Ευαγγελικά Αναγνώσματα

ΕΚ ΤΟΥ ΚΑΤΑ ΙΩΑΝΝΗΝ

Κατά Ιωάννην (α΄ 1-17)

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.

Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι' αὐτοῦ. Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν.

Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγε λέγων· οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωυσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Απόδοση στη νεοελληνική:

Ἐν ἀρχῇ ὑπῆρχεν ὁ Λόγος καὶ ὁ Λόγος ἦτο πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦτο ὁ Λόγος. Αὐτὸς ὑπῆρχε ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Ὅλα ἔγιναν δι’ αὐτοῦ καὶ χωρὶς αὐτὸν τίποτε δὲν ἔγινε ἀπὸ ὅσα ἔχουν γίνει. Μέσα εἰς αὐτὸν ὑπῆρχε ζωὴ καὶ ἡ ζωὴ ἦτο τὸ φῶς τῶν ἀνθρώπων. Καὶ τὸ φῶς φωτίζει εἰς τὸ σκοτάδι ἀλλὰ τὸ σκοτάδι δὲν τὸ κατενίκησε.

Παρουσιάσθηκε κάποιος ἄνθρωπος, ἀπεσταλμένος ἀπὸ τὸν Θεόν, τοῦ ὁποίου τὸ ὄνομα ἦτο Ἰωάννης. Αὐτὸς ἦλθε χάριν μαρτυρίας, νὰ μαρτυρήσῃ διὰ τὸ φῶς, διὰ νὰ πιστέψουν ὅλοι δι’ αὐτοῦ. Δὲν ἦτο ἐκεῖνος τὸ φῶς ἀλλὰ ἦλθε νὰ μαρτυρήσῃ διὰ τὸ φῶς. Τὸ φῶς τὸ ἀληθινόν, τὸ ὁποῖον φωτίζει κάθε ἄνθρωπον, ἤρχετο εἰς τὸν κόσμον. Εἰς τὸν κόσμον ἦτο καὶ ὁ κόσμος δι’ αὐτοῦ ἔγινε ἀλλ’ ὁ κόσμος δὲν τὸν ἀνεγνώρισε. Εἰς τοὺς δικούς του ἦλθε ἀλλ’ οἱ δικοί του δὲν τὸν ἐδέχθησαν. Εἰς ὅσους ὅμως τὸν ἐδέχθησαν, ἔδωκε ἐξουσίαν νὰ γίνουν παιδιὰ τοῦ Θεοῦ, εἰς ἐκείνους δηλαδὴ ποὺ πιστεύουν εἰς τὸ ὄνομά του, οἱ ὁποῖοι οὔτε ἀπὸ αἵματα οὔτε ἀπὸ τὸ θέλημα σαρκὸς οὔτε ἀπὸ τὸ θέλημα ἀνδρὸς ἀλλ’ ἀπὸ τὸν Θεὸν ἐγεννήθηκαν.

Καὶ ὁ Λόγος ἐνσαρκώθηκε καὶ ἔμεινε μεταξύ μας καὶ εἴδαμε τὴν δόξαν του, μίαν δόξαν ποὺ ἔχει ἕνας μονογενὴς Υἱὸς ἀπὸ τὸν Πατέρα, γεμᾶτος χάριν καὶ ἀλήθειαν. Ὁ Ἰωάννης μαρτυρεῖ δι’ αὐτὸν καὶ ἐφώναζε, «Αὐτὸς εἶναι διὰ τὸν ὁποῖον εἶπα, Ἐκεῖνος, ποὺ ἔρχεται ὕστερα ἀπὸ ἐμέ, εἶναι ἀνώτερος ἀπὸ ἐμέ, διότι ὑπῆρχε πρὶν ἀπὸ ἐμέ». Καὶ ἀπὸ τὸ πλήρωμα αὐτοῦ ἐπήραμε ὅλοι ἐμεῖς καὶ τὴν μίαν χάριν κατόπιν τῆς ἄλλης· διότι ὁ νόμος ἐδόθηκε διὰ τοῦ Μωϋσέως· ἡ χάρις καὶ ἡ ἀλήθεια ἦλθαν διὰ τοῦ Ἰησοῦ Χριστοῦ.

Κατά Ιωάννην (α΄ 18 - 28)

Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο. Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν· σὺ τίς εἶ; Καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός.
Καὶ ἠρώτησαν αὐτόν· τί οὖν; Ἠλίας εἶ σύ; Καὶ λέγει· οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; Καὶ ἀπεκρίθη, οὔ. Εἶπον οὖν αὐτῷ· τίς εἶ; Ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;
Ἔφη· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης. Καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων· καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ· τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε Ἠλίας οὔτε ὁ προφήτης;
Ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε. Αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων.

Απόδοση στη νεοελληνική:

Τὸν Θεὸν κανεὶς δὲν ἔχει ἰδῆ ποτέ. Ὁ μονογενὴς Υἱὸς ποὺ εἶναι εἰς τὸν κόλπον τοῦ Πατέρα, ἐκεῖνος τὸν ἔκαμε γνωστόν. Καὶ αὐτὴ εἶναι ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅταν οἱ Ἰουδαῖοι ἔστειλαν ἀπὸ τὰ Ἱεροσόλυμα ἱερεῖς καὶ Λευΐτας νὰ τὸν ἐρωτήσουν, «Σὺ ποιός εἶσαι;». Καὶ ὡμολόγησε καὶ δὲν ἀρνήθηκε ἀλλὰ ὡμολόγησε, «Δὲν εἶμαι ἐγὼ ὁ Χριστός».
Καὶ τὸν ἐρώτησαν πάλιν, «Τί λοιπόν, εἶσαι σύ; Ὁ Ἠλίας;». Καὶ λέγει, «Ὄχι». Εἶπαν λοιπὸν εἰς αὐτόν, «Ποιός εἶσαι; Διὰ νὰ δώσωμεν ἀπάντησιν εἰς ἐκείνους ποὺ μᾶς ἔστειλαν. Τί λὲς γιὰ τὸν ἑαυτόν σου;».
Ὁ Ἰωάννης εἶπε, «Ἐγὼ εἶμαι ἡ φωνὴ ἑνὸς ποὺ φωνάζει εἰς τὴν ἔρημον, Κάνετε ἴσιο τὸν δρόμον τοῦ Κυρίου, καθὼς εἶπε ὁ Ἡσαΐας ὁ προφήτης». Οἱ ἀπεσταλμένοι ἦσαν ἐκ μέρους τῶν Φαρισαίων καὶ τὸν ἐρώτησαν, «Γιατὶ λοιπὸν βαπτίζεις, ἐὰν δὲν εἶσαι ἐσὺ ὁ Χριστὸς οὔτε ὁ Ἠλίας οὔτε ὁ Προφήτης;».
Ἀπεκρίθη εἰς αὐτοὺς ὁ Ἰωάννης, «Ἐγὼ βαπτίζω μὲ νερὸ ἀλλὰ μεταξύ σας στέκεται ἕνας ποὺ σεῖς δὲν τὸν ξέρετε, αὐτὸς ποὺ ἔρχεται ὕστερα ἀπὸ ἐμέ, καὶ εἶναι ἀνώτερός μου, τοῦ ὁποίου δὲν εἶμαι ἄξιος νὰ λύσω τὸ λουρὶ ἀπὸ τὸ ὑπόδημά του». Αὐτὰ συνέβησαν εἰς τὴν Βηθανίαν πέραν ἀπὸ τὸν Ἰορδάνην, ὅπου ὁ Ἰωάννης ἐβάπτιζε.

Κατά Ιωάννην (α΄ 29-34)

Τῷ καιρῷ εκείνω, βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων.
Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ. Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.

Απόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν νὰ ἔρχεται πρὸς αὐτὸν καὶ λέγει, «Νά ὁ Ἀμνὸς τοῦ Θεοῦ ποὺ σηκώνει τὴν ἁμαρτίαν τοῦ κόσμου. Αὐτὸς εἶναι διὰ τὸν ὁποῖον ἐγὼ εἶπα, «Ὕστερα ἀπὸ ἐμὲ ἔρχεται κάποιος, ποὺ εἶναι ἀνώτερός μου, διότι ὑπῆρχε πρὶν ἀπὸ ἐμέ». Καὶ ἐγὼ ὁ ἴδιος δὲν τὸν ἤξερα, ἀλλὰ διὰ νὰ γίνῃ φανερὸς εἰς τὸν Ἰσραήλ, διὰ τοῦτο ἦλθα ἐγὼ νὰ βαπτίζω μὲ νερό».
Καὶ ὁ Ἰωάννης ἔδωσε μαρτυρίαν, καὶ εἶπε, «Εἶδα τὸ Πνεῦμα νὰ κατεβαίνῃ σὰν περιστερὰ ἀπὸ τὸν οὐρανόν καὶ ἔμεινε ἐπάνω του. Ἐγὼ δὲν τὸν ἤξερα, ἀλλ’ ἐκεῖνος ποὺ μὲ ἔστειλε νὰ βαπτίζω μὲ νερό, ἐκεῖνος μοῦ εἶπε, «Εἰς ὅποιον θὰ ἰδῇς νὰ κατεβαίνῃ τὸ Πνεῦμα καὶ νὰ μένῃ ἐπάνω του, αὐτὸς εἶναι ποὺ βαπτίζει μὲ Πνεῦμα Ἅγιον». Καὶ ἐγὼ εἶδα καὶ ἐμαρτύρησα ὅτι αὐτὸς εἶναι ὁ Υἱὸς τοῦ Θεοῦ».

Κατά Ιωάννην (α΄ 35 - 52)

Τῷ καιρῷ εκείνω, εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. Σστραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ· ῥαββί· ὃ λέγεται ἑρμηνευόμενον διδάσκαλε· ποῦ μένεις; λέγει αὐτοῖς· ἔρχεσθε καὶ ἴδετε. ἦλθον οὖν καὶ εἶδον ποῦ μένει καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.
Ήν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ. εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν τὸν Μεσσίαν· ὅ ἐστι μεθερμηνευόμενον Χριστός· καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε· σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος.
Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. Ήν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε.
Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. Απεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Απεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει.Καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, έστεκε ο Ιωάννης στον τόπον αυτόν και δύο από τους μαθητάς του.
Και καθώς με απέραντον σεβασμόν εκύτταξε τον Ιησούν, που περιπατούσε κάπου εκεί, λέγει· “ιδού ο αμνός του Θεού”. Και οι δύο μαθηταί του ήκουσαν τα λόγια του αυτά και ηκολούθησαν τον Ιησούν. Εγύρισε δε ο Ιησούς και όταν τους είδε να τον ακολουθούν, λέγει εις αυτούς. “Τι ζητείτε;” Εκείνοι δε του είπαν· “ραββί-που σημαίνει εις τα ελληνικά διδάσκαλε-που μένεις;” Είπεν εις αυτούς· “ελάτε και ιδέτε που μένω”. Ηλθαν, λοιπόν, και είδαν που μένει και έμειναν κοντά του την ημέραν εκείνην. Η ώρα δε ήτο τέσσαρες το απόγευμα.
Ενας δε από τους δύο, που ήκουσαν τα όσα ο Ιωάννης είπε περί του Ιησού και ηκολούθησαν αυτόν, ήτο ο Ανδρέας, ο αδελφός του Σιμωνος Πετρου. Αυτός, λοιπόν, πρώτος ευρίσκει τον αδελφόν του τον Σιμωνα και του λέγει· “ευρήκαμεν τον Μεσσίαν, όνομα που ερμηνεύεται εις την ελληνικήν Χριστός”. Και ωδήγησεν αυτόν προς τον Ιησούν. Και ο Ιησούς αφού τον εκύτταξε με βλέμμα βαθύ και στοργικόν είπε· “συ είσαι Σιμων, ο υιός του Ιωνά· συ θα ονομασθής Κηφάς, όνομα που ερμηνεύεται εις την ελληνικήν Πετρος”.
Την άλλην ημέραν απεφάσισεν ο Χριστός να αναχωρήση από την Ιουδαίαν δια την Γαλιλαίαν. Ευρίσκει τον Φιλιππον (μαθητήν και αυτός του Βαπτιστού, από τον οποίον πολλά είχε ακούσει περί του Μεσσίου) και του λέγει· “έλα κοντά μου”. Ο δε Φιλιππος κατήγετο από την Βηθσαϊδά, από την πατρίδα του Ανδρέου και του Πετρου. Ευρίσκει ο Φιλιππος τον Ναθαναήλ και του λέγει· “αυτόν που έγραψε ο Μωϋσής στον Νομον και προανήγγειλαν οι προφήται εις τα προφητικά των βιβλία τον ευρήκαμεν· είναι ο Ιησούς, ο υιός του Ιωσήφ, από την Ναζαρέτ”. Ο Ναθαναήλ όμως είπεν εις αυτόν· “από την Ναζαρέτ είναι δυνατόν να βγη κάτι καλόν;” Λεγει εις αυτόν ο Φιλιππος· “έλα και ιδέ μόνος σου, δια να πεισθής”.
Είδεν ο Ιησούς τον Ναθαναήλ να έρχεται προς αυτόν και λέγει περί αυτού· “ιδού ένας γνήσιος Ισραηλίτης, στον οποίον δεν υπάρχει πονηρία”. Λεγει εις αυτόν ο Ναθαναήλ· “από που με γνωρίζεις;” Απήντησεν ο Ιησούς και του είπε· “προτού σε φωνάξη ο Φιλιππος, όταν ήσουνα κάτω από την συκήν, μακρυά από κάθε ανθρώπινον μάτι, εγώ σε είδα”. Απεκρίθη τότε ο Ναθαναήλ και του είπε· “Διδάσκαλε, συ είσαι ο Υιός του Θεού, συ είσαι ο Βασιλεύς του Ισραήλ, τον οποίον, σύμφωνα με τις προφητείες, επεριμέναμεν”. Του απήντησεν δε ο Ιησούς· “Διότι σου είπα ότι σε είδα κάτω από την συκήν, πιστεύεις; Θα ίδης ακόμη μεγαλύτερα από αυτά”.
Και εν συνεχεία λέγει προς αυτόν, ώστε να ακούσουν και οι άλλοι μαθηταί· “σας διαβεβαιώνω, ότι από τώρα θα ίδετε ανοικτόν τον ουρανόν και τους αγγέλους του Θεού ν' ανεβαίνουν και να κατεβαίνουν, να συνοδεύουν και να υπηρετούν τον υιόν του ανθρώπου (ο οποίος ως Θεός είναι κύριος και των αγγέλων)”.

Κατά Ιωάννην (α΄ 44 - 52)

Τῷ καιρῷ εκείνῳ, ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωυσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε.
Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. Ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει. Καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ' ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Απόδοση στη νεοελληνική:

Τὸν καιρό εκείνο, ἤθελε ὁ Ἰησοῦς νὰ μεταβῇ εἰς τὴν Γαλιλαίαν καὶ βρίσκει τὸν Φίλιππον καὶ τοῦ λέγει, «Ἀκολούθησέ με». Κατήγετο δὲ ὁ Φίλιππος ἀπὸ τὴν Βηθσαϊδά, ἀπὸ τὴν πόλιν τοῦ Ἀνδρέα καὶ τοῦ Πέτρου. Ὁ Φίλιππος εὑρίσκει τὸν Ναθαναὴλ καὶ τοῦ λέγει,  «Εὑρήκαμε ἐκεῖνον, διὰ τὸν ὁποῖον ἔγραψε ὁ Μωϋσῆς εἰς τὸν νόμον καὶ οἱ Προφῆται, τὸν Ἰησοῦν, τὸν υἱὸν τοῦ Ἰωσὴφ ἀπὸ τὴν Ναζαρέτ». Καὶ ὁ Ναθαναὴλ τοῦ εἶπε, Εἶναι δυνατὸν ἀπὸ τὴν Ναζαρὲτ νὰ προέλθῃ κανένα καλό;». Λέγει εἰς αὐτὸν ὁ Φίλιππος, «Ἔλα νὰ ἰδῇς».
Εἶδε ὁ Ἰησοῦς τὸν Ναθαναὴλ νὰ ἔρχεται πρὸς αὐτὸν καὶ εἶπε, «Νὰ ἕνας ἀληθινὸς Ἰσραηλίτης, εἰς τὸν ὁποῖον δὲν ὑπάρχει δόλος». Ὁ Ναθαναὴλ τοῦ εἶπε, «Ἀπὸ ποῦ μὲ γνωρίζεις;». Καὶ ὁ Ἰησοῦς τοῦ ἀπεκρίθη, «Πρὶν σὲ φωνάξῃ ὁ Φίλιππος σὲ εἶδα νὰ εἶσαι κάτω ἀπὸ τὴ συκιά». Ὁ Ναθαναὴλ τοῦ λέγει, «Ραββί, σὺ εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶσαι ὁ βασιλεὺς τοῦ Ἰσραήλ». Ὁ Ἰησοῦς τοῦ ἀπεκρίθη, «Ἐπειδὴ σοῦ εἶπα ὅτι σὲ εἶδα κάτω ἀπὸ τὴ συκιά, πιστεύεις; Θὰ ἰδῇς μεγαλύτερα πράγματα ἀπὸ αὐτά». Καὶ προσέθεσε, «Ἀλήθεια, ἀλήθεια, σᾶς λέγω, ἀπὸ τώρα θὰ βλέπετε τὸν οὐρανὸν ἀνοιγμένων καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ νὰ ἀνεβαίνουν καὶ νὰ κατεβαίνουν πρὸς τὸν Υἱὸν τοῦ ἀνθρώπου».

Κατά Ιωάννην (β΄ 12 - 22)

Ὁ Ἰησοῦς αποκαθαρίζει τον Ναό, εκδιώκοντας τους εμπόρους
Τῷ καιρῷ εκείνῳ, κατέβη ὁ Ἰησοῦς εἰς Καπερναοὺμ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας. Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους. Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέστρεψε, καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. Ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.
Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ· τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;
Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
Εἶπον οὖν οἱ Ἰουδαῖοι· τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγε, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς.

Απόδοση στη νεοελληνική:

Τον καιρό ἐκείνο, κατέβηκε ὁ Ἰησοῦς εἰς τὴν Καπερναοὺμ καὶ ἡ μητέρα του, οἱ ἀδελφοί του καὶ οἱ μαθηταί του καὶ ἔμειναν ἐκεῖ ὀλίγες ἡμέρες. Ἐπειδὴ ἐπλησίαζε τὸ Πάσχα τῶν Ἰουδαίων, ὁ Ἰησοῦς ἀνέβηκε εἰς τὰ Ἱεροσόλυμα. Καὶ εὑρῆκε εἰς τὸν ναὸν ἐκείνους ποὺ ἐπωλοῦσαν βόδια, πρόβατα καὶ περιστέρια καὶ τοὺς ἀργυραμοιβοὺς νὰ κάθωνται. Καὶ ἀφοῦ ἔκαμε ἕνα μαστίγιον ἀπὸ σχοινιά, ἔβγαλε ἔξω ἀπὸ τὸν ναὸν ὅλους καὶ τὰ πρόβατα καὶ τὰ βόδια, καὶ διεσκόρπισε τὰ νομίσματα τῶν ἀργυραμοιβῶν καὶ ἀνέτρεψε τὰ τραπέζια. Εἰς ἐκείνους ποὺ ἐπωλοῦσαν τὰ περιστέρια εἶπε, «Σηκῶστε αὐτὰ ἀπὸ ἐδῶ, μὴ κάνετε τὸν οἶκον τοῦ Πατέρα μου εἶκον ἐμπορίου». Οἱ μαθηταί του ἐθυμήθηκαν ὅτι εἶναι γραμμένον, «Ὁ ζῆλος διὰ τὸν οἶκον σου θὰ μὲ καταφάγῃ».
Οἱ Ἰουδαῖοι τότε τοῦ εἶπαν, «Τί σημεῖον μᾶς δείχνεις ὅτι ἔχεις δικαίωμα νὰ κάνῃς αὐτά;».
Ἀπεκρίθη εἰς αὐτοὺς ὁ Ἰησοῦς, «Γκρεμίστε τὸν ναὸν αὐτὸν καὶ σὲ τρεῖς ἡμέρες θὰ τὸν ἀνοικοδομήσω».
Τότε τοῦ εἶπαν οἱ Ἰουδαῖοι, «Σαράντα ἕξη χρόνια χρειάσθηκαν γιὰ νὰ κτισθῇ ὁ ναὸς αὐτὸς καὶ σὺ θὰ τὸν ἀνοικοδομήσῃς σὲ τρεῖς ἡμέρες;».
Ἀλλ’ ὁ ναὸς διὰ τὸν ὁποῖον ἐκεῖνος μιλοῦσε ἦτο τὸ σῶμά του. Ὅταν ἀναστήθηκε ἐκ νεκρῶν, ἐθυμήθηκαν οἱ μαθηταί του ὅτι αὐτὸ τὸ εἶχε πῇ καὶ ἐπίστεψαν εἰς τὴν γραφὴν καὶ εἰς τὸν λόγον ποὺ εἶπε ὁ Ἰησοῦς.

Κατά Ιωάννην (γ΄ 13 - 17)

Εἶπεν ὁ Κύριος· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. Καὶ καθὼς Μωυσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.
Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ.»

Ἀπόδοση στη νεοελληνική:

Εἶπεν ὁ Κύριος: «Κανεὶς δὲν ἀνέβηκε εἰς τὸν οὐρανόν, παρὰ ἐκεῖνος ποὺ κατέβηκε ἀπὸ τὸν οὐρανόν, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὁποῖος εἶναι εἰς τὸν οὐρανόν. Ὅπως ὁ Μωϋσῆς ὕψωσε τὸ φίδι εἰς τὴν ἔρημον, ἔτσι πρέπει νὰ ὑψωθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὥστε καθένας ποὺ πιστεύει εἰς αὐτὸν νὰ μὴ χαθῇ, ἀλλὰ νὰ ἔχῃ ζωὴν αἰώνιον.
Διότι τόσον πολὺ ἀγάπησε ὁ Θεὸς τὸν κόσμον, ὥστε ἔδωκε τὸν Υἱόν του τὸν μονογενῆ, διὰ νὰ μὴ χαθῇ ὅποιος πιστεύει εἰς αὐτόν, ἀλλὰ νὰ ἔχῃ ζωὴν αἰώνιον. Διότι δὲν ἔστειλε ὁ Θεὸς τὸν Υἱόν του εἰς τὸν κόσμον, διὰ νὰ καταδικάσῃ τὸν κόσμον, ἀλλὰ διὰ νὰ σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.»

Κατά Ιωάννην (δ΄ 46 – 54)

Ἐν ταις ημέραις ἐκείναις, ἦλθεν καί πάλιν ὁ Ἰησοῦς εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπουἐποίησε τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικός, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ· οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθε πρὸς αὐτὸν καὶ ἠρώτα αὐτὸν ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλε γὰρ ἀποθνήσκειν.

Εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.

Λέγει πρὸς αὐτὸν ὁ βασιλικός· Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.

Λέγει αὐτῷ ὁ Ἰησοῦς· πορεύου· ὁ υἱός σου ζῇ. Καὶ ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ᾧ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο. Ἤδη δὲ αὐτοῦ καταβαίνοντος, οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν λέγοντες ὅτι ὁ παῖς σου ζῇ. Ἐπύθετο οὖν παρ' αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχε. καὶ εἶπον αὐτῷ ὅτι χθὲς, ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός.

Ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.

Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆςἸουδαίας εἰς τὴν Γαλιλαίαν.

Απόδοση στη νεοελληνική:

Τις ημέρες ἐκείνες, ἦλθε και πάλιν ὁ Ἰησοῦς εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἔκανε τὸ νερὸ κρασί. Ἐκεῖ ἦτο κάποιος ἀξιωματοῦχος τοῦ βασιλέως, τοῦ ὁποίου τὸ παιδὶ ἦτο ἄρρωστο εἰς τὴν Καπερναούμ. Ὅταν αὐτὸς ἄκουσε ὅτι ὁ Ἰησοῦς ἦλθε ἀπὸ τὴν Ἰουδαίαν εἰς τὴν Γαλιλαίαν, ἐπῆγε εἰς αὐτὸν καὶ τὸν παρακαλοῦσε νὰ κατεβῇ καὶ θεραπεύσῃ τὸ παιδί του, διότι ἐκινδύνευε νὰ πεθάνῃ.

Ὀ Ἰησοῦς τοῦ εἶπε, «Ἐὰν δὲν ἰδῆτε θαύματα καὶ τέρατα, δὲν θὰ πιστέψετε».

Λέγει εἰς αὐτὸν ὁ ἀξιωματοῦχος τοῦ βασιλέως, «Κύριε, κατέβα πρὶν πεθάνῃ τὸ παιδί μου».

Ὁ Ἰησοῦς τοῦ λέγει, «Πήγαινε, τὸ παιδί σου ζῆ». Καὶ ἐπίστεψε ὁ ἄνθρωπος εἰς τὸν λόγον ποὺ τοῦ εἶπε ὁ Ἰησοῦς καὶ ἔφυγε. Ἐνῷ δὲ κατέβαινε τὸν δρόμον, τὸν συνήντησαν οἱ δοῦλοί του καὶ τοῦ εἶπαν, «Τὸ παιδί σου ζῆ». Τοὺς ἐρώτησε τὴν ὥραν ποὺ ἔγινε καλύτερα. Καὶ τοῦ εἶπαν, «Χθὲς, εἰς τὰς ἑπτὰ τὸν ἄφησε ὁ πυρετός».

Κατάλαβε λοιπὸν ὁ πατέρας ὅτι τὴν ὥραν ἐκείνην ποὺ τοῦ εἶπε ὁ Ἰησοῦς «Τὸ παιδί σου ζῆ», ἐθεραπεύθηκε καὶ ἐπίστεψε αὐτὸς καὶ ὁλόκληρη ἡ οἰκογένειά του.

Αὐτὸ εἶναι τὸ δεύτερο θαῦμα ποὺ ἔκανε ὁ Ἰησοῦς, ὅταν ἦλθε ἀπὸ τὴν Ἰουδαίαν εἰς τὴν Γαλιλαίαν.

Κατά Ιωάννην (δ΄ 5 - 42)

Τῷ καιρῷ ἐκείνῳ, ἕρχεται ὁ Κύριος εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· δός μοι πιεῖν. Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι.
Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· πῶς σὺ Ἰουδαῖος ὢν παρ' ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις.
Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;
Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δι' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. Λέγει αὐτῇ ὁ Ἰησοῦς· ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. Ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· οὐκ ἔχω ἄνδρα. Λέγει αὐτῇ ὁ Ἰησοῦς· καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. Λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν.
Λέγει αὐτῇ ὁ Ἰησοῦς· γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. Ἀλλ' ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
Λέγει αὐτῷ ἡ γυνή· οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα.
Λέγει αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ὁ λαλῶν σοι.
Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπε, τί ζητεῖς ἢ τί λαλεῖς μετ' αὐτῆς; Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις· δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; Ἐξῆλθον οὖν ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.
Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· ραββί, φάγε. Ὁ δὲ εἶπεν αὐτοῖς· ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; Λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. Καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. Ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινός, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικός, μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα. Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. Καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου ὁ Χριστός.

Απόδοση στη νεοελληνική:

Τόν καιρό ἐκείνο, ἔρχεται ὁ Κύριος εἰς μίαν πόλιν τῆς Σαμαρείας ποὺ λέγεται Συχάρ, κοντὰ εἰς τὸ χωράφι ποὺ ἔδωκε ὁ Ἰακὼβ εἰς τὸν Ἰωσήφ, τὸν υἱόν του. Ἐκεῖ ὑπῆρχε τὸ πηγάδι τοῦ Ἰακώβ. Ὁ Ἰησοῦς, κουρασμένος ἀπὸ τὴν ὁδοιπορίαν, ἐκάθησεν, ὅπως ἦτο κοντὰ εἰς τὸ πηγάδι· ἡ ὥρα ἦτο περίπου ἕξη. Ἔρχεται μιὰ γυναῖκα ἀπὸ τὴν Σαμάρειαν διὰ νὰ πάρῃ νερό. Ὁ Ἰησοῦς τῆς λέγει, «Δός μου νὰ πιῶ», διότι οἱ μαθηταί του εἶχαν φύγει εἰς τὴν πόλιν διὰ νὰ ἀγοράσουν τρόφιμα.
Ἡ Σαμαρεῖτις γυναῖκα τοῦ λέγει, «Πῶς σὺ ποὺ εἶσαι Ἰουδαῖος ζητᾶς νὰ πιῇς ἀπὸ ἐμὲ ποὺ εἶμαι γυναῖκα Σαμαρεῖτις;».Διότι οἱ Ἰουδαῖοι δὲν ἐπικοινωνοῦν μὲ τοὺς Σαμαρείτας.
Ὁ Ἰησοῦς τῆς ἀπεκρίθη, «Ἐὰν ἤξερες τὴν δωρεὰν τοῦ Θεοῦ καὶ ποιὸν εἶναι ἐκεῖνος ποὺ σοῦ λέγει, «Δός μου νὰ πιῶ», σὺ θὰ τὸν παρακαλοῦσες καὶ θὰ σοῦ ἔδινε νερὸ ζωντανό».
Λέγει εἰς αὐτὸν ἡ γυναῖκα, «Κύριε, κουβὰ δὲν ἔχεις καὶ τὸ πηγάδι εἶναι βαθύ, ἀπὸ ποῦ λοιπὸν ἔχεις τὸ νερὸ τὸ ζωντανό; Μήπως εἶσαι σὺ μεγαλύτερος ἀπὸ τὸν πατέρα μας Ἰακὼβ ποὺ μᾶς ἔδωκε τὸ πηγάδι καὶ ἤπιε ἀπὸ αὐτὸ καὶ ὁ ἴδιος καὶ τὰ παιδιά του καὶ τὰ ζῶα του;».
Ὁ Ἰησοῦς τῆς ἀπεκρίθη, «Ὅποιος πίνει ἀπὸ τὸ νερὸ αὐτὸ θὰ διψάσῃ καὶ πάλιν· ἐκεῖνος ὅμως ποὺ θὰ πιῇ ἀπὸ τὸ νερὸ ποὺ ἐγὼ θὰ τοῦ δώσω, θὰ γίνῃ μιὰ ἐσωτερικὴ πηγὴ νεροῦ ποὺ θὰ ἀναβρύῃ εἰς ζωὴν αἰώνιον».
Λέγει εἰς αὐτὸν ἡ γυναῖκα, «Κύριε, δός μου τὸ νερὸ αὐτὸ διὰ νὰ μὴ διψῶ οὔτε νὰ ἔρχωμαι ἐδῶ νὰ ἀντλῶ».
Ὁ Ἰησοῦς τῆς λέγει, Πήγαινε, φώναξε τὸν ἄνδρα σου καὶ ἔλα ἐδῶ».
Ἡ γυναῖκα ἀπεκρίθη, «Δὲν ἔχω ἄνδρα».
Λέγει εἰς αὐτὴν ὁ Ἰησοῦς, «Καλὰ εὶπες ὅτι δὲν ἔχεις ἄνδρα, διότι πέντε ἄνδρες ἐπῆρες καὶ τώρα ἐκεῖνον ποὺ ἔχεις δὲν εἶναι ἄνδρας σου· εἰς αὐτὸ εἶπες ἀλήθεια».
Λέγει εἰς αὐτὸν ἡ γυναῖκα, «Κύριε, βλέπω ὅτι σὺ εἶσαι προφήτης. Οἱ πατέρες μας εἰς τὸ ὄρος τοῦτο ἐλάτρευσαν τὸν Θεόν, ἐνῷ σεῖς λέτε ὅτι εἰς τὰ Ἱεροσόλυμα εἶναι ὁ τόπος ὅπου πρέπει νὰ λατρεύεται ὁ Θεός».
Λέγει εἰς αὐτὴν ὁ Ἰησοῦς, «Πίστεψέ με, γυναῖκα, ὅτι ἔρχεται ὥρα ποὺ οὔτε εἰς τὸ ὄρος τοῦτο οὔτε εἰς τὰ Ἱεροσόλυμα θὰ λατρεύετε τὸν Πατέρα. Σεῖς λατρεύετε ἐκεῖνο ποὺ δὲν ξέρετε, ἐμεῖς λατρεύομεν ἐκεῖνο ποὺ ξέρομε, διότι ἡ σωτηρία ἔρχεται ἀπὸ τοὺς Ἰουδαίους. Ἀλλ’ ἔρχεται ἡ ὥρα, καὶ μάλιστα ἦλθε ἤδη, ποὺ οἱ ἀληθινοὶ προσκυνηταὶ θὰ λατρεύσουν τὸν Πατέρα πνευματικὰ καὶ ἀληθινά, διότι τέτοιοι θέλει ὁ Πατέρας νὰ εἶναι ἐκεῖνοι ποὺ τὸν λατρεύουν. Ὁ Θεὸς εἶναι Πνεῦμα καὶ ἐκεῖνοι ποὺ τὸν λατρεύουν πρέπει νὰ τὸν λατρεύουν πνευματικὰ καὶ ἀληθινά».
Λέγει εἰς αὐτὸν ἡ γυναῖκα, «Ξέρω ὅτι θὰ ἔλθῃ ὁ Μεσσίας, ὁ λεγόμενος Χριστός. Ὅταν ἔλθῃ ἐκεῖνος, θὰ μᾶς τὰ γνωρίσῃ ὅλα».
Ὁ Ἰησοῦς τῆς λέγει, «Ἐγὼ εἶμαι ποὺ μιλῶ μαζί σου».
Τὴν στιγμὴν αὐτὴν ἦλθαν οἱ μαθηταί του καὶ ἀπόρησαν ποὺ μιλοῦσε μὲ γυναῖκα, κανεὶς ὅμως δὲν εἶπε, «Τί ζητᾶς» ἢ «Γιατὶ μιλᾶς μαζί της;».
Ἡ γυναῖκα ἄφησε τὴν στάμνα της, ἐπῆγε εἰς τὴν πόλιν καὶ εἶπε εἰς τοὺς ἀνθρώπους, «Ἐλᾶτε νὰ ἰδῆτε ἕναν ποὺ μοῦ εἶπε ὅλα ὅσα ἔκανα· μήπως εἶναι αὐτὸς ὁ Χριστός;». Ἐβγῆκαν λοιπὸν ἀπὸ τὴν πόλιν καὶ ἤρχοντο σ’ αὐτόν.
Ἐν τῷ μεταξὺ τὸν παρακαλοῦσαν οἱ μαθηταὶ καὶ τοῦ ἔλεγαν, «Ραββί, φάγε».
Αὐτὸς δὲ εἶπε, «Ἐγὼ ἔχω φαγητὸν νὰ φάγω, τὸ ὁποῖον σεῖς δὲν ξέρετε».
Ἔλεγαν τότε οἱ μαθηταὶ μεταξύ τους, «Μήπως τοῦ ἔφερε κανεὶς νὰ φάγῃ;».
Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς, «Τὸ φαγητόν μου εἶναι νὰ κάνω τὸ θέλημα ἐκείνου, ποὺ μὲ ἔστειλε καὶ νὰ τελειώσω τὸ ἔργο του. Δὲν λέτε, «Τέσσερις μῆνες ἀκόμη καὶ ὁ θερισμὸς ἔρχεται;». Σηκῶστε τὰ μάτια σας, σᾶς λέγω, καὶ ἰδέτε τὰ χωράφια ὅτι εἶναι ἄσπρα, ἕτοιμα πρὸς θερισμόν. Ἤδη ὁ θεριστὴς παίρνει μισθὸν καὶ μαζεύει καρπὸν διὰ τὴν ζωὴν τὴν αἰώνιον, διὰ νὰ χαίρουν μαζὶ καὶ ὁ σπορεὺς καὶ ὁ θεριστής. Ἐδῶ ἡ παροιμία εἶναι ἀληθινή, ὅτι ἄλλος σπέρνει καὶ ἄλλος θερίζει. Ἐγὼ σᾶς ἔστειλα νὰ θερίσετε ἐκεῖνο, διὰ τὸ ὁποῖον δὲν ἐκοπιάσατε· ἄλλοι ἔχουν κοπιάσει καὶ σεῖς ἐμπήκατε εἰς τὸν κόπον τους».
Πολλοὶ ἀπὸ τοὺς Σαμαρείτας τὴς πόλεως ἐκείνης ἐπίστεψαν εἰς αὐτὸν ἐξ αἰτίας τῆς μαρτυρίας τῆς γυναῖκας: «Μοῦ εἶπε ὅλα ὅσα ἔκανα». Ὅταν λοιπὸν ἦλθαν οἱ Σαμαρεῖται πρὸς αὐτόν, τὸν παρακαλοῦσαν νὰ μείνῃ κοντά τους· καὶ ἔμεινε ἐκεῖ δύο ἡμέρες. Καὶ πολὺ περισσότεροι ἐπίστεψαν ἔπειτα ἀπὸ ὅσα τοὺς εἶπε, εἰς δὲ τὴν γυναῖκα ἔλεγαν, «Ὁ λόγος ποὺ πιστεύομεν δὲν εἶναι πλέον τὰ ὅσα μᾶς εἶπες, ἀλλὰ διότι τὸν ἀκούσαμε ἐμεῖς οἱ ἴδιοι καὶ ξέρομεν ὅτι αὐτὸς εἶναι ἀληθινὰ ὁ Σωτὴρ τοῦ κόσμου, ὁ Χριστός».

Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 596 επισκέπτες

Εμφανίσεις Άρθρων
5469582

Copyright © 2023 Πρωτοπρεσβύτερος Χρήστος Πυτιρίνης. Με την επιφύλαξη παντός δικαιώματος. 

Δημιουργία ιστοτόπου: CJ web Services & Eshop

grafiko 2

Search