὰν δι’ ἄλλους δὲν εἶμαι ἀπόστολος, εἶμαι τοὐλάχιστον γιὰ σᾶς, διότι σεῖς εἶσθε ἡ σφραγίδα τῆς ἀποστολῆς μου ἐν Κυρίῳ. Αὐτὴ εἶναι ἡ ὑπεράσπισίς μου πρὸς ἐκείνους ποὺ μὲ ἐπικρίνουν.
Μήπως δὲν ἔχομεν ἐξουσίαν νὰ φᾶμε καὶ νὰ πιοῦμε; Μήπως δὲν ἔχομεν ἐξουσίαν νὰ περιφέρωμεν γυναῖκα χριστιανήν, ὅπως καὶ οἱ ἄλλοι ἀπόστολοι καὶ οἱ ἀδελφοί τοῦ Κυρίου καὶ ὁ Κῆφας; Ἢ μόνον ἐγὼ καὶ ὁ Βαρνάβας δὲν ἔχομεν ἐξουσίαν νὰ μὴ ἐργαζώμεθα;
Ποιός ποτὲ ὑπηρετεῖ εἰς τὸν στρατὸν μὲ δικά του ἔξοδα; Ποιός φυτεύει ἀμπέλι καὶ δὲν τρώγει ἀπὸ τὸν καρπόν του; Ὴ ποιός βόσκει ποίμνην καὶ δὲν τρώγει ἀπὸ τὸ γάλα τῆς ποίμνης;
Μήπως τὰ λέγω αὐτὰ ἀνθρωπίνως σκεπτόμενος; Δὲν τὰ λέγει καὶ ὁ νόμος; Εἰς τὸν νόμον τοῦ Μωϋσέως εἶναι γραμμένον, Δὲν θὰ κλείσῃς τὸ στόμα τοῦ βοδιοῦ ποὺ ἀλωνίζει. Μήπως νοιάζεται ὁ Θεὸς γιὰ τὰ βόδια; Ἢ μιλεῖ ἀποκλειστικὰ γιὰ μᾶς; Πραγματικὰ γιὰ μᾶς εἶναι γραμμένον, διότι ἐκεῖνος ποὺ ὀργώνει τὴν γῆν, ὀφείλει μὲ ἐλπίδα νὰ ὀργώνῃ, καὶ ἐκεῖνος ποὺ ἁλωνίζει, νὰ ἁλωνίζῃ μὲ ἐλπίδα ὅτι θὰ ἔχῃ μέρος τοῦ καρποῦ.
Ἐὰν ἐμεῖς ἐσπείραμεν σ’ ἐσᾶς τὰ πνευματικά, εἶναι μεγάλο πρᾶγμα ἐὰν θερίσωμεν ἀπὸ σᾶς ὑλικὰ πράγματα; Ἐὰν ἄλλοι χρησιμοποιοῦν τὸ δικαίωμα νὰ μετέχουν εἰς τὰ ἀγαθά σας, δὲν τὸ ἔχομεν ἐμεῖς περισσότερον; Δὲν ἐκάναμεν ὅμως χρῆσιν τοῦ δικαιώματος αὐτοῦ, ἀλλὰ τὰ ὑπομένομεν ὅλα, διὰ νὰ μὴ φέρωμεν κανένα ἐμπόδιον εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.

Προς Κορινθίους Α΄ (ιβ΄27 – ιγ΄8)

Ἀδελφοί, ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν.

Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσι; Μὴ πάντες διερμηνεύουσι;

Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθ᾿ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.

Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.

Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι.

Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.

Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.

Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.

 

Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, σεῖς εἶσθε σῶμα τοῦ Χριστοῦ, καὶ ὁ καθένας εἶναι μέλος τοῦ σώματος.

Καὶ ὁ Θεὸς ἐτοποθέτησε εἰς τὴν ἐκκλησίαν πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα ἔρχονται αἱ θαυματουργικαὶ δυνάμεις, ἔπειτα τὰ θεραπευτικὰ χαρίσματα, παροχαὶ βοηθείας, διοικητικαὶ ἱκανότητες, διάφορα εἴδη γλωσσολαλιῶν.

Μήπως εἶναι ὅλοι ἀπόστολοι; Μήπως εἶναι ὅλοι προφῆται; Μήπως εἶναι ὅλοι διδάσκαλοι; Μήπως ὅλοι ἔχουν θαυματουργικὰς δυνάμεις; Μήπως ὅλοι ἔχουν θεραπευτικὰ χαρίσματα; Μήπως ὅλοι ἔχουν τὴν γλωσσολαλιά; Μήπως ὅλοι διερμηνεύουν; Νὰ ἔχετε δὲ ζῆλον πρὸς τὰ χαρίσματα τὰ ἀνώτερα. Καὶ τώρα θὰ σᾶς δείξω ἕνα ὑπέροχον δρόμον.

Ἐὰν μιλῶ τὰς γλώσσας τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων, ἀλλὰ δὲν ἔχω ἀγάπην, ἔγινα χαλκὸς ποὺ δίνει ἤχους ἢ κύμβαλον ποὺ βγάζει κρότους.

Καὶ ἐὰν ἔχω χάρισμα προφητείας καὶ γνωρίζω ὅλα τὰ μυστήρια καὶ ὅλην τὴν γνῶσιν, καὶ ἐὰν ἔχω ὅλην τὴν πίστιν, ὥστε νὰ μεταθέτω βουνά, ἀλλὰ δὲν ἔχω ἀγάπην, δὲν εἶμαι τίποτε.

Καὶ ἐὰν μοιράσω σὲ ἐλεημοσύνες ὅλην μου τὴν περιουσίαν, καὶ ἐὰν παραδώσω τὸ σῶμά μου διὰ νὰ καῇ, ἀλλὰ δὲν ἔχω ἀγάπην, καμμίαν ὠφέλειαν δὲν ἔχω.

Ἡ ἀγάπη εἶναι μακρόθυμη, εἶναι γεμάτη ἀπὸ εὐμένειαν, ἡ ἀγάπη δὲν εἶναι ζηλότυπη, ἡ ἀγάπη δὲν καυχᾶται, δὲν εἶναι ὑπερήφανη, δὲν κάνει ἀσχήμιες, δὲν ζητεῖ τὸ συμφέρον της, δὲν ἐρεθίζεται, δὲν λογαριάζει τὸ κακόν, δὲν χαίρει διὰ τὸ κακόν, ἀλλὰ συγχαίρει εἰς τὴν ἀλήθειαν, ὅλα τὰ ἀνέχεται, ὅλα τὰ πιστεύει, ἐλπίζει γιὰ τὸ κάθε τι, ὑπομένει τὸ κάθε τι.

Ἡ ἀγάπη ποτὲ δὲν θὰ παύσῃ νὰ ὑπάρχῃ.

Προς Κορινθίους Α΄ (ιστ΄ 13-24)

Ἀδελφοί, γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.
Εἴ τις οὐ φιλεῖ τὸν Κύριον ᾿Ιησοῦν Χριστόν, ἤτω ἀνάθεμα. Μαρὰν ἀθᾶ.
Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν.
Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ᾿Ιησοῦ· Ἀμήν.

Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, ἀγρυπνεῖτε, στέκεσθε σταθεροὶ εἰς τὴν πίστιν, νὰ εἶσθε θαρραλέοι καὶ δυνατοί. Ὅ,τι κάνετε, νὰ γίνεται μὲ ἀγάπην.
Τώρα σᾶς παρακαλῶ, ἀδελφοί: ξέρετε ὅτι ἡ οἰκογένεια τοῦ Στεφανᾶ ἦσαν οἱ πρῶτοι χριστιανοὶ τῆς Ἀχαΐας καὶ ἔταξαν τοὺς ἑαυτούς των εἰς τὴν ὑπηρεσίαν τῶν ἁγίων. Νὰ ὑποτάσσεσθε καὶ σεῖς εἰς τοὺς τοιούτους καὶ εἰς τὸν καθένα ποὺ συνεργάζεται καὶ κοπιάζει. Χαίρω διὰ τὸν ἐρχομὸν τοῦ Στεφανᾶ, τοῦ Φουρτουνάτου καὶ τοῦ Ἀχαϊκοῦ, διότι αὐτοὶ ἀνεπλήρωσαν τὴν ἀπουσίαν σας· καθησύχασαν τὸ δικό μου πνεῦμα καὶ τὸ δικό σας. Ν’ ἀναγνωρίζετε τοὺς τοιούτους.
Σᾶς χαιρετοῦν αἱ ἐκκλησίαι τῆς Ἀσίας. Σᾶς στέλνουν πολλοὺς χαιρετισμοὺς ἐν Κυρίῳ ὁ Ἀκύλλας καὶ ἡ Πρίσκιλλα μαζὶ μὲ τὴν ἐκκλησία τοῦ σπιτιοῦ των. Σᾶς χαιρετοῦν ὅλοι οἱ ἀδελφοί. Χαιρετῆστε ἀλλήλους μὲ ἅγιον φίλημα. Ὁ χαιρετισμὸς γράφεται μὲ τὸ χέρι ἐμοῦ τοῦ Παύλου.
Ὅποιος δὲν ἀγαπᾶ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἂς εἶναι ἀνάθεμα. Μαρὰν ἀθά. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ νὰ εἶναι μαζί σας.
Ἡ ἀγάπη μου εἶναι μαζί μὲ ὅλους σας ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν.

Προς Κορινθίους Α΄ (στ΄12-20)

Ἀδελφοί, πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. Τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.
Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; Μὴ γένοιτο.
Ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν· ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. Φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.
Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; Ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ.
 
Ἀπόδοση στη νεοελληνική:
 
Ἀδελφοί, ὅλα μοῦ ἐπιτρέπονται ἀλλὰ δὲν συμφέρουν ὅλα. Ὅλα μοῦ ἐπιτρέπονται ἀλλὰ ἐγὼ δὲν θὰ ἀφήσω τὸν ἑαυτόν μου νὰ ἐξουσιασθῇ ἀπὸ τίποτε. Τὰ φαγητὰ εἶναι γιὰ τὴν κοιλιά, καὶ ἡ κοιλιὰ γιὰ τὰ φαγητά· ὁ Θεὸς θὰ καταργήσῃ καὶ αὐτὴν καὶ ἐκεῖνα. Ἀλλὰ τὸ σῶμα δὲν εἶναι διὰ τὴν πορνείαν· εἶναι διὰ τὸν Κύριον καὶ ὁ Κύριος διὰ τὸ σῶμα. Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἀνέστησε καὶ ἐμᾶς θὰ ἀναστήσῃ διὰ τῆς δυνάμεώς του.
Δὲν ξέρετε ὅτι τὰ σώματά σας εἶναι μέλη τοῦ Χριστοῦ; Νὰ πάρω λοιπὸν τὰ μέλη τοῦ Χριστοῦ καὶ νὰ τὰ κάνω μέλη πόρνης; Μὴ γένοιτο.
Δὲν ξέρετε ὅτι ἐκεῖνος ποὺ προσκολλᾶται εἰς τὴν πόρνην εἶναι ἕνα σῶμα μὲ αὐτήν; Διότι θὰ γίνουν, λέγει, οἱ δύο μία σάρκα. Ἐκεῖνος δὲ ποὺ προσκολλᾶται εἰς τὸν Κύριον εἶναι ἕνα πνεῦμα μὲ αὐτόν. Ἀποφεύγετε τὴν πορνείαν. Κάθε ἄλλο ἁμάρτημα ποὺ κάνει ὁ ἄνθρωπος εἶναι ἔξω ἀπὸ τὸ σῶμα, ἐκεῖνος ὅμως ποὺ πορνεύει, ἁμαρτάνει πρὸς τὸ ἴδιο του τὸ σῶμα.
Ἢ δὲν ξέρετε ὅτι τὸ σῶμά σας εἶναι ναὸς τοῦ Ἁγίου Πνεύματος ποὺ εἶναι μέσα σας, καὶ τὸ ὁποῖον ἔχετε ἀπὸ τὸν Θεὸν καὶ δὲν ἀνήκετε εἰς τοὺς ἑαυτούς σας; Ἔχετε ἀγορασθῆ ἀντὶ τιμήματος. Δοξάσατε λοιπὸν τὸν Θεὸν διὰ τοῦ σώματός σας καὶ διὰ τοῦ πνεύματός σας, τὰ ὁποῖα ἀνήκουν εἰς τὸν Θεόν.

Προς Κορινθίους Α΄(α΄ 10-17)

Ἀδελφοί, παρακαλῶ ὑμᾶς, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσι.
Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ. Μεμέρισται ὁ Χριστός; Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν; Ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;
Εὐχαριστῶ τῷ Θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον, ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα. Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. Οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ᾿ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.

Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, σᾶς παρακαλῶ, εἰς τὸ ὄνομα τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, νὰ λέγετε ὅλοι τὸ ἴδιο καὶ νὰ μὴν ὑπάρχουν διαιρέσεις μεταξύ σας, ἀλλὰ νὰ εἶσθε ἑνωμένοι μὲ τὸ ἴδιο πνεῦμα καὶ τὴν ἴδια γνώμη. Διότι ἐπληροφορήθηκα γιὰ σᾶς, ἀδελφοί μου, ἀπὸ τοὺς ἀνθρώπους τῆς Χλόης, ὅτι ὑπάρχουν ἔριδες μεταξύ σας.
Ἐννοῶ τοῦτο: καθένας ἀπὸ σᾶς λέγει, «Ἐγὼ εἶμαι τοῦ Παύλου», «Ἐγὼ τοῦ Ἀπολλώ», «Ἐγὼ τοῦ Κηφᾶ», «Ἐγὼ τοῦ Χριστοῦ». Μήπως ἔχει μοιρασθῆ ὁ Χριστός; Μήπως ὁ Παῦλος ἐσταυρώθηκε γιὰ σᾶς; Ἢ μήπως ἐβαπτισθήκατε εἰς τὸ ὄνομα τοῦ Παύλου;
Εὐχαριστῶ τὸν Θεὸν ποὺ δὲν ἐβάπτισα κανένα ἀπὸ σᾶς παρὰ τὸν Κρίσπον καὶ τὸν Γάϊον, διὰ νὰ μὴ μπορῇ νὰ πῇ κανεὶς ὅτι ἐβαπτισθήκατε εἰς τὸ δικό μου ὄνομα. Ἐβάπτισα ἐπίσης καὶ τὴν οἰκογένειαν τοῦ Στεφανᾶ. Ἐκτὸς ἀπ’ αὐτοὺς δὲν γνωρίζω ἐὰν ἐβάπτισα κανένα ἄλλον. Ὁ Χρίστὸς δὲν μὲ ἔστειλε νὰ βαπτίζω, ἀλλὰ νὰ κηρύττω τὸ εὐαγγέλιον, ὄχι μὲ σοφίαν ρητορικήν, διὰ νὰ μὴ χάσῃ τὴν δύναμίν του ὁ σταυρικὸς θάνατος τοῦ Χριστοῦ.

Προς Κορινθίους Β΄ (α΄21 – β΄4)

Ἀδελφοί, ὁ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς Θεός, ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.
Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε.
Ἔκρινα δὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ ἐλθεῖν πρὸς ὑμᾶς. Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;
Καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτό, ἵνα μὴ ἐλθὼν λύπην ἔχω ἀφ᾿ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.

Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, ἐκεῖνος ποὺ μᾶς στερεώνει μαζὶ μ’ ἐσᾶς εἰς τὸν Χριστὸν καὶ μᾶς ἔχρισε, εἶναι ὁ Θεός, ὁ ὁποῖος καὶ μᾶς ἐσφράγισε καὶ ἔδωκε εἰς τὶς καρδιές μας τὸ Πνεῦμα σὰν ἀρραβῶνα.
Ἐπικαλοῦμαι μάρτυρά μου τὸν Θεόν, ὅτι διὰ νὰ μὴ σᾶς λυπήσω δὲν ἦλθα ἀκόμη εἰς τὴν Κόρινθον. Ὄχι διότι θέλομεν νὰ σᾶς ἐξουσιάζωμεν σὲ ζητήματα τῆς πίστεώς σας, ἀλλὰ εἴμεθα συνεργάται τῆς χαρᾶς σας, διότι στέκεσθε σταθεροὶ εἰς τὴν πίστιν.
Ἀπεφάσισα νὰ μὴ σᾶς κάνω καὶ ἄλλην δυσάρεστην ἐπίσκεψιν. Ἐὰν ἐγὼ σᾶς λυπῶ, τότε ποιὸς μοῦ προξενεῖ χαρὰν παρὰ ἐκεῖνος ποὺ τὸν κάνω νὰ λυπᾶται;
Καὶ σᾶς ἔγραψα ἀκριβῶς αὐτό, ὥστε, ὅταν ἔλθω, νὰ μὴ λυπηθῶ ἀπὸ ἐκείνους, ἀπὸ τοὺς ὁποίους ἔπρεπε νὰ χαίρω, διότι ἔχω παποίθησιν δι’ ὅλους σας ὅτι ἡ χαρά μου εἶναι καὶ χαρὰ ὅλων σας. Σᾶς ἔγραψα ἀπὸ μεγάλην θλῖψιν καὶ στενοχωρίαν τῆς καρδιᾶς, μὲ πολλὰ δάκρυα, ὄχι διὰ νὰ λυπηθῆτε, ἀλλὰ διὰ νὰ γνωρίσετε τὴν ὑπερβολικὴν ἀγάπην ποὺ ἔχω γιὰ σᾶς.

Προς Κορινθίους Β΄ (δ΄ 6-15)

Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ.

Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾿ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολλύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ.

Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.

Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν.

Τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.

 

Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, ὁ Θεὸς ποὺ εἶπε νὰ λάμψῃ φῶς ἀπὸ τὸ σκοτάδι, αὐτὸς ἔλαμψε μέσα μας, διὰ νὰ φέρῃ εἰς φῶς τὴν γνῶσιν τῆς δόξης τοῦ Θεοῦ ἐν τῷ προσώπῳ τοῦ Ἰησοῦ Χριστοῦ.

Ἔχομεν δὲ τὸν θησαυρὸν αὐτὸν μέσα σὲ πήλινα σκεύη, διὰ νὰ φανῇ ὅτι τέτοια ὑπερβολικὴ δύναμις εἶναι τοῦ Θεοῦ καὶ δὲν προέρχεται ἀπὸ μᾶς. Πιεζόμεθα μὲ κάθε τρόπον, ἀλλὰ δὲν φθάνομεν σὲ ἀδιέξοδον, εὑρισκόμεθα σὲ ἀδυναμίαν ἀλλ’ ὄχι σὲ ἀπελπισίαν, διωκόμεθα ἀλλὰ δὲν ἐγκαταλειπόμεθα, καταβαλλόμεθα ἀλλὰ δὲν χανόμεθα.

Πάντοτε φέρομεν εἰς τὸ σῶμά μας τὸν θάνατον τοῦ Κυρίου Ἰησοῦ, διὰ νὰ φανερωθῇ καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ εἰς τὸ σῶμά μας. Διότι ἐνῷ ζῶμεν παραδιδόμεθα πάντοτε εἰς θάνατον χάριν τοῦ Ἰησοῦ, διὰ νὰ φανερωθῇ καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ εἰς τὸ θνητόν μας σῶμα. Ὥστε ὁ μὲν θάνατος συντελεῖται σ’ ἐμᾶς, ἀλλ’ ἡ ζωὴ σ’ ἐσᾶς.

Ἀλλ’ ἐπειδὴ ἔχομεν τὸ ἴδιο πνεῦμα τῆς πίστεως σύμφωνα πρὸς ὅ,τι εἶναι γραμμένον, Ἐπίστεψα καὶ διὰ τοῦτο ἐμίλησα, καὶ ἐμεῖς πιστεύομεν, διὰ τοῦτο καὶ μιλᾶμε, διότι γνωρίζομεν ὅτι ἐκεῖνος ποὺ ἀνέστησε τὸν Κύριον Ἰησοῦν θὰ ἀναστήσῃ καὶ ἐμᾶς διὰ τοῦ Ἰησοῦ καὶ θὰ μᾶς στήσῃ μαζὶ μ’ ἐσᾶς ἐνώπιόν του.

Ὅλα γίνονται πρὸς χάριν σας, ὥστε καθὼς ἡ χάρις ἐπεκτείνεται εἰς περισσοτέρους, νὰ προκαλέσῃ πλουσίαν τὴν εὐχαριστίαν πρὸς δόξαν τοῦ Θεοῦ.

Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 51 επισκέπτες

Εμφανίσεις Άρθρων
5525985

Copyright © 2023 Πρωτοπρεσβύτερος Χρήστος Πυτιρίνης. Με την επιφύλαξη παντός δικαιώματος. 

Δημιουργία ιστοτόπου: CJ web Services & Eshop

grafiko 2

Search