ΑΓΙΑ ΓΡΑΦΗ

Η Αγία Γραφή


Η Αγία Γραφή είναι το βιβλίο των βιβλίων. Η αποκάλυψη του Θεού στους ανθρώπους καταγεγραμένη. Η Αγία Γραφή είναι βιβλίο θεόσδοτο ή ακριβέστερα θεόπνευστο. Δηλαδή η ύπαρξή της δεν καλύπτεται από κάποιον μύθο που την παρουσιάζει «ουρανοκατέβατη» αλλά η ιερότητά της έγκειται στο ότι οι συγγραφείς αυτής ήταν άνθρωποι αγιασμένοι, άνθρωποι που φωτίστηκαν και καθοδηγήθηκαν από το Άγιο Πνεύμα στην καταγραφή του λόγου του Θεού, όχι φυσικά αυτονομημένοι αλλά ως γνήσια μέλη της λατρεύουσας κοινότητας, της Εκκλησίας.

ΓΕΝΕΣΙΣ 26 - 50

Κεφάλαιο 26

ΕΓΕΝΕΤΟ δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ καιρῷ τοῦ ῾Αβραάμ· ἐπορεύθη δὲ ᾿Ισαὰκ πρὸς ᾿Αβιμέλεχ βασιλέα Φυλιστιεὶμ εἰς Γέραρα. 2 ὤφθη δὲ αὐτῷ Κύριος καὶ εἶπε· μὴ καταβῇς εἰς Αἴγυπτον· κατοίκησον δὲ ἐν τῇ γῇ, ᾗ ἄν σοι εἴπω. 3 καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε· σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τῷ ῾Αβραὰμ τῷ πατρί σου. 4 καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, 5 ἀνθ᾿ ὧν ὑπήκουσεν ῾Αβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου. 6 κατῴκησε δὲ ᾿Ισαὰκ ἐν Γεράροις.

ΓΕΝΕΣΙΣ 1 - 25

Κεφάλαιο 1

ΕΝ ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. 2 ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. 3 καὶ εἶπεν ὁ Θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶς. 4 καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. 5 καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. καὶ ἐγένετο  ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία.

6 Καὶ εἶπεν ὁ Θεός· γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. καὶ ἐγένετο οὕτως. 7 καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. 8 καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν, καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα.

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 1

1 ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν Μωυσῆ, εἶπε Κύριος τῷ Ἰησοῖ υἱῷ Ναυὴ τῷ ὑπουργῷ Μωυσῆ λέγων· 2 Μωυσῆς ὁ θεράπων μου τετελεύτηκε· νῦν οὖν ἀναστὰς διάβηθι τὸν Ἰορδάνην, σὺ καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι αὐτοῖς. 3 πᾶς ὁ τόπος, ἐφ' ὃν ἂν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτόν, ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ, 4 τὴν ἔρημον καὶ τὸν Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐσχάτης ἀφ' ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν. 5 οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ καὶ οὐκ ἐγκαταλείψω σε, οὐδ' ὑπερόψομαί σε. 6 ἴσχυε καὶ ἀνδρίζου, σὺ γὰρ ἀποδιελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς. 7 ἴσχυε οὖν καὶ ἀνδρίζου, φυλάσσεσθαι καὶ ποιεῖν καθότι ἐνετείλατό σοι Μωυσῆς ὁ παῖς μου, καὶ οὐκ ἐκκλινεῖς ἀπ' αὐτῶν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά, ἵνα συνῇς ἐν πᾶσιν οἷς ἐὰν πράσσῃς. 8 καὶ οὐκ ἀποστήσεται ἡ βίβλος τοῦ νόμου τούτου ἐκ τοῦ στόματός σου, καὶ μελετήσεις ἐν αὐτῷ ἡμέρας καὶ νυκτός, ἵνα εἰδῇς ποιεῖν πάντα τὰ γεγραμμένα· τότε εὐοδωθήσῃ, καὶ εὐοδώσεις τὰς ὁδούς σου καὶ τότε συνήσεις. 9 ἰδοὺ ἐντέταλμαί σοι· ἴσχυε καὶ ἀνδρίζου, μὴ δειλιάσῃς, μηδὲ φοβηθῇς, ὅτι μετὰ σοῦ Κύριος ὁ Θεός σου εἰς πάντα, οὗ ἐὰν πορεύῃ.

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ Α

1 ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινά, ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου, ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου λέγων· 2 λάβετε ἀρχὴν πάσης συναγωγῆς Ἰσραὴλ κατὰ συγγενείας, κατ' οἴκους πατριῶν αὐτῶν, κατ' ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν. 3 πᾶς ἄρσην ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ἰσραήλ, ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν, σὺ καὶ Ἀαρὼν ἐπισκέψασθε αὐτούς. 4 καὶ μεθ' ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων, κατ' οἴκους πατριῶν ἔσονται. 5 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἵτινες παραστήσονται μεθ' ὑμῶν· τῶν Ρουβήν, Ἐλισοὺρ υἱὸς Σεδιούρ· 6 τῶν Συμεών, Σαλαμιὴλ υἱὸς Σουρισαδαί· 7 τῶν Ἰούδα, Ναασσὼν υἱὸς Ἀμιναδάβ· 8 τῶν Ἰσσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ· 9 τῶν Ζαβουλών, Ἐλιὰβ υἱὸς Χαιλών· 10 τῶν υἱῶν Ἰωσήφ, τῶν Ἐφραίμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ, τῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασούρ· 11 τῶν Βενιαμίν, Ἀβιδὰν υἱὸς Γαδεωνί· 12 τῶν Δάν, Ἀχιέζερ υἱὸς Ἀμισαδαΐ· 13 τῶν Ἀσήρ, Φαγαϊὴλ υἱὸς Ἐχράν· 14 τῶν Γάδ, Ἐλισὰφ υἱὸς Ραγουήλ· 15 τῶν Νεφθαλί, Ἀχιρὲ υἱὸς Αἰνάν. 16 οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, ἄρχοντες τῶν φυλῶν κατὰ πατριὰς αὐτῶν, χιλίαρχοι Ἰσραήλ εἰσι. 17 καὶ ἔλαβε Μωυσῆς καὶ Ἀαρὼν τοὺς ἄνδρας τούτους τοὺς ἀνακληθέντας ἐξ ὀνόματος 18 καὶ πᾶσαν τὴν συναγωγὴν συνήγαγον ἐν μιιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους καὶ ἐπηξονοῦσαν κατὰ γενέσεις αὐτῶν, κατὰ πατριὰς αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶν ἀρσενικὸν κατὰ κεφαλὴν αὐτῶν, 19 ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ· καὶ ἐπεσκέπησαν ἐν τῇ ἐρήμῳ τοῦ Σινά.

ΕΞΟΔΟΣ

Κεφάλαιο 1

ΤΑΥΤΑ τὰ ὀνόματα τῶν υἱῶν ᾿Ισραὴλ τῶν εἰσπεπορευμένων εἰς Αἴγυπτον ἅμα ᾿Ιακὼβ τῷ πατρὶ αὐτῶν, ἕκαστος πανοικὶ αὐτῶν εἰσήλθοσαν. 2 Ρουβήν, Συμεών, Λευΐ, ᾿Ιούδας, 3 ᾿Ισσάχαρ, Ζαβουλὼν καὶ Βενιαμίν, 4 Δὰν καὶ Νεφαθλείμ, Γὰδ καὶ ᾿Ασήρ. 5 ᾿Ιωσὴφ δὲ ἦν ἐν Αἰγύπτῳ. ἦσαν δὲ πᾶσαι ψυχαὶ ἐξ ᾿Ιακὼβ πέντε καὶ ἑβδομήκοντα. 6 ἐτελεύτησε δὲ ᾿Ιωσὴφ καὶ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ γενεὰ ἐκείνη. 7 οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ηὐξήθησαν καὶ ἐπληθύνθησαν καὶ χυδαῖοι ἐγένοντο. καὶ κατίσχυον σφόδρα σφόδρα, ἐπλήθυνε δὲ ἡ γῆ αὐτούς.

8 ᾿Ανέστη δὲ βασιλεὺς ἕτερος ἐπ᾿ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν ᾿Ιωσήφ. 9 εἶπε δὲ τῷ ἔθνει αὐτοῦ· ἰδοὺ τὸ γένος τῶν υἱῶν ᾿Ισραὴλ μέγα πλῆθος καὶ ἰσχύει ὑπὲρ ἡμᾶς· 10 δεῦτε οὖν κατασοφισώμεθα αὐτούς, μή ποτε πληθυνθῇ, καὶ ἡνίκα ἂν συμβῇ ἡμῖν πόλεμος, προστεθήσονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους καὶ ἐκπολεμήσαντες ἡμᾶς ἐξελεύσονται ἐκ τῆς γῆς. 11 καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις· καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραώ, τήν τε Πειθὼμ καὶ Ραμεσσῆ καὶ ῎Ων, ἥ ἐστιν ῾Ηλιούπολις. 12 καθότι δὲ αὐτοὺς ἐταπείνουν, τοσούτῳ πλείους ἐγίγνοντο, καὶ ἴσχυον σφόδρα σφόδρα· καὶ ἐβδελύσσοντο οἱ Αἰγύπτιοι ἀπὸ τῶν υἱῶν ᾿Ισραήλ. 13 καὶ κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς ᾿Ισραὴλ βίᾳ 14 καὶ κατωδύνων αὐτῶν τὴν ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς, τῷ πηλῷ καὶ τῇ πλινθείᾳ καὶ πᾶσι τοῖς ἔργοις τοῖς ἐν τοῖς πεδίοις, κατὰ πάντα τὰ ἔργα, ὧν κατεδουλοῦντο αὐτοὺς μετὰ βίας.

ΛΕΥΙΤΙΚΟΝ

Κεφάλαιο 1

ΚΑΙ ἀνεκάλεσε Μωυσῆν, καὶ ἐλάλησε Κύριος αὐτῷ ἐκ τῆς σκηνῆς τοῦ μαρτυρίου λέγων· 2 λάλησον τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς· ἄνθρωπος ἐξ ὑμῶν ἐὰν προσαγάγῃ δῶρα τῷ Κυρίῳ, ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων προσοίσετε τὰ δῶρα ὑμῶν. 3 ἐὰν ὁλοκαύτωμα τὸ δῶρον αὐτοῦ ἐκ τῶν βοῶν, ἄρσεν ἄμωμον προσάξει· πρὸς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου προσοίσει αὐτὸ δεκτὸν ἐναντίον Κυρίου. 4 καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ καρπώματος, δεκτὸν αὐτῷ ἐξιλάσασθαι περὶ αὐτοῦ. 5 καὶ σφάξουσι τὸν μόσχον ἔναντι Κυρίου, καὶ προσοίσουσιν οἱ υἱοὶ ᾿Ααρὼν οἱ ἱερεῖς τὸ αἷμα, καὶ προσχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ τὸ ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς τοῦ μαρτυρίου. 6 καὶ ἐκδείραντες τὸ ὁλοκαύτωμα μελιοῦσιν αὐτὸ κατὰ μέλη, 7 καὶ ἐπιθήσουσιν οἱ υἱοὶ ᾿Ααρὼν οἱ ἱερεῖς πῦρ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπιστοιβάσουσι ξύλα ἐπὶ τὸ πῦρ. 8 καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ ᾿Ααρὼν οἱ ἱερεῖς τὰ διχοτομήματα καὶ τὴν κεφαλὴν καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ὄντα ἐπὶ τοῦ θυσιαστηρίου, 9 τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι, καὶ ἐπιθήσουσιν οἱ ἱερεῖς τὰ πάντα ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστι, θυσία, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

Κεφάλαιο 1

ΟΥΤΟΙ οἱ λόγοι, οὓς ἐλάλησε Μωυσῆς παντὶ ᾿Ισραὴλ πέραν τοῦ ᾿Ιορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς θαλάσσης ἀνὰ μέσον Φαρὰν Τοφὸλ καὶ Λοβὸν καὶ Αὐλὼν καὶ Καταχρύσεα· 2 ἕνδεκα ἡμερῶν ἐκ Χωρὴβ ὁδὸς ἐπ᾿ ὄρος Σηεὶρ ἕως Κάδης Βαρνή. 3 καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ ἔτει ἐν τῷ ἑνδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐλάλησε Μωυσῆς πρὸς πάντας υἱοὺς ᾿Ισραὴλ κατὰ πάντα, ὅσα ἐνετείλατο Κύριος αὐτῷ πρὸς αὐτούς. 4 μετὰ τὸ πατάξαι Σηὼν βασιλέα ᾿Αμορραίων τὸν κατοικήσαντα ἐν ᾿Εσεβὼν καὶ τὸν ῍Ωγ βασιλέα τῆς Βασὰν τὸν κατοικήσαντα ἐν ᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν, 5 ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἐν γῇ Μωάβ, ἤρξατο Μωυσῆς διασαφῆσαι τὸν νόμον τοῦτον λέγων· 6 Κύριος ὁ Θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρὴβ λέγων· ἱκανούσθω ὑμῖν κατοικεῖν ἐν τῷ ὄρει τούτῳ· 7 ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος ᾿Αμορραίων καὶ πρὸς πάντας τοὺς περιοίκους ῎Αραβα, εἰς ὄρος καὶ πεδίον καὶ πρὸς λίβα καὶ παραλίαν γῆν Χαναναίων καὶ ᾿Αντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου. 8 ἴδετε, παραδέδωκεν ἐνώπιον ὑμῶν τῆν γῆν· εἰσπορευθέντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τῷ ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ᾿ αὐτούς. 9 καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς· 10 Κύριος ὁ Θεὸς ὑμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει· 11 Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν προσθείη ὑμῖν ὡς ἐστὲ χιλιοπλασίως καὶ εὐλογήσαι ὑμᾶς, καθότι ἐλάλησεν ὑμῖν. 12 πῶς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμῶν καὶ τὴν ὑπόστασιν ὑμῶν καὶ τὰς ἀντιλογίας ὑμῶν; 13 δότε ἑαυτοῖς ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς τὰς φυλὰς ὑμῶν, καὶ καταστήσω ἐφ᾿ ὑμῶν ἡγουμένους ὑμῶν. 14 καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε· καλὸν τὸ ρῆμα ὃ ἐλάλησας ποιῆσαι. 15 καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ᾿ ὑμῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκάρχους καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. 16 καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφοῦ καὶ ἀνὰ μέσον προσηλύτου αὐτοῦ. 17 οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι· καὶ τὸ ρῆμα, ὃ ἐὰν σκληρὸν ᾖ ἀφ᾿ ὑμῶν, ἀνοίσετε αὐτὸ ἐπ᾿ ἐμέ, καὶ ἀκούσομαι αὐτό. 18 καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ πάντας τοὺς λόγους, οὓς ποιήσετε. 19 καὶ ἀπάραντες ἐκ Χωρὴβ ἐπορεύθημεν πᾶσαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην, ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ ᾿Αμορραίου, καθότι ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν, καὶ ἤλθομεν ἕως Κάδης Βαρνή. 20 καὶ εἶπα πρὸς ὑμᾶς· ἤλθατε ἕως τοῦ ὄρους τοῦ ᾿Αμορραίου, ὃ Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ὑμῖν. 21 ἴδετε, παραδέδωκεν ἡμῖν Κύριος ὁ Θεὸς ὑμῶν πρὸ προσώπου ὑμῶν τὴν γῆν· ἀναβάντες κληρονομήσατε, ὃν τρόπον εἶπε Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν ὑμῖν· μὴ φοβεῖσθε μηδὲ δειλιάσητε. 22 καὶ προσήλθατέ μοι πάντες καὶ εἴπατε· ἀποστείλωμεν ἄνδρας προτέρους ἡμῶν, καὶ ἐφοδευσάτωσαν ἡμῖν τὴν γῆν καὶ ἀναγγειλάτωσαν ἡμῖν ἀπόκρισιν τὴν ὁδόν, δι᾿ ἧς ἀναβησόμεθα ἐν αὐτῇ, καὶ τὰς πόλεις εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς. 23 καὶ ἤρεσεν ἐναντίον μου τὸ ρῆμα, καὶ ἔλαβον ἐξ ὑμῶν δώδεκα ἄνδρας, ἄνδρα ἕνα κατὰ φυλήν. 24 καὶ ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκόπευσαν αὐτήν. 25 καὶ ἐλάβοσαν ἐν ταῖς χερσὶν αὐτῶν ἀπὸ τοῦ καρποῦ τῆς γῆς καὶ κατήνεγκαν πρὸς ὑμᾶς καὶ ἔλεγον· ἀγαθὴ ἡ γῆ, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ἡμῖν. 26 καὶ οὐκ ἠθελήσατε ἀναβῆναι, ἀλλ᾿ ἠπειθήσατε τῷ ρήματι Κυρίου τοῦ Θεοῦ ἡμῶν 27 καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς ὑμῶν καὶ εἴπατε· διὰ τὸ μισεῖν Κύριον ἡμᾶς, ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου παραδοῦναι ἡμᾶς εἰς χεῖρας ᾿Αμορραίων, ἐξολοθρεῦσαι ἡμᾶς. 28 ποῦ ἡμεῖς ἀναβαίνομεν; οἱ δὲ ἀδελφοὶ ὑμῶν ἀπέστησαν τὴν καρδίαν ὑμῶν λέγοντες· ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ἡμῶν καὶ πόλεις μεγάλαι καὶ τετειχισμέναι ἕως τοῦ οὐρανοῦ, ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ. 29 καὶ εἶπα πρὸς ὑμᾶς· μὴ πτήξετε, μηδὲ φοβηθῆτε ἀπ᾿ αὐτῶν· 30 Κύριος ὁ Θεὸς ὑμῶν ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν αὐτὸς συνεκπολεμήσει αὐτοὺς μεθ᾿ ὑμῶν κατὰ πάντα, ὅσα ἐποίησεν ὑμῖν ἐν γῇ Αἰγύπτῳ 31 καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ ᾿Αμορραίου, ὡς ἐτροφοφόρησέ σε Κύριος ὁ Θεός σου, ὡς εἴ τις τροφοφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, κατὰ πᾶσαν τὴν ὁδὸν εἰς ἣν ἐπορεύθητε, ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον. 32 καὶ ἐν τῷ λόγῳ τούτῳ οὐκ ἐνεπιστεύσατε Κυρίῳ τῷ Θεῷ ἡμῶν, 33 ὃς προπορεύεται πρότερος ὑμῶν ἐν τῇ ὁδῷ ἐκλέγεσθαι ὑμῖν τόπον, ὁδηγῶν ὑμᾶς ἐν πυρὶ νυκτός, δεικνύων ὑμῖν τὴν ὁδὸν καθ᾿ ἣν πορεύεσθε ἐπ᾿ αὐτῆς, καὶ ἐν νεφέλῃ ἡμέρας. 34 καὶ ἤκουσε Κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν καὶ παροξυνθεὶς ὤμοσε λέγων· 35 εἰ ὄψεταί τις τῶν ἀνδρῶν τούτων τὴν γῆν ἀγαθὴν ταύτην, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν, 36 πλὴν Χάλεβ υἱὸς ᾿Ιεφοννή, οὗτος ὄψεται αὐτήν, καὶ τούτῳ δώσω τὴν γῆν, ἐφ᾿ ἣν ἐπέβη, καὶ τοῖς υἱοῖς αὐτοῦ διὰ τὸ προσκεῖσθαι αὐτὸν τὰ πρὸς Κύριον. 37 καὶ ἐμοὶ ἐθυμώθη Κύριος δι᾿ ὑμᾶς λέγων· οὐδὲ σὺ οὐ μὴ εἰσέλθῃς ἐκεῖ· 38 ᾿Ιησοῦς υἱὸς Ναυὴ ὁ παρεστηκώς σοι, οὗτος εἰσελεύσεται ἐκεῖ· αὐτὸν κατίσχυσον, ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ ᾿Ισραήλ. 39 καὶ πᾶν παιδίον νέον, ὅστις οὐκ οἶδε σήμερον ἀγαθὸν ἢ κακόν, οὗτοι εἰσελεύσονται ἐκεῖ, καὶ τούτοις δώσω αὐτήν, καὶ αὐτοὶ κληρονομήσουσιν αὐτήν. 40 καὶ ὑμεῖς ἐπιστραφέντες ἐστρατοπεδεύσατε εἰς τὴν ἔρημον, ὁδὸν τὴν ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης. 41 καὶ ἀπεκρίθητε καὶ εἴπατε· ἡμάρτομεν ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν· ἡμεῖς ἀναβάντες πολεμήσομεν κατὰ πάντα, ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν. καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ συναθροισθέντες ἀνεβαίνετε εἰς τὸ ὄρος. 42 καὶ εἶπε Κύριος πρός με· εἰπὸν αὐτοῖς· οὐκ ἀναβήσεσθε οὐδὲ μὴ πολεμήσετε, οὐ γάρ εἰμι μεθ᾿ ὑμῶν· καὶ οὐ μὴ συντριβῆτε ἐνώπιον τῶν ἐχθρῶν ὑμῶν· 43 καὶ ἐλάλησα ὑμῖν, καὶ οὐκ εἰσηκούσατέ μου καὶ παρέβητε τὸ ρῆμα Κυρίου καὶ παραβιασάμενοι ἀνέβητε εἰς τὸ ὄρος. 44 καὶ ἐξῆλθεν ὁ ᾿Αμορραῖος ὁ κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ εἰς συνάντησιν ὑμῖν καὶ κατεδίωξαν ὑμᾶς, ὡσεὶ ποιήσαισαν αἱ μέλισσαι, καὶ ἐτίτρωσκον ὑμᾶς ἀπὸ Σηεὶρ ἕως ῾Ερμᾶ. 45 καὶ καθίσαντες ἐκλαίετε ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ οὐκ εἰσήκουσε Κύριος τῆς φωνῆς ὑμῶν οὐδὲ προσέσχεν ὑμῖν. 46 καὶ ἐνεκάθησθε ἐν Κάδης ἡμέρας πολλάς, ὅσας ποτὲ ἡμέρας ἐνεκάθησθε.

ΚΡΙΤΑΙ

Κεφάλαιο 1

ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν ᾿Ιησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ ᾿Ισραὴλ διὰ τοῦ Κυρίου λέγοντες· τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς; 2 καὶ εἶπε Κύριος· ᾿Ιούδας ἀναβήσεται. ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ. 3 καὶ εἶπεν ᾿Ιούδας τῷ Συμεὼν ἀδελφῷ αὐτοῦ· ἀνάβηθι μετ᾿ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ παραταξώμεθα πρὸς τοὺς Χαναναίους, καὶ πορεύσομαι κἀγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου. καὶ ἐπορεύθη μετ᾿ αὐτοῦ Συμεών. 4 καὶ ἀνέβη ᾿Ιούδας, καὶ παρέδωκε Κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον εἰς τὰς χεῖρας αὐτῶν. καὶ ἔκοψαν αὐτοὺς ἐν Βεζὰκ εἰς δέκα χιλιάδας ἀνδρῶν. 5 καὶ κατέλαβον τὸν ᾿Αδωνιβεζὲκ ἐν τῇ Βεζὲκ καὶ παρετάξαντο πρὸς αὐτὸν καὶ ἔκοψαν τὸν Χαναναῖον καὶ Φερεζαῖον. 6 καὶ ἔφυγεν ᾿Αδωνιβεζέκ, καὶ κατέδραμον ὀπίσω αὐτοῦ καὶ ἐλάβοσαν αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τὰ ἄκρα τῶ ποδῶν αὐτοῦ. 7 καὶ εἶπεν ᾿Αδωνιβεζέκ· ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέ μοι ὁ Θεός. καὶ ἄγουσιν αὐτὸν εἰς ῾Ιερουσαλήμ, καὶ ἀπέθανεν ἐκεῖ.

Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 32 επισκέπτες

Εμφανίσεις Άρθρων
3612247
  • ΕΟΡΤΟΛΟΓΙΟ

    Τετάρτη
    8 Δεκεμβρίου

    Παταπίου, Σωφρονίου, Σωσθένους, Απολλώ, Καίσαρος, Επαφροδίτου και Κηφά