Διάφορες Προσευχές

Ακολουθία Θείας Μεταλήψεως

Ευλογητός ο Θεος ημων, πάντοτε νυν και αει και εις τους αιώνας των αιώνων. Αμήν.

Δόξα σοι Χριστε, ο Θεός ημών, δόξα σοι.

Βασιλεύ ουράνιε, Παράκλητε, το Πνεύμα της αληθείας ο πανταχού παρών και τα πάντα πληρών ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν και καθάρισον ημάς από πάσης κηλίδος και σώσον αγαθέ, τας ψυχάς ημών.

Αμήν. Άγιος ο Θεός, άγιος ισχυρός, άγιος αθάνατος ελέησον ημάς (εκ τρίτου).

Δόξα Πατρί και Υιω και αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν. Παναγία Τριάς, ελέησον ημάς. Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου. Κύριε ελέησον. Κύριε ελέησον, Κύριε ελέησον.

Δόξα Πατρί και Υιω και αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Πάτερ ημών, ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου• ελθέτω η βασιλεία σου• γενηθήτω το θέλημά σου ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δός ημίν σήμερον και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών• καί μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.

Ότι σου εστίν η βασιλεία και η δύναμις και η δόξα του Πατρός και του Υιου και του Αγίου Πνεύματος, νυν και αει και εις τους αιωνας των αιώνων. Αμήν.

Κύριε ελέησον ιβ'. Δόξα, και νυν.

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν τω βασιλεί ημών Θεώ. Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ τω βασιλεί ημών Θεώ. Δεύτε προσκυνήσωμεν και προσπέσωμεν αυτώ, Χριστώ τω βασιλεί και Θεώ ημών.

(Ψαλμός ν'). ΕΛΕΗΣΟΝ με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου• 4 ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. 6 σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου• ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν• ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα σοι ο Θεος ημων, δόξα σοι. Άρτος ζωης αιωνιζούσης γενέσθω μοι, το σωμα Σου το άγιον, εύσπλαγχνε Κύριε, και το τίμιον Αιμα, και νόσων πολυτρόπων αλεξιτήριον.

Δόξα σοι ο Θεος ημων, δόξα σοι. Βεβηλωθείς, έργοις ατόποις ο δείλαιος, του Σου αχράντου Σώματος και θείου Αίματος, ανάξιος υπάρχω, Χριστέ της μετουσίας, ης με αξίωσον.

Υπεραγία Θεοτόκε, σωσον ημας. Γη αγαθή ευλογημένη Θεόνυμφε, τον στάχυν η βλαστήσασα, τον αγεώργητον, και σωτήριον κόσμω, αξίωσόν με τουτον, τρώγοντα σώζεσθαι.

Δόξα σοι ο Θεος ημων, δόξα σοι. Δακρύων μοι παράσχου Χριστέ ρανίδας, τον ρύπον της καρδίας μου καθαιρούσας, ως αν ευσυνειδότως κεκαθαρμένος, πίστει προσέρχωμαι, και φόβω Δέσποτα, εν τη μεταλήψει των θείων Δώρων Σου.

Δόξα σοι ο Θεος ημων, δόξα σοι. Εις άφεσιν γενέσθω μοι των πταισμάτων, το άχραντόν Σου Σωμα και θειον Αιμα, εις Πνεύματος Αγίου τε κοινωνίαν και εις αιώνιον ζωήν, φιλάνθρωπε, και παθων και θλίψεων αλλοτρίωσιν.

Υπεραγία Θεοτόκε, σωσον ημας. Ζωης του Άρτου τράπεζα, Παναγία, του άνωθεν δι’ έλεον καταβάντος, και κόσμω καινοτέραν ζωήν διδόντος, καμέ αξίωσον νυν τον ανάξιον, μετά φόβου γεύσασθαι τούτου και ζήσεσθαι.

Δόξα σοι ο Θεος ημων, δόξα σοι. Ηθέλησας, δι’ ημας σαρκωθείς Πολυέλεε, τυθηναι ως πρόβατον δια βροτων αμαρτήματα∙ όθεν ικετεύω Σε, και τα εμά εξαλειψαι πλημμελήματα.

Δόξα σοι ο Θεος ημων, δόξα σοι. Θεράπευσον της ψυχης μου τα τραύματα, Κύριε, και όλον αγίασον, και καταξίωσον Δέσποτα, όπως κοινωνήσω Σου, του μυστικου θείου Δείπνου ο ταλαίπωρος.

Υπεραγία Θεοτόκε, σωσον ημας. Ιλέωσαι, και εμοι των εκ σπλάγχνων Σου Δέσποινα, και τήρει με άρρυπον, τον Σον ικέτην και άμεμπτον, όπως εισδεχόμενος τον νοητόν μαργαρίτην αγιάζωμαι.

Δόξα σοι ο Θεος ημων, δόξα σοι. Καθως προέφης Χριστέ, γενέσθω δη τω ευτελει δούλω Σου∙ και εν εμοι μεινον, ως υπέσχου ιδου γαρ το Σωμα τρώγω Σου το θειον και πίνω το Αιμα Σου.

Δόξα σοι ο Θεος ημων, δόξα σοι. Λόγε Θεου και Θεέ, ο άνθραξ γένοιτο του Σου Σώματος εις φωτισμον τω εσκοτισμένω εμοι και καθαρισμόν, της βεβηλωθείσης ψυχης μου το Αιμα Σου.

Υπεραγία Θεοτόκε, σωσον ημας. Μαρία Μήτηρ Θεου, της ευωδίας το σεπτον σκήνωμα, ταις Σαις ευχαις, σκευος εκλογης με απέργασαι, όπως των αγιασμάτων μετέχω του τόκου Σου.

Δόξα σοι ο Θεος ημων, δόξα σοι. Νουν ψυχην και καρδίαν αγίασον, Σωτερ και το σωμα μου, και καταξίωσον, ακατακρίτως Δέσποτα, τοις φρικτοις Μηστηρίοις προσέρχεσθαι.

Δόξα σοι ο Θεος ημων, δόξα σοι. Ξενωθείην παθων και της χάριτος, σχοίην τε προσθήκην, ζωης και ασφάλειαν, δια της μεταλήψεως των αγίων, Χριστε Μυστηρίων Σου.

Υπεραγία Θεοτόκε, σωσον ημας. Ο Θεου Θεος Λόγος ο Άγιος, όλον με αγίασον, νυν προσερχόμενον, τοις θείοις Μυστηρίοις Σου, της αγίας Μητρός σου δεήσεσιν.

Δόξα Πατρί και Υιω και αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων.Κοντάκιον. Ηχος β΄. Τα άνω ζητων.

Τον Άρτον Χριστέ, λαβειν μη υπερίδης με, το Σωμα το σόν, και το θειον νυν Αιμά Σου, των αχράντων Δέσποτα, και φρικτων Μυστηρίων Σου, μετασχειν τω αθλίω, μη εις κριμα μοι γένοιτο, γένοιτο δε μοι εις ζωην αιώνιον και αθάνατον.

Δόξα σοι ο Θεος ημων, δόξα σοι. Πηγη αγαθων, η μετάληψις Χριστέ, των αθανάτων Σου νυν Μυστηρίων γενηθήτω μοι, φως και ζωη και απάθεια, και προς αρετης θειοτέρας προκοπην και επίδοσιν, πρόξενος μόνε Αγαθέ, όπως δοξάζω Σε.

Δόξα σοι ο Θεος ημων, δόξα σοι. Ρυσθείην παθων, και εχθρων και αναγκων και πάσης θλίψεως, τρόμω και πόθω προσιων τανυν, μετ’ ευλαβείας φιλάνθρωπε, Σου τοις αθανάτοις, και θείοις Μυστηρίοις, και ψάλλειν Σοι∙ Ευλογητος ει ο Θεός, ο των Πατέρων ημων.

Υπεραγία Θεοτόκε, σωσον ημας. Σωτηρα Χριστόν, η τεκουσα υπερ νουν, Θεοχαρίτωτε, εκδυσωπω Σε νυν ο δουλος Σου, την καθαραν ο ακάθαρτος∙ μέλλοντά με νυν τοις αχράντοις μυστηρίοις προσέρχεσθαι, κάθαρον όλον μολυσμου σαρκος και πνεύματος.

Δόξα σοι ο Θεος ημων, δόξα σοι. Των ουρανίων και φρικτων, και αγίων Σου, Χριστέ, νυν Μυστηρίων, και του θείου σου Δείπνου και μυστικου κοινωνόν, γενέσθαι καμέ, καταξίωσον, τον απεγνωσμένον, ο Θεος ο Σωτήρ μου.

Δόξα σοι ο Θεος ημων, δόξα σοι. Υπο την σην καταφυγών, ευσπλαγχνίαν, Αγαθέ, κράζω Σοι φόβω∙ Εν εμοι μεινον, Σωτερ, καγω ως έφης, εν Σοί∙ ιδου γάρ, θαρρων τω ελέει Σου, τρώγω Σου το Σωμα, και πίνω Σου το Αιμα.

Υπεραγία Θεοτόκε, σωσον ημας. Φρίττω δεχόμενος το πυρ, μη φλεχθω ωσει κηρος και ωσει χόρτος∙ ώ φρικτου Μυστηρίου! ώ ευσπλαχνίας Θεου! Πως θείου Σώματος και Αίματος, ο πηλος μετέχω, και αφθαρτοποιουμαι;

Δόξα σοι ο Θεος ημων, δόξα σοι. Χριστός εστι γεύσασθε, και ίδετε ο Κύριος∙ δι’ ημας καθ’ ημας γαρ πάλαι γενόμενος, άπαξ εαυτόν τε προσάξας, ως προσφοράν, Πατρι τω ιδίω, αει σφαγιάζεται, αγιάζων τους μετέχοντας.

Δόξα σοι ο Θεος ημων, δόξα σοι. Ψυχην συν τω σώματι, αγιασθείην Δέσποτα, φωτισθείην, σωθείην, γενοίμην οικός σου, τη των Μυστηρίων μεθέξει των ιερων, ένοικόν Σε έχων, συν Πατρι και Πνεύματι, ευεργέτα Πολυέλεε.

Δόξα Πατρί και Υιω και αγίω Πνεύματι. Ως πυρ γενηθήτω μοι, και ωσει φως το Σωμά Σου, και το Αιμα, Σωτήρ μου, το τιμιώτατον, φλέγον αμαρτίας την ύλην, και εμπιπρων παθων τας ακάνθας, και όλον φωτίζον με, προσκυνειν σου την θεότητα.

Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν. Θεος σεσωμάτωται, εκ των αγνων αιμάτων Σου∙ όθεν πασα υμνει σε γενεα Δέσποινα∙ Νόων τε τα πλήθη δοξάζει, ως δια σου σαφως κατιδόντα, τον πάντων δεσπόζοντα, ουσιωθέντα το ανθρώπινον.

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν τω βασιλεί ημών Θεώ. Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ τω βασιλεί ημών Θεώ. Δεύτε προσκυνήσωμεν και προσπέσωμεν αυτώ, Χριστώ τω βασιλεί και Θεώ ημών.

(22)Ψαλμὸς. ΚΥΡΙΟΣ ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει. εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψεν. ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.  ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ• ἡ ράβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.  ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με• ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον.  καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.

(23)Ψαλμὸς. ΤΟΥ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.  αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.  τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ;  ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ.  οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ.  αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ ᾿Ιακώβ.  ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.  τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ.  ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.  τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.

Ψαλμὸς (115). ΕΠΙΣΤΕΥΣΑ, διὸ ἐλάλησα• ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.  ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου• πᾶς ἄνθρωπος ψεύστης.  τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;  ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.  τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.  ὦ Κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. διέρρηξας τοὺς δεσμούς μου,  σοὶ θύσω θυσίαν αἰνέσεως καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι.  τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ,  ἐν αὐλαῖς οἴκου Κυρίου ἐν μέσῳ σου, Ιερουσαλήμ.

Δόξα Πατρί και Υιω και αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν. Αλληλούια (γ΄). Δόξα σοι, ο Θεός. Κύριε ελέησον (γ΄).

Και ευθυς τα παρόντα Τροπάρια. Ηχος πλ. β΄. Τας ανομίας μου πάριδε Κύριε, ο εκ Παρθένου τεχθείς, και την καρδίαν μου καθάρισον, ναον αυτην ποιων του αχράντου Σου σώματος και Αίματος∙ μη με εξουδενώσης απο του Σου προσώπου, ο αμέτρητον έχων το μέγα έλεος.

Δόξα Πατρί και Υιω και αγίω Πνεύματι. Εις την μετάληψιν των αγιασμάτων Σου πως αναιδεσθω ο ανάξιος; Εάν γαρ τολμήσω Σοι προσελθειν συν τοις αξίοις, ο χιτών με ελέγχει, ότι ουκ έστι του δείπνου, και κατάκρισιν προξενήσω τη πολιαμαρτήτω μου ψυχη. Καθάρισον Κύριε, τον ρύπον της ψυχης μου, και σωσόν με, ως φιλάνθρωπος.

Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν. Θεοτοκίον.Πολλα τα πλήθη των εμων, Θεοτόκε πταισμάτων∙ προς σε κατέφυγον αγνή, σωτηρίας δεόμενος. Επίσκεψαι την ασθενουσάν μου ψυχήν, και πρέσβευε τω Υιω Σου και Θεω ημων, δοθηναί μοι την άφεσιν, ων έπραξα δεινων, μόνη ευλογημένη.

Το∙ Κύριε, ελέησον (μ΄). Περι του, πως δει προσέρχεσθαι τοις Αχράντοις Μυστηρίοις. Συμεών του μεταφραστού.

Μέλλων φαγειν, άνθρωπε, Σωμα Δεσπότου, φόβω πρόσελθε, μη φλεγης∙ πυρ τυγχάνει. Θειον δε πίνων Αιμα προς μετουσίαν, πρωτον καταλλάγηθι τοις σε λυπουσιν. Έπειτα θαρρων μυστικην βρωσιν φάγε.

Έτεροι όμοιοι. Προ του μετασχειν της φρικώδους θυσίας, του ζωοποιου σώματος του Δεσπότου, τωδε πρόσευξαι τω τρόπω μετα τρόμου.

Ευχή α΄. του Μ. Βασιλείου.Δέσποτα Κύριε Ιησου Χριστέ, ο Θεος ημων, η πηγη της ζωης και της αθανασίας, ο πάσης ορατης και αοράτου κτίσεως δημιουργός, ο του ανάρχου Πατρος συναΐδιος Υιος και συνάναρχος, ο δι’ υπερβολην αγαθότητος, επ’ εσχάτων των ημερων, σάρκα φορέσας, και σταυρωθείς, και τυθεις υπερ των αχαρίστων και αγνωμόνων ημων, και τω οικείω σου Αίματι αναπλάσας την φθαρεισαν υπο της αμαρτίας φύσιν ημων, αυτος, αθάνατε Βασιλευ, πρόσδεξαι καμου του αμαρτωλου την μετάνοιαν, και κλινον το ους σου επ’ εμοί, και εισάκουσον των ρημάτων μου∙ ήμαρτον γαρ Κύριε, ήμαρτον εις τον ουρανον και ενώπιόν σου και ουκ ειμι άξιος ατενίσαι εις το ύψος της δόξης σου∙ παρώργισα γάρ σου την αγαθότητα, τας σας εντολας παραβάς, και μη υπακούσας τοις σοις προστάγμασιν. Αλλα συ, Κύριε, ανεξίκακος ών, μακρύθυμός τε και πολυέλεος, ου παρέδωκάς με συναπολέσθαι ταις ανομίαις μου την εμην πάντως αναμένων επιστροφήν. Συ γαρ ειπας, φιλάνθρωπε δια του Προφήτου σου, ότι ου θελήσει θέλω τον θάνατον του αμαρτωλου ως το επιστρέψαι και ζην αυτόν∙ ου γαρ βούλει, Δέσποτα, το πλάσμα των σων απωλέσθαι χειρων, ουδε ευδοκεις επ’ απωλεία ανθρώπων, αλλα θέλεις πάντας σωθηναι, και εις επίγνωσιν αληθείας ελθειν. Διο καγώ, ει και ανάξιος ειμι του ουρανου και της γης και αυτης της προσκαίρου ζωης, όλον εμαυτον υποτάξας τη αμαρτία και ταις ηδοναις δουλώσας και την σην αχρειώσας εικόνα, αλλα ποίημα και πλάσμα σον γεγονώς, ουκ απογινώσκω την εμαυτου σωτηρίαν ο άθλιος∙ τη δε ση αμετρήτω ευσπλαγχνία θαρρήσας προσέρχομαι. Δέξαι ουν καμέ, φιλάνθρωπε Χριστέ, ως την Πόρνην, ως τον Ληστήν, ως τον Τελώνην και ως τον Άσωτον∙ και αρον μου το βαρυ φορτίον των αμαρτιων, ο την αμαρτίαν αίρων του κόσμου και τας ασθενείας των ανθρώπων ιώμενος, ο τους κοπιωντας και πεφορτισμένους προς σεαυτον καλων και αναπαύων∙ ο μη ελθων καλέσαι δικαίους αλλα αμαρτωλους εις μετάνοιαν∙ και καθάρισόν με απο παντος μολυσμου σαρκος και πνεύματος∙ δίδαξόν με επιτελειν αγιωσύνην εν φόβω σου, ίνα εν καθαρω τω μαρτυρίω της συνειδήσεώς μου, των αγιασμάτων σου την μερίδα υποδεχόμενος, ενωθω τω αγίω Σώματί σου και Αίματι, και έξω σε εν εμοι κατοικουντα και μένοντα, συν τω Πατρι και τω αγίω Πνεύματι. Ναί, Κύριε Ιησου Χριστέ, ο Θεός μου∙ και μη εις κριμά μοι γένοιτο η μετάληψις των αχράντων και ζωοποιων Μυστηρίων σου μηδε ασθενης γενοίμην ψυχη τε και σώματι εκ του αναξίως αυτων μεταλαμβάνειν∙ αλλα δός μοι, μέχρι τελευταίας μου πνοης, ακατακρίτως υποδέχεσθαι την μερίδα των αγιασμάτων σου, εις Πνεύματος αγίου κοινωνίαν, εις εφόδιον ζωης αιωνίου, και εις ευπρόσδεκτον απολογίαν την επι του φοβερου βήματός σου∙ όπως καγώ, συν πασι τοις εκλεκτοις σου, μέτοχος γένωμαι των ακηράτων σου αγαθων, ων ητοίμασας τοις αγαπωσι σε, Κύριε∙ εν οις δεδοξασμένος υπάρχεις εις τους αιωνας. Αμήν.

Ευχή β΄. Του αυτου. Οιδα, Κύριε, ότι αναξίως μεταλαμβάνω του αχράντου σου Σώματος και του τιμίου σου Αίματος και ένοχός ειμι, και κριμα εμαυτω εσθίω και πίνω, μη διακρίνων το Σωμα και Αιμα σου του Χριστου και Θεου μου∙ αλλα τοις οικτιρμοις σου θαρρων, προσέρχομαί σοι τω ειπόντι. Ο τρώγων μου την Σάρκα και πίνων μου το Αιμα, εν εμοι μένει, καγω εν αυτω. Σπλαγχνίσθητι ουν, Κύριε, και μη παραδειγματίσης με τον αμαρτωλόν, αλλα ποίησον μετ’ εμου κατά το έλεός σου∙ και γενέσθω μοι τα άγια ταυτα εις ίασιν, και κάθαρσιν, και φωτισμόν, και φυλακτήριον, και σωτηρίαν, και αγιασμον ψυχης τε και σώματος, εις αποτροπην πάσης φαντασίας και πονηρας πράξεως και ενεργείας διαβολικης, κατά διάνοιαν της εν τοις μέλεσί μου ενεργουμένης, εις παρρησίαν και αγάπην την προς σέ, εις διόρθωσιν βίου και ασφάλειαν, εις αύξησιν αρετης και τελειότητος, εις πλήρωσιν εντολων, εις Πνεύματος αγίου κοινωνίαν, εις εφόδιον ζωης αιωνίου και εις απολογίαν ευπρόσδεκτον, την επι του φοβερου βήματός σου∙ μη εις κριμα ή εις κατάκριμα.

Ευχή γ΄. Ιωάννου του Χρυσοστόμου. Κύριε ο Θεός μου, οιδα ότι ουκ ειμι άξιος, ουδε ικανός, ίνα μου υπο την στέγην εισέλθης του οίκου της ψυχης, διότι όλη έρημος και καταπεσουσα εστιν, και ουκ έχεις παρ’ εμοι τόπον άξιον του κλιναι την κεφαλήν. Αλλ’ ως εξ ύψους δι’ ημας εταπείνωσας σεαυτον, συμμετρίασον και νυν τη ταπεινώσει μου. Και ως κατεδέξω εν τω σπηλαίω και φάτνη αλόγων ανακλιθηναι, ούτω κατάδεξαι και εν τη φάτνη της αλόγου μου ψυχης, και εν τω εσπιλωμένω μου σώματι εισελθειν, και ως ουκ απηξίωσας εισελθειν, και συνδειπνησαι αμαρτωλοις, εν τη οικία Σίμωνος του λεπρου, ούτω κατάδεξαι εισελθειν και εις τον οικον της ταπεινης μου ψυχης, του λεπρου και αμαρτωλου. Και ως ουκ απώσω την ομοίαν μοι πόρνην και αμαρτωλόν, προσερχομένην και απτομένην σου, ούτω σπλαγχνίσθητι και επ’ εμοι τω αμαρτωλω, προσερχομένω σοι και απτομένω σου. Και ως ουκ εβδελύξω το ρυπαρον εκείνης στόμα και εναγες καταφιλουν σε, μηδε εμου βδελύξη το ρυπαρώτερον εκείνης στόμα και εναγέστερον, μηδε τα έμμυσα και ακάθαρτά μου χείλη και βέβηλα, και την ακαθαρτοτέραν μου γλωσσαν. Αλλα γενέσθω μοι ο άνθραξ του παναγίου σου Σώματος και του τιμίου σου Αίματος εις αγιασμον και φωτισμον και ρωσιν της ταπεινης μου ψυχης και του σώματος, εις κουφισμον του βάρους των πολλων μου πλημμελημάτων, εις φυλακτήριον πάσης διαβολικης ενεργείας∙ εις αποτροπην και εμπόδιον της φαύλης μου και πονηρας συνηθείας, εις απονέκρωσιν των παθων, εις περιποίησιν των εντολων σου, εις προσθήκην της θείας σου χάριτος και της σης βασιλείας οικείωσιν. Ου γαρ ως καταφρονων προσέρχομαί σοι, Χριστε ο Θεός, αλλ’ ως θαρρων τη αφάτω σου αγαθότητι και ίνα μή, επι πολύ αφιστάμενος της κοινωνίας σου, θηριάλωτος υπο του νοητου λύκου γένωμαι. Διο δέομαί σου, ως μόνος ων άγιος, Δέσποτα, αγίασόν μου την ψυχην και το σωμα, τον νουν και την καρδίαν, τους νεφρους και τα σπλάγχνα, και όλον με ανακαίνισον, και ρίζωσον τον φόβον σου εν τοις μέλεσί μου, και τον αγιασμόν σου ανεξάλειπτον απ’ εμου ποίησον. Και γενου μοι βοηθος και αντιλήπτωρ, κυβερνων εν ειρήνη την ζωήν μου, καταξιων με και της εκ των δεξιων σου παραστάσεως μετα των αγίων σου∙ ευχαις και πρεσβείαις της παναχράντου σου Μητρός, των αΰλων σου λειτουργων και αχράντων Δυνάμεων και πάντων των Αγίων, των απ’ αιωνός σοι ευαρεστησάντων. Αμήν.

Ευχή δ΄. Του αυτου. Ουκ ειμι ικανός, Δέσποτα Κύριε, ίνα εισέλθης υπο την στέγην της ψυχης μου∙ αλλ’ επειδη βούλει σύ, ως φιλάνθρωπος, οικειν εν εμοί, θαρρων προσέρχομαι. Κελεύεις, αναπετάσω τας πύλας, άς συ μόνος εδημιούργησας, και εισέρχη μετα φιλανθρωπίας, ως πέφυκας∙ εισέρχη και φωτίζεις τον εσκοτισμένον μου λογισμόν. Πιστεύω, ως τουτο ποιήσεις∙ ου γαρ πόρνην προσελθουσάν σοι μετα δακρύων απέφυγες, ουδε Τελώνην απεβάλου μετανοήσαντα, ουδε ληστην επιγνόντα την βασιλείαν σου απεδίωξας, ουδε διώκτην μετανοήσαντα κατέλιπες, ό ην∙ αλλα τους υπο της μετανοίας σοι προσαχθέντας, άπαντας εν τω χορω των σων φίλων κατέταξας, ο μόνος υπάρχων ευλογημένος πάντοτε∙ νυν και εις τους απεράντους αιωνας. Αμήν.

Ευχή ε΄. Του αυτου. Κύριε Ιησου Χριστέ, ο Θεός μου, άνες άφες, ιλάσθητι, και συγχώρησόν μοι τω αμαρτωλω και αχρείω, και αναξίω δούλω σου τα πταίσματα και πλημμελήματα και παραπτώματά μου, όσα σοι εκ νεότητός μου μέχρι της παρούσης ημέρας και ώρας ήμαρτον, είτε εν γνώσει και αγνοία, είτε εν λόγοις, ή έργοις ή ενθυμήμασιν, ή διανοήμασι και επιτηδεύμασι, και πάσαις μου ταις αισθήσεσι. Και τη πρεσβεία της ασπόρως κυησάσης σε παναχράντου και αειπαρθένου Μαρίας της Μητρός σου, της μόνης ακαταισχύντου ελπίδος και προστασίας, και σωτηρίας μου, καταξίωσόν με ακατακρίτως μεταλαβειν των αχράντων και αθανάτων και ζωοποιων και φρικτων Μυστηρίων σου, εις άφεσιν αμαρτιων και εις ζωην αιώνιον∙ εις αγιασμόν, και φωτισμόν, και ρώμην και ίασιν, και υγείαν ψυχης τε και σώματος∙ και εις εξάλειψιν και παντελη αφανισμον των πονηρων μου λογισμων και ενθυμήσεων και προλήψεων και νυκτερινων φαντασιων των σκοτεινων και πονηρων πνευμάτων. Ότι σου εστιν η βασιλεία και η δύναμις, και η δόξα, και η τιμή, και η προσκύνησις συν τω Πατρι και τω αγιω Πνεύματι, νυν και αει και εις τους αιωνας των αιώνων. Αμήν.

Ευχή στ΄. Ιωάννου του Δαμασκηνού. Δέσποτα Κύριε Ιησου Χριστέ, ο Θεος ημων, ο μόνος έχων εξουσίαν ανθρώποις αφιέναι αμαρτίας, ως αγαθος και φιλάνθρωπος, πάριδέ μου πάντα τα εν γνώσει και αγνοία πταίσματα και αξίωσόν με ακατακρίτως μεταλαβειν των θείων και ενδόξων, και αχράντων και ζωοποιων σου Μυστηρίων, μη εις κόλασιν, μη εις προσθήκην αμαρτιων, αλλ’ εις καθαρισμόν, και αγιασμόν, και αρραβωνα της μελλουσης ζωης και βασιλείας, εις τειχος και βοήθειαν και ανατροπην των εναντίων και εις εξάλειψιν των πολλων μου πλημμελημάτων. Συ γαρ ει Θεος ελέους και οικτιρμων και φιλανθρωπίας και σοι την δόξαν αναπέμπομεν συν τω Πατρι και τω αγίω Πνεύματι, νυν και αει και εις τους αιωνας των αιώνων. Αμήν.

Ευχή ζ΄. Συμεών του νέου Θεολόγου. Απο ρυπαρων χειλέων, απο βδελυρας καρδίας, απο ακαθάρτου γλώττης, εκ ψυχης ερρυπωμένης, δέξαι δέησιν, Χριστέ μου∙ και μη παρωσάμενός μου, μη τους λόγους, μη τους τρόπους, μηδε την αναισχυντίαν, δος μοι παρρησία λέγειν, ά βεβούλευμαι, Χριστέ μου, μαλλον δε και δίδαξόν με, τί με δει ποιειν και λέγειν. Ήμαρτον υπερ την Πόρνην, ή, μαθουσα που κατάγεις, μύρον εξωνησαμένη, ηλθε τολμηρως αλειψαι, σου τους πόδας του Χριστου μου, του Δεσπότου και Θεου μου. Ως εκείνην ουκ απώσω, προσελθουσαν εκ καρδίας, μηδ’ εμε βδελύξη, Λόγε, σους δε πάρασχέ μοι πόδας, και κρατησαι και φιλησαι, και τω ρείθρω των δακρύων, ως πολυτιμήτω μύρω, τούτους τολμηρως αλειψαι. Πλυνόν με τοις δάκρυσί μου, κάθαρον αυτοις με, Λόγε, άφες και τα πταίσματά μου, και συγγνώμην πάρασχέ μοι. Οιδας των κακων το πληθος, οιδας και τα τραύματά μου∙ και τους μώλωπας ορας μου, αλλα και την πίστιν οιδας, και την προθυμίαν βλέπεις, και τους στεναγμους ακούεις. Ου λανθάνει σε, Θεέ μου, ποιητά μου, λυτρωτά μου, ουδε σταλαγμος δακρύων, ουδε σταλαγμου τι μέρος. Το μεν ακατέργαστόν μου έγνωσαν οι οφθαλμοί σου∙ επι το βιβλίον δέ σου, και τα μήπω πεπραγμένα, γεγραμμένα σοι τυγχάνει. Ίδε την ταπείνωσίν μου, ίδε μου τον κόπον, όσος! και τας αμαρτίας πάσας∙ άφες μοι, Θεε των όλων, ίνα καθαρα καρδία, περιτρόμω διανοία και ψυχη συντετριμμένη, των αχράντων σου μετάσχω και πανάγνων Μυστηρίων, οις ζωουται και θεουται, πας ο τρώγων σε και πίνων εξ ειλικρινους καρδίας. Συ γαρ ειπας, Δέσποτά μου∙ πας ο τρώγων μου την Σάρκα, πίνων δέ μου και το Αιμα, εν εμοι μεν ουτος μένει, εν αυτω δ’ εγω τυγχάνω. Αληθης ο λόγος πάντως του Δεσπότου και Θεου μου. Των γαρ θείων ο μετέχων και θεοποιων χαρίτων, ούμενουν, ουκ έστι μόνος, αλλα μετα σου, Χριστέ μου, του φωτος του τρισηλίου, του φωτίζοντος τον κόσμον. Ίνα γουν μη μόνος μένω, δίχα σου του Ζωοδότου, της πνοης μου, της ζωης μου, του αγαλλιάματός μου, της του κόσμου σωτηρίας, δια τουτό σοι προσηλθον, ως ορας, μετα δακρύων και ψυχης συντετριμμένης, λύτρον των εμων πταισμάτων ικετεύων του λαβειν με, και των σων ζωοπαρόχων και αμέμπτων Μυστηρίων μετασχειν ακατακρίτως, ίνα μείνης, καθως ειπας, μετ’ εμου του τρισαθλίου∙ ίνα μή, χωρις ευρών με της σης χάριτος, ο πλάνος, αφαρπάση με δολίως, και πλανήσας απαγάγη των θεοποιων σου λόγων. Δια τουτό σοι προσπίπτω, και θερμως αναβοω σοι∙ ως τον άσωτον εδέξω, και την πόρνην προσελθουσαν, ούτω δέξαι με τον πόρνον και τον άσωτον, οικτίρμον, εν ψυχη συντετριμμένη νυν με προσερχόμενόν σοι. Οιδα, Σωτερ, ότι άλλος ως εγω ουκ έπταισέ σοι, ουδε έπραξε τας πράξεις, ας εγω κατειργασάμην. Αλλα τουτο πάλιν οιδα, ως ου μέγεθος πταισμάτων, ουχ αμαρτημάτων πληθος, υπερβαίνει του Θεου μου την πολλην μακροθυμίαν, και φιλανθρωπίαν άκραν∙ αλλ’ ελαίω συμπαθείας, τους θερμως μετανοουντας, και καθαίρεις, και λαμπρύνεις και φωτος ποιεις μετόχους, κοινωνους Θεότητός σου εργαζόμενος αφθόνως∙ καί, το ξένον και Αγγέλοις και ανθρώπων διανοίαις, ομιλεις αυτοις πολλάκις, ώσπερ φίλοις σου γνησίοις. Ταυτα τολμηρον ποιει με, ταυτά με πτεροι, Χριστέ μου∙ και θαρρων ταις σαις πλουσίαις προς ημας ευεργεσίαις, χαίρων τε και τρέμων άμα, του πυρος μεταλαμβάνω, χόρτος ών, και ξένον θαυμα! Δροσιζόμενος αφράστως ωσπερουν η βάτος πάλαι, η αφλέκτως καιομένη. Τοίνυν ευχαρίστω γνώμη, ευχαρίστω δε καρδία, ευχαρίστοις μέλεσί μου της ψυχης και της σαρκός μου [ προσκυνω και μεγαλύνω και δοξάζω σε, Θεέ μου, ως ευλογημένον όντα νυν τε και εις τους αιωνας (γ΄)].

Ευχή η΄. Συμεών του Μεταφραστού. Ο μόνος καθαρος και ακήρατος Κύριος, ο δι’ οικτον φιλανθρωπίας ανεκδιήγητον το ημέτερον όλον προσλαβόμενος φύραμα, εκ των αγνων και παρθενικων αιμάτων της υπερφυως κυησάσης σε, Πνεύματος θείου επελεύσει, και ευδοκία Πατρος αϊδίου, Χριστε Ιησου, σοφία Θεου και ειρήνη, και δύναμις∙ ο τω προσλήμματί σου τα ζωοποια και σωτήρια Πάθη καταδεξάμενος τον Σταυρόν, τους Ήλους, την Λόγχην, τον Θάνατον, νέκρωσόν μου τα ψυχοφθόρα πάθη του σώματος. Ο τη Ταφη σου τα του άδου σκυλεύσας βασίλεια, θάψον δια των αγαθων λογισμων τα πονηρα διαβούλια, και τα της πονηρίας πνεύματα διασκέδασον. Ο τη τριημέρω σου και ζωηφόρω Αναστάσει τον πεπτωκότα προπάτορα αναστήσας, ανάστησόν με τη αμαρτία κατολισθήσαντα, τρόπους μοι μετανοίας υποτιθέμενος. Ο τη ενδόξω σου Αναλήψει της σαρκος θεώσας το πρόσλημμα, και τουτο τη δεξια καθέδρα τιμήσας του Πατρός, αξίωσόν με, δια της των αγίων σου Μυστηρίων μεταλήψεως, της δεξιας μερίδος των σωζομένων τυχειν. Ο τη επιδημία του Παρακλήτου Πνεύματος σκεύη τίμια τους ιερούς σου μαθητάς εργασάμενος, δοχειον καμε της αυτου ανάδειξον επελεύσεως. Ο μέλλων πάλιν έρχεσθαι κριναι την οικουμένην εν δικαιοσύνη, ευδόκησον καμε προϋπαντησαί σοι εν νεφέλαις τω Ποιητη και Πλάστη μου συν πασι τοις Αγίοις σου∙ ίνα ατελευτήτως δοξολογω και ανυμνω σε, συν τω ανάρχω σου Πατρι και τω παναγίω και αγαθω και ζωοποιω σου Πνεύματι, νυν και αει και εις τους αιωνας των αιώνων. Αμήν.

Ευχή θ΄. Ιωάννου του Δαμασκηνού. Προ των θυρων του ναου σου παρέστηκα, και των δεινων λογισμων ουκ αφίσταμαι, αλλα συ Χριστε ο Θεός, ο Τελώνην δικαιώσας, και Χαναναίαν ελεήσας, και τω Ληστη Παραδείσου πύλας ανοίξας, άνοιξόν μοι τα σπλάγχνα της φιλανθρωπίας σου, και δέξαι με προσερχόμενον και απτόμενόν σου, ως την πόρνην, και την αιμόρρουν∙ η μεν γαρ, του κρασπέδου σου αψαμένη, ευχερως την ίασιν έλαβεν, η δε, τους σους αχράντους πόδας κρατήσασα, την λύσιν των αμαρτημάτων εκομίσατο. Εγω δε ο ελεηνός, όλον Σου το Σωμα τολμων δέξασθαι, μη καταφλεχθείην∙ αλλα δέξαι με, ώσπερ εκείνας και φώτισόν μου τα της ψυχης αισθητήρια, καταφλέγων μου τα της αμαρτίας εγκλήματα, πρεσβείαις της ασπόρως τεκούσης σε, και των επουρανίων δυνάμεων. Ότι ευλογητος ει, εις τους αιωνας των αιώνων. Αμην.

Ευχή ι΄. Ιωάννου του Χρυσοστόμου. Πιστεύω, Κύριε, και ομολογω, ότι συ ει αληθως ο Χριστός, ο Υιος του Θεου του ζωντος, ο ελθων εις τον κόσμον αμρτωλους σωσαι, ων πρωτος ειμι εγώ. Έτι πιστεύω, ότι τουτο αυτό εστι το άχραντον Σωμά σου και τουτο αυτό εστι το τίμιον Αιμά σου. Δέομαι ουν σου∙ ελέησόν με, και συγχώρησόν μοι, τα παραπτώματά μου, τα εκούσια και τα ακούσια, τα εν λόγω τα εν έργω, τα εν γνώσει και αγνοία∙ και αξίωσόν με ακατακρίτως μετασχειν των αχράντων σου Μυστηρίων, εις άφεσιν αμαρτιων, και εις ζωην αιώνιον.

Απερχόμενος δε μεταλαβειν, λέγε τους παρόντας στίχους Συμεων του Μεταφραστου. Ιδου βαδίζω προς θείαν Κοινωνίαν∙ Πλαστουργέ, μη φλέξης με τη μετουσία∙ πυρ γαρ υπάρχεις τους αναξίους φλέγον. Αλλ’ ουν κάθαρον εκ πάσης με κηλιδος.

Ειτα το τροπάριον. Του Δείπνου σου του μυστικου, σήμερον, Υιε Θεου, κοινωνόν με παράλαβε∙ ου μη γαρ τοις εχθροις σου το Μυστήριον είπω∙ ου φίλημά σοι δώσω, καθάπερ ο Ιούδας∙ αλλ’ ως ο ληστης ομολογω σοι∙ Μνήσθητί μου, Κύριε, εν τη βασιλεία σου.

Ειτα τους παρόντας στίχους. Θεουργον Αιμα φρίξον, άνθρωπε, βλέπων∙ άνθραξ γαρ εστι τους αναξίους φλέγων. Θεου το σωμα και θεοί με και τρέφει∙ θεοι το πνευμα, τον δε νουν τρέφει ξένως.

Και τα τροπάρια ταυτα. Έθελξας πόθω με, Χριστέ, και ηλλοίωσας τω θείω σου έρωτι∙ αλλα κατάφλεξον πυρι αΰλω τας αμαρτίας μου, και εμπλησθηναι της εν σοι τρυφης καταξίωσον, ίνα τας δύο, σκιρτων μεγαλύνω, Αγαθέ, παρουσίας σου.

Εν ταις λαμπρότησι των Αγίων σου, πως εισελεύσομαι ο ανάξιος; Εάν γαρ τολμήσω συνεισελθειν εις τον νυμφωνα, ο χιτών με ελέγχει, ότι ουκ έστι του γάμου, και δέσμιος εκβαλουμαι υπο των Αγγέλων. Καθάρισον, Κύριε, τον ρυπον της ψυχης μου, και σωσόν με, ως φιλάνθρωπος.

Και την παρουσαν ευχήν. Δέσποτα φιλάνθρωπε, Κύριε Ιησου Χριστέ, ο Θεός μου, μη εις κριμά μοι γένοιτο τα Άγια ταυτα, δια το ανάξιον ειναί με, αλλ’ εις κάθαρσιν και αγιασμον ψυχης τε και σώματος, και εις αρραβωνα της μελλούσης ζωης και βασιλείας. Εμοι δε το προσκολλασθαι τω Θεω αγαθόν εστι, τίθεσθαι εν τω Κυρίω την ελπίδα της σωτηρίας μου.

Και πάλιν. Του Δείπνου σου του μυστικου, σήμερον, Υιε Θεου, κοινωνόν με παράλαβε∙ ου μη γαρ τοις εχθροις σου το Μυστήριον είπω∙ ου φίλημά σοι δώσω, καθάπερ ο Ιούδας∙ αλλ’ ως ο ληστης ομολογω σοι∙ Μνήσθητί μου, Κύριε, εν τη βασιλεία σου.

Δι’ ευχων των Αγίων Πατέρων ημων, Κύριε Ιησου Χριστε ο Θεός, ελέησον ημας. Αμήν.


Εκτύπωση   Email

Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 157 επισκέπτες

Εμφανίσεις Άρθρων
5841702

Copyright © 2023 Πρωτοπρεσβύτερος Χρήστος Πυτιρίνης. Με την επιφύλαξη παντός δικαιώματος. 

Δημιουργία ιστοτόπου: CJ web Services & Eshop

grafiko 2

Search