Ευαγγελικά Αναγνώσματα

ΕΚ ΤΟΥ ΚΑΤΑ ΙΩΑΝΝΗΝ

Κατά Ιωάννην (ζ΄ 14 - 30)

Τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκε. Καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες· πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; Ἀπεκρίθη οὖν αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με· ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ' ἐμαυτοῦ λαλῶ. Ὁ ἀφ' ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον; Καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. Τί με ζητεῖτε ἀποκτεῖναι;
Ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπε· δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε διὰ τοῦτο. Μωυσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν, οὐχ ὅτι ἐκ τοῦ Μωυσέως ἐστίν, ἀλλ' ἐκ τῶν πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ!
Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός; Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν. Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα ἀλλ' ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· ἐγὼ οἶδα αὐτόν, ὅτι παρ' αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν.
Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.

Απόδοση στη νεοελληνική:

Κατὰ τὸ μέσον τῆς ἑορτῆς, ἀνέβηκε ὁ Ἰησοῦς εἰς τὸν ναὸν καὶ ἐδίδασκε. Οἱ Ἰουδαῖοι ἦσαν κατάπληκτοι καὶ ἔλεγαν, «Πῶς αὐτὸς ξέρει γράμματα, ἀφοῦ δὲν ἐσπούδασε;». Ἀπεκρίθη τότε εἰς αὐτοὺς ὁ Ἰησοῦς, «Ἡ διδασκαλία μου δὲν εἶναι δική μου, ἀλλὰ ἐκείνου ποὺ μὲ ἔστειλε. Ἐὰν θέλῃ κανεὶς νὰ κάνῃ τὸ θέλημα τοῦ Θεοῦ, θὰ γνωρίσῃ ἐὰν ἡ διδασκαλία μου προέρχεται ἀπ’ αὐτὸν ἢ ἂν ἐγὼ μιλῶ ἀπὸ τὸν ἑαυτόν μου. Ἐκεῖνος ποὺ μιλεῖ ἀπὸ τὸν ἑαυτόν του, ζητεῖ τὴν δικήν του δόξαν, ὅποιος ὅμως ζητεῖ τὴν δόξαν ἐκείνου ποὺ τὸν ἔστειλε, αὐτὸς εἶναι ἀληθὴς καὶ δὲν ὑπᾶρχει σ’ αὐτὸν ψεῦδος. Δὲν σᾶς ἔδωκε ὁ Μωϋσῆς τὸν νόμον; Καὶ ὅμως κανεὶς ἀπὸ σᾶς δὲν ἐκτελεῖ τὸν νόμον. Διατὶ ζητᾶτε νὰ μὲ σκοτώσετε;».
Ἀπεκρίθη ὁ λαός, «Δαιμόνιον ἔχεις. Ποιὸς ζητᾶ νὰ σὲ σκοτώσῃ;». Ὁ Ἰησοῦς τοὺς ἀπεκρίθη, «Ἕνα ἔργον ἔκανα καὶ εἶσθε ὅλοι κατάπληκτοι γι’ αὐτό. Ὁ Μωϋσῆς σᾶς ἔδωκε τὴν περιτομήν – ὄχι ὅτι αὐτὴ προέρχεται ἀπὸ τὸν Μωϋσῆν ἀλλ’ ἀπὸ τοὺς πατέρας – καὶ τὸ Σάββατον περιτέμνετε ἄνθρωπον. Ἐὰν λοιπὸν ἕνας ἄνθρωπος περιτέμνεται τὸ Σάββατον, διὰ νὰ τηρηθῇ ὁ νόμος τοῦ Μωϋσέως, ὀργίζεσθε ἐναντίον μου διότι ὁλόκληρον ἄνθρωπον ἔκανα ὑγιῆ τὸ Σάββατον;
Μὴ κρίνετε κατὰ τὰ ἐξωτερικὰ φαινόμενα ἀλλὰ νὰ εἶσθε δίκαιοι εἰς τὰς κρίσεις σας». Μερικοὶ ἀπὸ τοὺς Ἱεροσολυμίτας ἔλεγαν, «Δὲν εἶναι αὐτὸς ποὺ ζητοῦν νὰ σκοτώσουν; Καὶ νά, μιλεῖ δημοσίᾳ καὶ δὲν τοῦ λέγουν τίποτε. Μήπως ἐννόησαν πραγματικὰ οἱ ἄρχοντες ὅτι αὐτὸς εἶναι ὁ Χριστός; Ἀλλὰ γι’ αὐτὸν ξέρομεν ἀπὸ ποῦ εἶναι, διὰ τὸν Χριστὸν ὅμως, ὅταν ἔλθῃ, κανεὶς δὲν θὰ ξέρῃ ἀπὸ ποῦ εἶναι». Τότε ὁ Ἰησοῦς ἐφώναξε δυνατά, καθὼς ἐδίδασκε εἰς τὸν ναόν, καὶ εἶπε, «Μὲ ξέρετε καὶ ξέρετε ἀπὸ ποῦ εἶμαι· καὶ ὅμως δὲν ἔχω ἔλθει ἀπὸ τὸν ἑαυτόν μου ἀλλ’ ἐκεῖνος ποὺ μὲ ἔστειλε εἶναι ἀληθινός, καὶ αὐτὸν ἐσεῖς δὲν τὸν ξέρετε. Ἐγὼ τὸν ξέρω, διότι εἶμαι ἀπὸ αὐτὸν καὶ ἐκεῖνος μὲ ἔστειλε».
Ἐζητοῦσαν τότε νὰ τὸν πιάσουν ἀλλὰ κανεὶς δὲν ἔβαλε χέρι ἐπάνω του, διότι δὲν εἶχε ἔλθει ἀκόμη ἡ ὥρα του.

Κατά Ιωάννην (ζ΄ 37-52, η΄ 12)

Τῷ καιρῷ ἐκείνῳ, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ρεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.
Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυὶδ, ὁ Χριστὸς ἔρχεται; Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι' αὐτόν. Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας.
Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διατί οὐκ ἠγάγετε αὐτόν; Ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε; Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; Ἀλλ' ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! Λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν· μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.
Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.

Απόδοση στη νεοελληνική:

Τόν καιρό ἐκείνο, τὴν τελευταίαν ἡμέραν τὴν μεγάλην τῆς ἑορτῆς, ἐστάθηκε ὁ Ἰησοῦς καὶ ἐφώναξε δυνατά, «Ἐὰν κανεὶς διψᾷ, ἂς ἔλθῃ σ’ ἐμὲ καὶ ἂς πιῇ. Ἐκεῖνος ποὺ πιστεύει σ’ ἐμέ, καθὼς εἶπε ἡ γραφή, «Θὰ τρέξουν ἀπὸ τὴν κοιλιά του ποταμοὶ νεροῦ ζωντανοῦ». Αὐτὸ τὸ εἶπε διὰ τὸ Πνεῦμα, τὸ ὁποῖον θὰ ἔπαιρναν ἐκεῖνοι ποὺ θὰ ἐπίστευαν σ’ αὐτόν· διότι δὲν εἶχε δοθῆ ἀκόμη Πνεῦμα Ἅγιον, ἐπειδὴ ὁ Ἰησοῦς δὲν εἶχε ἀκόμη δοξασθῆ.
Πολλοὶ ἀπὸ τὸ πλῆθος, ὅταν ἀκουσαν αὐτά, ἔλεγαν, «Αὐτὸς εἶναι πραγματικὰ ὁ Προφήτης», ἄλλοι ἔλεγαν, «Αὐτὸς εἶναι ὁ Χριστός», ἄλλοι ἔλεγαν, «Μήπως ὁ Χριστὸς ἔρχεται ἀπὸ τὴν Γαλιλαίαν; Δὲν εἶπε ἡ γραφὴ ὅτι ὁ Χριστὸς ἔρχεται ἀπὸ τὸ σπέρμα τοῦ Δαυΐδ καὶ ἀπὸ τὴν κωμόπολιν Βηθλεὲμ ὅπου ἦτο ὁ Δαυΐδ;». Ἔγινε λοιπὸν διχασμὸς γι’ αὐτὸν μεταξὺ τοῦ πλήθους. Μερικοὶ ἤθελαν νὰ τὸν πιάσουν ἀλλὰ κανεὶς δὲν ἔβαλε χέρι ἐπάνω του.
Τότε ἐπέστρεψαν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς Φαρισαίους, οἱ ὁποῖοι τοὺς εἶπαν, «Γιατὶ δὲν τὸν ἐφέρατε;». Ἀπεκρίθησαν οἱ ὑπηρέται, «Κανεὶς ἄνθρωπος δὲν ἐμίλησε ποτὲ ὅπως μιλεῖ αὐτὸς ὁ ἄνθρωπος». Οἱ Φαρισαῖοι τοὺς ἀπεκρίθησαν, «Μήπως καὶ σεῖς ἔχετε πλανηθῆ; Ἐπίστεψε σ’ αὐτὸν κανεὶς ἀπὸ τοὺς ἄρχοντας ἢ τοὺς Φαρισαίους; Ὅσο γι’ αὐτὸν τὸν ὄχλον, ποὺ δὲν ξέρει τὸν νόμον εἶναι καταραμένος». Λέγει εἰς αὐτοὺς ὁ Νικόδημος, ὁ ὁποῖος εἶχε ἔλθει εἰς αὐτὸν τὴν νύχτα καὶ ὁ ὁποῖος ἦτο ἕνας ἀπὸ αὐτούς, «Καταδικάζει ἄνθρωπον, ὁ νόμος μας ἐὰν δὲν τὸν ἀκούσῃ προηγουμένως καὶ μάθῃ τί ἔκανε;». Ἀπεκρίθησαν εἰς αὐτόν, «Μήπως καὶ σὺ εἶσαι ἀπὸ τὴν Γαλιλαίαν; Ἐρεύνησε καὶ θὰ ἰδῇς, ὅτι δὲν ἔχει ἔλθει προφήτης ἀπὸ τὴν Γαλιλαίαν».
Πάλιν ὁ Ἰησοῦς τοὺς ἐμίλησε καὶ εἶπε, «Ἐγὼ εἶμαι τὸ φῶς τοῦ κόσμου. Ἐκεῖνος ποὺ μὲ ἀκολουθεῖ δὲν θὰ περπατήσῃ εἰς τὸ σκοτάδι ἀλλὰ θὰ ἔχῃ τὸ φῶς τῆς ζωῆς».

Κατά Ιωάννην (θ΄ 1-38)

Τῷ καιρῷ ἐκείνῳ, παράγων ο Ιησοῦς, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;

Ἀπεκρίθη ᾿Ιησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. Ὅταν ἐν τῷ κόσμῳ ᾦ, φῶς εἰμι τοῦ κόσμου.

Ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.

Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; Ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. Ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. Εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα. Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. Ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.

Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.

Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα ἦν ἐν αὐτοῖς. Λέγουσι τῷ τυφλῷ πάλιν· σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν.

Οὐκ ἐπίστευσαν οὖν οἱ ᾿Ιουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει; Ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.

Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς ᾿Ιουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ· δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. Ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. Εἶπον δὲ αὐτῷ πάλιν· τί ἐποίησέ σοι; Πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;

Ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταί. Ἡμεῖς οἴδαμεν ὅτι Μωυσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.

Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.

Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω. Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ; Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. Ὁ δὲ ἔφη· πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.

 

Απόδοση στη νεοελληνική:

Τόν καιρό ἐκείνο, καθὼς ἐβάδιζε ὁ Ἰησοῦς, εἶδε ἄνθρωπον γεννημένον τυφλὸν καὶ τὸν ἐρώτησαν οἱ μαθηταί του, «Ραββί, ποιός ἁμάρτησε, αὐτὸς ἢ οἱ γονεῖς του διὰ νὰ γεννηθῇ τυφλός;».

Ἀπεκρίθη ὁ Ἰησοῦς, «Οὔτε αὐτὸς ἁμάρτησε οὔτε οἱ γονεῖς του, ἀλλὰ διὰ νὰ φανερωθοῦν ἐξ ἀφορμῆς του τὰ ἔργα τοῦ Θεοῦ. Ἐγὼ πρέπει νὰ κάνω τὰ ἔργα ἐκείνου ποὺ μὲ ἔστειλε ἐν ὅσω εἶναι ἡμέρα· θὰ ἔλθῃ νύχτα, ὅταν κανεὶς δὲν θὰ μπορῇ νὰ ἐργασθῇ. Ὅσον καιρὸν εἶμαι εἰς τὸν κόσμον, εἶμαι τὸ φῶς τοῦ κόσμου».

Ὅταν εἶπε αὐτά, ἔφτυσε χάμω καὶ ἔκανε πηλὸν μὲ τὸ φτύσιμο καὶ ἄλειψε τὸν πηλὸν ἐπάνω εἰς τὰ μάτια τοῦ τυφλοῦ καὶ τοῦ εἶπε, «Πήγαινε, πλύσου εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ», τὸ ὁποῖον μεταφράζεται Ἀπεσταλμένος. Ἔφυγε λοιπὸν καὶ πλύθηκε καὶ ἐπέστρεψε βλέπων.

Οἱ γείτονες καὶ ἐκεῖνοι ποὺ προηγουμένως τὸν ἔβλεπαν ὅτι ἦτο τυφλός, ἔλεγαν, «Δὲν εἶναι αὐτὸς ποὺ καθότανε καὶ ζητιάνευε;». Μερικοὶ ἔλεγαν ὅτι αὐτὸς εἶναι καὶ ἄλλοι ὅτι εἶναι κάποιος ποὺ τοῦ μοιάζει. Ἐκεῖνος ἔλεγε, «Ἐγὼ εἶμαι». Τοῦ εἶπαν τότε, «Πῶς ἄνοιξαν τὰ μάτια σου;». Ἀπεκρίθη ἐκεῖνος, Ἕνας ἄνθρωπος ποὺ ὀνομάζεται Ἰησοῦς ἔκανε πηλὸν καὶ μοῦ ἄλειψε τὰ μάτια καὶ μου εἶπε, «Πήγαινε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ πλύσου». Ὅταν ἐπῆγα καὶ πλύθηκα, ἀπέκτησα τὸ φῶς μου». Τότε τὸν ἐρώτησαν, «Ποῦ εἶναι ἐκεῖνος;» καὶ αὐτὸς ἀπεκρίθη, «Δὲν ξέρω». Ὁδηγοῦν αὐτόν, τὸν ἄλλοτε τυφλόν, εἰς τοὺς Φαρισαίους. Ἦτο δὲ Σάββατον, ὅταν ἔκανε ὁ Ἰησοῦς τὸν πηλὸν καὶ ἄνοιξε τὰ μάτια του.

Τότε οἱ Φαρισαῖοι πάλιν τὸν ἐρώτησαν πῶς ἀπέκτησε τὸ φῶς του, αὐτὸς δὲ εἶπε, «Μοῦ ἔβαλε πηλὸν εἰς τὰ μάτια καὶ πλύθηκα καὶ βλέπω». Μερικοὶ ἀπὸ τοὺς Φαρισαίους εἶπαν, «Αὐτὸς ὁ ἄνθρωπος δὲν εἶναι ἀπὸ τὸν Θεόν, διότι δὲν τηρεῖ τὸ Σάββατον». Ἄλλοι ἔλεγαν, «Πῶς μπορεῖ ἄνθρωπος ἁμαρτωλὸς νὰ κάνῃ τέτοια θαύματα;». Καὶ ἔγινε διχασμὸς μεταξύ τους. Λέγουν πάλιν εἰς τὸν τυφλόν, «Σὺ τί λὲς γι’ αὐτὸν ἀφοῦ σοῦ ἄνοιξε τὰ μάτια;». Αὐτὸς εἶπε, «Εἶναι προφήτης».

Οἱ Ἰουδαῖοι δὲν ἤθελαν νὰ πιστέψουν ὅτι ἤτανε τυφλὸς καὶ ἀπέκτησε τὸ φῶς του, ἕως ὅτου φώναξαν τοὺς γονεῖς του καὶ τοὺς ἐρώτησαν, «Αὐτὸς εἶναι ὁ υἱός σας, διὰ τὸν ὁποῖον λέτε ὅτι γεννήθηκε τυφλός; Πῶς λοιπὸν τώρα βλέπει;». Ἀπεκρίθησαν εἰς αὐτοὺς οἱ γονεῖς του, «Ξέρομεν ὅτι αὐτὸς εἶναι ὁ υἱός μας καὶ ὅτι γεννήθηκε τυφλός. Πῶς ὅμως τώρα βλέπει, δὲν γνωρίζομεν, οὔτε ξέρομεν ποιός ἄνοιξε τὰ μάτια του. Αὐτὸς ἡλικίαν ἔχει, ἐρωτήσατέ τον· θὰ μιλήσῃ γιὰ τὸν ἑαυτόν του».

Αὐτὰ εἶπαν οἱ γονεῖς, του διότι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἐπειδὴ οἱ Ἰουδαῖοι εἶχαν ἤδη συμφωνήσει νὰ γίνῃ ἀποσυναγωγὸς ὅποιος ὁμολογήσῃ ὅτι αὐτὸς εἶναι ὁ Χριστός. Γι’ αὐτὸ οἱ γονεῖς του εἶπαν, «Ἡλικίαν ἔχει, ἐρωτήσατέ τον». Ἐφώναξαν τότε διὰ δευτέραν φορὰν τὸν ἄνθρωπον ποὺ ἤτανε τυφλὸς καὶ τοῦ εἶπαν, «Δόξασε τὸν Θεόν. Ἔμεῖς ξέρομεν ὅτι ὁ ἄνθρωπος αὐτὸς εἶναι ἁμαρτωλός».

Ἐκεῖνος ἀπεκρίθη, «Ἐὰν εἶναι ἁμαρτωλός, δὲν ξέρω. Ἕνα πρᾶγμα ξέρω, ὅτι ἐνῷ ἤμουν τυφλὸς, τώρα βλέπω». Τότε πάλιν τὸν ἐρώτησαν, «Τί σοῦ ἔκαμε; Πῶς σοῦ ἄνοιξε τὰ μάτια;». Αὐτὸς τοὺς ἀπεκρίθη, «Σᾶς εἶπα ἤδη καὶ δὲν ἐδώσατε προσοχήν· γιατὶ θέλετε πάλιν νὰ τὸ ἀκούσετε; Μήπως θέλετε καὶ σεῖς νὰ γίνετε μαθηταί του;».

Τότε τὸν ἔβρισαν καὶ τοῦ εἶπαν, «Σὺ εἶσαι μαθητὴς ἐκείνου, ἐμεῖς εἴμεθα μαθηταὶ τοῦ Μωϋσέως. Ἐμεῖς ξέρομεν ὅτι εἰς τὸν Μωϋσῆν ἐμίλησεν ὁ Θεός, ἀλλὰ γι’ αὐτὸν δὲν ξέρομεν, ἀπὸ ποῦ εἶναι».

Ὁ ἄνθρωπος τοὺς ἀπεκρίθη, «Αὐτὸ ἀκριβῶς εἶναι τὸ ἐκπληκτικόν, ὅτι σεῖς δὲν ξέρετε ἀπὸ ποῦ εἶναι, καὶ ὅμως μοῦ ἄνοιξε τὰ μάτια. Ξέρομεν δὲ ὅτι τοὺς ἁμαρτωλοὺς ὁ Θεὸς δὲν τοὺς ἀκούει, ἀλλ’ ἐὰν κανεὶς εἶναι θεοσεβὴς καὶ κάνῃ τὸ θέλημά του, ἐκεῖνον ἀκούει. Ποτὲ πρὶν δὲν ἀκούσθηκε ὅτι ἄνοιξε κάποιος τὰ μάτια τυφλοῦ ἐκ γενετῆς. Ἐὰν ὁ ἄνθρωπος αὐτὸς δὲν ἦτο ἀπὸ τὸν Θεόν, δὲν θὰ μποροῦσε νὰ κάνῃ τίποτε».

Ἐκεῖνοι τοῦ ἀπεκρίθησαν, «Σὺ γεννήθηκες ὁλόκληρος μέσα στὴν ἁμαρτίαν καὶ μᾶς διδάσκεις;». Καὶ τὸν ἔβγαλαν ἔξω. Ἄκουσε ὁ Ἰησοῦς ὅτι τὸν ἔβγαλαν ἔξω καὶ ὅταν τὸν εὑρῆκε τοῦ εἶπε, «Πιστεύεις σὺ εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;». Ἀπεκρίθη ἐκεῖνος, «Καὶ ποιός εἶναι, Κύριε, γιὰ νὰ πιστέψω σ’ αὐτόν;». Ὁ Ἰησοῦς τοῦ εἶπε, «Τὸν ἔχεις ἰδῇ· εἶναι μάλιστα αὐτὸς ποὺ μιλεῖ μαζί σου». «Πιστεύω, Κύριε», εἶπε ἐκεῖνος καὶ τὸν προσκύνησε.

Κατά Ιωάννην (ι΄ 1-9)

Εἶπεν ὁ Κύριος·
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ' ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.
Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ' οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Απόδοση στη νεοελληνική:

Εἶπεν ὁ Κύριος:
«Ἀλήθεια, ἀλήθεια σᾶς λέγω, ἐκεῖνος ποὺ δὲν μπαίνει ἀπὸ τὴν πόρτα εἰς τὴν μάνδρα τῶν προβάτων ἀλλ’ ἀνεβαίνει ἀπὸ ἄλλο μέρος, αὐτὸς εἶναι κλέπτης καὶ λῃστής. Ἐκεῖνος ὅμως ποὺ μπαίνει ἀπὸ τὴν πόρτα εἶναι ὁ βοσκὸς τῶν προβάτων. Εἰς αὐτὸς ὁ θυρωρὸς ἀνοίγει καὶ τὰ πρόβατα ἀκοῦνε τὴν φωνήν του καὶ καλεῖ τὰ δικὰ τοῦ πρόβατα μὲ τὸ ὄνομά τους καὶ τὰ βγάζει ἔξω. Καὶ ὅταν βγάλῃ ἔξω τὰ δικά του πρόβατα, βαδίζει μπροστά τους καὶ τὰ πρόβατα τὸν ἀκολουθοῦν, διότι ξέρουν τὴν φωνήν του. Ἕναν ξένον ὅμως δὲν θὰ τὸν ἀκολουθήσουν ἀλλὰ θὰ φύγουν ἀπ’ αὐτόν, διότι δὲν ἀναγνωρίζουν τὴν φωνὴν τῶν ξένων».
Αὐτὴν τὴν παραβολὴν τοὺς εἶπε ὁ Ἰησοῦς, ἀλλ’ ἐκεῖνοι δὲν ἐννόησαν τί ἐσήμαιναν αὐτὰ ποὺ τοὺς ἔλεγε. Τοὺς εἶπε λοιπὸν πάλιν ὁ Ἰησοῦς, «Ἀλήθεια, ἀλήθεια σᾶς λέγω, ὅτι ἐγὼ εἶμαι ἡ πόρτα τῶν προβάτων. Ὅλοι ὅσοι ἦρθαν πρὶν ἀπὸ ἐμέ, εἶναι κλέπται καὶ λῃσταί, ἀλλὰ τὰ πρόβατα δὲν τοὺς ἄκουσαν. Ἐγὼ εἶμαι ἡ πόρτα· ὅποιος θὰ μπῇ δι’ ἐμοῦ, θὰ σωθῇ καὶ θὰ μπαίνῃ καὶ θὰ βγαίνῃ καὶ θὰ βρίσκῃ βοσκήν.

Κατά Ιωάννην (ι΄ 9-16)

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν.

Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· Ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δἑ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.

Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.

Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

 

Ἀπόδοση στη νεοελληνική:

Εἶπεν ὁ Κύριος:

Ἐγὼ εἶμαι ἡ πόρτα· ὅποιος θὰ μπῇ δι’ ἐμοῦ, θὰ σωθῇ καὶ θὰ μπαίνῃ καὶ θὰ βγαίνῃ καὶ θὰ βρίσκῃ βοσκήν. Ὁ κλέπτης δὲν ἔρχεται παρὰ γιὰ νὰ κλέψῃ καὶ νὰ σφάξῃ καὶ νὰ καταστρέψῃ. Ἐγὼ ἦλθα διὰ νὰ ἔχουν ζωὴν καὶ νὰ τὴν ἔχουν ἄφθονη.

Ἐγὼ εἶμαι ὁ βοσκὸς ὁ καλός. Ὁ βοσκὸς ὁ καλὸς θυσιάζει τὴν ζωήν του διὰ τὰ πρόβατα. Ὁ μισθωτός, ὁ ὁποῖος δὲν εἶναι βοσκός, καὶ τὰ πρόβατα δὲν εἶναι δικά του, βλέπει τὸν λύκον νὰ ἔρχεται καὶ ἀφήνει τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος τὰ ἀρπάζει καὶ τὰ σκορπίζει, διότι εἶναι μισθωτὸς καὶ δὲν τὸν μέλει διὰ τὰ πρόβατα.

Ἐγὼ εἶμαι ὁ βοσκὸς ὁ καλός καὶ γνωρίζω τὰ δικά μου καὶ γνωρίζομαι ἀπὸ τὰ δικά μου – ὅπως μὲ γνωρίζει ὁ Πατέρας καὶ γνωρίζω καὶ ἐγὼ τὸν Πατέρα – καὶ θυσιάζω τὴν ζωήν μου διὰ τὰ πρόβατα.

Ἔχω καὶ ἄλλα πρόβατα, τὰ ὁποῖα δὲν εἶναι ἀπὸ αὐτὴν τὴν μάνδρα· πρέπει νὰ φέρω καὶ ἐκεῖνα καὶ θὰ ἀκούσουν τὴν φωνήν μου καὶ θὰ γίνῃ ἕνα ποίμνιον, ἕνας βοσκός.

Κατά Ιωάννην (ια΄ 1-45)

Τῷ καιρῷ ἐκεῖνῳ, ἦν ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι' αὐτῆς. Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.
Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας· ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. Λέγουσιν αὐτῷ οἱ μαθηταί· ραββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; Ἀπεκρίθη Ἰησοῦς· οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας; Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. Ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. Τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανε, καὶ χαίρω δι' ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλ' ἄγωμεν πρὸς αὐτόν. Εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ' αὐτοῦ. Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ.
Ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε, καὶ πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν. Ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι ὁ Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. Εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε, ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει. Ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός. Λέγει αὐτῇ ὁ Ἰησοῦς· ἀναστήσεται ὁ ἀδελφός σου. Λέγει αὐτῷ Μάρθα· οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Εἶπεν αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο; Λέγει αὐτῷ· ναί, Κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος. Καὶ ταῦτα εἰποῦσα ἀπῆλθε καὶ ἐφώνησε Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε. Ἐκείνη ὡς ἤκουσεν, ἐγείρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν. Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ' ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.
Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ' αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ. Ἡ οὖν Μαρία ὡς ἦλθεν ὅπου ἦν ὁ Ἰησοῦς, ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ εἰς τοὺς πόδας λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός. Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν, καὶ εἶπε· ποῦ τεθείκατε αὐτόν; Λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε. Ἐδάκρυσεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι· ἴδε πῶς ἐφίλει αὐτόν· τινὲς δὲ ἐξ αὐτῶν εἶπον· οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; Ἰησοῦς οὖν, πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ' αὐτῷ.
Λέγει ὁ Ἰησοῦς· ἄρατε τὸν λίθον. Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα· Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ; Ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κείμενος. Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπε· πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασε· Λάζαρε, δεῦρο ἔξω. Καὶ ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν. Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν. 

Απόδοση στη νεοελληνική:

Τον καιρό ἐκείνο, ὑπῆρχε κάποιος ἀσθενὴς ὀνομαζόμενος Λάζαρος ἀπὸ τὴν Βηθανίαν, ἀπὸ τὸ χωριὸ τῆς Μαρίας καὶ τῆς ἀδελφῆς της Μάρθας. Αὐτὴ ἦτο ἡ Μαρία ποὺ ἄλειψε τὸν Κύριον μὲ μύρον καὶ ἐσφόγγισε τὰ πόδια του μὲ τὰ μαλλιά της, τῆς ὁποίας ὁ ἀδελφὸς Λάζαρος ἦτο ἀσθενής. Ἔστειλαν λοιπὸν οἱ ἀδελφὲς πρὸς αὐτὸν καὶ τοῦ εἶπαν, «Κύριε, ἐκεῖνος ποὺ ἀγαπᾶς, εἶναι ἀσθενής». Ὅταν ἄκουσε αὐτὸ ὁ Ἰησοῦς, εἶπε, «Αὐτὴ ἡ ἀσθένεια δὲν θὰ καταλήξῃ εἰς θάνατον ἀλλ’ εἶναι χάριν τῆς δόξης τοῦ Θεοῦ, διὰ νὰ δοξασθῇ δι’ αὐτῆς ὁ Υἱὸς τοῦ Θεοῦ». Ὁ Ἰησοῦς ἀγαποῦσε τὴν Μάρθαν καὶ τὴν ἀδελφήν της καὶ τὸν Λάζαρον.
Ὅταν λοιπὸν ἄκουσε ὅτι ἀσθενεῖ, ἔμεινε τότε δύο ἡμέρες εἰς τὸν τόπον ὅπου εὑρίσκετο. Ἔπειτα εἶπε εἰς τοὺς μαθητάς, «Ἂς ἐπιστρέψωμεν εἰς τὴν Ἰουδαίαν». Λέγουν εἰς αὐτὸν οἱ μαθηταί, «Ραββί, πρὸ ὀλίγου οἱ Ἰουδαῖοι ζητοῦσαν νὰ σὲ λιθοβολήσουν καὶ πάλιν πηγαίνεις ἐκεῖ;». Ἀπεκρίθη ὁ Ἰησοῦς, «Δὲν εἶναι δώδεκα οἱ ὧρες τῆς ἡμέρας; Ἐὰν περπατῇ κανεὶς τὴν ἡμέραν, δὲν σκοντάφτει, διότι βλέπει τὸ φῶς τοῦ κόσμου τούτου. Ἐὰν ὅμως περπατῇ τὴν νύχτα, σκοντάφτει, διότι τὸ φῶς δὲν εἶναι μαζί του». Αὐτὰ εἶπε καὶ κατόπιν συνέχισε, «Ὁ Λάζαρος ὁ φίλος μας ἔχει κοιμηθῆ, ἀλλὰ πηγαίνω νὰ τὸν ξυπνήσω». Τοῦ εἶπαν τότε οἱ μαθηταί του, «Κύριε, ἂν ἔχῃ κοιμηθῆ θὰ γίνῃ καλά». Ἀλλ’ ὁ Ἰησοῦς εἶχε μιλήσει διὰ τὸν θάνατόν του, ἐκεῖνοι δὲ ἐνόμισαν ὅτι μιλεῖ διὰ τὸν φυσικὸν ὕπνον. Τότε τοὺς εἶπε ὁ Ἰησοῦς καθαρά, «Ὁ Λάζαρος ἐπέθανε, καὶ χαίρω ποὺ δὲν ἤμουν ἐκεῖ διότι θὰ εἶναι γιὰ τὸ καλό σας γιὰ νὰ πιστέψετε· ἀλλ’ ἂς πᾶμε σ’ αὐτόν». Εἶπε τότε ὁ Θωμᾶς, ὁ λεγόμενος Δίδυμος, εἰς τοὺς συμμαθητάς του, «Ἂς πᾶμε καὶ ἐμεῖς διὰ νὰ πεθάνωμε μαζί του». Ὅταν ἦλθε ὁ Ἰησοῦς, τὸν εὑρῆκε ἤδη ἐνταφιασμένον πρὸ τεσσάρων ἡμερῶν.
Ἡ Βηθανία ἦτο πλησίον τῶν Ἱεροσολύμων περὶ τὰ δέκα πέντε στάδια. Καὶ πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους εἶχαν ἔλθει εἰς τὴν Μάρθαν καὶ τὴν Μαρίαν διὰ νὰ τὰς παρηγορήσουν διὰ τὸν ἀδελφόν τους. Μόλις ἄκουσε ἡ Μάρθα ὅτι ἔρχεται ὁ Ἰησοῦς, ἐπῆγε νὰ τὸν προϋπαντήση, ἑνῷ ἡ Μαρία ἐκάθησε εἰς τὸ σπίτι. Εἶπε τότε ἡ Μάρθα εἰς τὸν Ἰησοῦν, «Κύριε, ἐὰν ἤσουνα ἐδῶ, δὲν θὰ πέθαινε ὁ ἀδελφός μου. Ἀλλὰ καὶ τώρα ξέρω ὅτι ὅσα ζητήσῃς ἀπὸ τὸν Θεόν, θὰ σοῦ τὰ δώσῃ ὁ Θεός». Λέγει εἰς αὐτὴν ὁ Ἰησοῦς, «Ὁ ἀδελφός σου θὰ ἀναστηθῇ». Ἡ Μάρθα τοῦ λέγει, «Ξέρω ὅτι θὰ ἀναστηθῇ κατὰ τὴν ἀνάστασιν, τὴν ἐσχάτην ἡμέραν». Τότε ὁ Ἰησοῦς τῆς εἶπε, «Ἐγὼ εἶμαι ἡ ἀνάστασις καὶ ἡ ζωή. Ὅποιος πιστεύει σὲ ἐμέ, καὶ ἂν πεθάνῃ, θὰ ζήσῃ, καὶ ὅποιος ζῆ καὶ πιστεύει σ’ ἐμέ, δὲν θὰ πεθάνῃ ποτέ. Τὸ πιστεύεις αὐτό;». Λέγει εἰς αὐτόν, «Ναί, Κύριε, ἐγὼ ἔχω πιστέψει ὅτι σὺ εἶσαι ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ἐρχόμενος εἰς τὸν κόσμον». Ὅταν εἶπε αὐτά, ἔφυγε καὶ ἐφώναξε τὴν Μαρίαν τὴν ἀδελφήν της καὶ τῆς εἶπε μυστικά, «Ὁ διδάσκαλος εἶναι ἐδῶ καὶ σὲ φωνάζει». Ἐκείνη μόλις τὸ ἄκουσε, σηκώνεται γρήγορα καὶ ἔρχεται σ’ αὐτόν. Ἀλλ’ ὁ Ἰησοῦς δὲν εἶχε ἀκόμη ἔλθει εἰς τὸ χωριό, ἀλλ’ εὑρίσκετο εἰς τόπον ὅπου τὸν προϋπάντησε ἡ Μάρθα.
Οἱ Ἰουδαῖοι, οἱ ὁποῖοι ἦσαν μαζί της εἰς τὸ σπίτι καὶ τὴν παρηγοροῦσαν, ὅταν εἶδαν ὅτι ἡ Μαρία ἐσηκώθηκε γρήγορα καὶ ἐβγῆκε, τὴν ἀκολούθησαν καὶ ἔλεγαν, «Πηγαίνει εἰς τὸ μνημεῖον διὰ νὰ κλάψῃ ἐκεῖ». Ἦλθε λοιπὸν ἡ Μαρία ἐκεῖ ὅπου ἦτο ὁ Ἰησοῦς, καὶ μόλις τὸν εἶδε, ἔπεσε στὰ πόδια του καὶ τοῦ εἶπε, «Κύριε, ἐὰν ἤσουνα ἐδῶ, δὲν θὰ πέθαινε ὁ ἀδελφός μου». Ὅταν ὁ Ἰησοῦς τὴν εἶδε νὰ κλαίῃ καὶ τοὺς Ἰουδαίους ποὺ τὴν συνώδευαν νὰ κλαίουν ἐπίσης, ἀναστέναξε μέσα του καὶ ταράχθηκε καὶ εἶπε, «Ποῦ τὸν ἔχετε βάλει;». Τοῦ λέγουν, «Κύριε, ἔλα νὰ ἰδῇς». Ὁ Ἰησοῦς ἐδάκρυσε. Εἶπαν τότε οἱ Ἰουδαῖοι, «Κύτταξε πόσον τὸν ἀγαποῦσε». Ἀλλὰ μερικοὶ ἀπὸ αὐτοὺς εἶπαν, «Δὲν μποροῦσε αὐτός, ποὺ ἀνοιξε τὰ μάτια τοῦ τυφλοῦ, νὰ κάνῃ κάτι ὥστε νὰ μὴ πεθάνῃ ὁ Λάζαρος;». Ὁ Ἰησοῦς ἀφοῦ πάλιν ἀναστέναξε μέσα του, ὴλθε εἰς τὸ μνῆμα. Ἦτο δὲ τοῦτο σπήλαιον καὶ ἕνας λίθος ἦτο εἰς τὸ στόμιον.
Λέγει ὁ Ἰησοῦς, «Σηκῶστε τὸν λίθον». Ἡ Μάρθα, ἡ ἀδελφὴ τοῦ ἀποθανόντος, τοῦ λέγει, «Κύριε, τώρα θὰ μυρίζῃ ἄσχημα, διότι εἶναι ἡ τετάρτη ἡμέρα». Ὁ Ἰησοῦς τῆς λέγει, «Δὲν σοῦ εἶπα ὅτι ἐὰν πιστέψῃς θὰ ἰδῇς τὴν δόξαν τοῦ Θεοῦ;». Ἐσήκωσαν τότε τὸν λίθον ὅπου εὑρίσκετο ὁ νεκρός. Ὁ δὲ Ἰησοῦς ἐσήκωσε τὰ μάτια πρὸς τὰ ἐπάνω καὶ εἶπε, «Πατέρα, σὲ εὐχαριστῶ, διότι μὲ ἄκουσες. Ἐγὼ βέβαια ἤξερα ὅτι πάντοτε μὲ ἀκοῦς ἀλλὰ τὸ εἶπα διὰ τὸν λαὸν ποὺ παρευρίσκεται, γιὰ νὰ πιστέψουν ὅτι σὺ μὲ ἔστειλες». Καὶ ἀφοῦ εἶπε αὐτά, ἐφώναξε μὲ δυνατὴν φωνήν, «Λάζαρε, ἔλα ἔξω». Καὶ ἐβγῆκε ἐκεῖνος ποὺ εἶχε πεθάνει, δεμένος τὰ χέρια καὶ τὰ πόδια μὲ λευκὲς ταινίες, καὶ τὸ πρόσωπόν του γύρω δεμένο μὲ μαντῆλι. Τοὺς εἶπε τότε ὁ Ἰησοῦς, «Λύστε τον καὶ ἀφῆστέ τον νὰ φύγῃ». Πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους, οἱ ὁποῖοι εἶχαν ἔλθει εἰς τὴν Μαρίαν καὶ εἶδαν τί ἔκανε ὁ Ἰησοῦς, ἐπίστεψαν σ’ αὐτόν.

Κατά Ιωάννην (ιβ΄ 1-18)

Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα, ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων σὺν αὐτῷ.
Ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. Λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι· διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; Εἶπε δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ' ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε καὶ τὰ βαλλόμενα ἐβάσταζεν.
Εἶπεν οὖν ὁ Ἰησοῦς· ἄφες αὐτήν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ᾿Ιησοῦς εἰς ῾Ιεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἔκραζον· ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ' αὐτό, καθώς ἐστι γεγραμμένον· μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου.
Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον, ἀλλ' ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ' αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ' αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.

Απόδοση στη νεοελληνική:

Έξη ἡμέρες πρὶν ἀπὸ τὸ Πάσχα, ἦλθε ὁ Ίησοῦς εἰς τὴν Βηθανίαν, ὅπου ἦτο ὁ Λάζαρος, ὁ ὁποῖος εἶχε πεθάνει καὶ τὸν ὁποῖον ἀνέστησε ἐκ νεκρῶν. Ἐκεῖ τοῦ ἔκαναν δεῖπνον καὶ ἡ Μάρθα ὑπηρετοῦσε, ὁ δὲ Λάζαρος ἦτο μεταξὺ ἐκείνων ποὺ ἦσαν μαζί του στὸ τραπέζι.
Ἡ Μαρία τότε ἐπῆρε μίαν λίτραν γνησίου πολυτίμου μύρου νάρδου, ἄλειψε τὰ πόδια τοῦ Ἰησοῦ καὶ τὰ εσφόγγισε μὲ τὰ μαλλιά της, καὶ τὸ σπίτι ἐγέμισε ἀπὸ τὴν μυρωδιὰ τοῦ μύρου. Λέγει τότε ἕνας ἀπὸ τοὺς μαθητάς του, ὁ Ἰούδας, ὁ υἱὸς τοῦ Σίμωνος ὁ Ἰσκαριώτης, ἐκεῖνος ποὺ θὰ τὸν παρέδιδε, «Γιατὶ δὲν ἐπουλήθηκε αὐτὸ τὸ μύρον γιὰ τριακόσια δηνάρια καὶ δὲν ἐδόθηκε εἰς τοὺς πτωχούς;». Αὐτὸ τὸ εἶπε ὄχι ἀπὸ ἐνδιαφέρον διὰ τοὺς πτωχούς, ἀλλὰ διότι ἦτο κλέπτης καὶ εἶχε τὸ ταμεῖον καὶ ἀφαιροῦσε ἐκεῖνα ποὺ ἔβαζαν μέσα.
Τότε εἶπε ὁ Ἰησοῦς, «Ἄφησέ την· διὰ τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τὸ ἐφύλαξε· διότι τοὺς πτωχοὺς τοὺς ἔχετε πάντοτε μαζί σας, ἐνῷ ἐμὲ δὲν μὲ ἔχετε πάντοτε. Πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους ἔμαθαν ὅτι εἶναι ἐκεῖ, καὶ ἦλθαν ὄχι μόνον διὰ τὸν Ἰησοῦν, ἀλλὰ καὶ διὰ νὰ ἰδοῦν τὸν Λάζαρον, τὸν ὁποῖον ἀνέστησε ἐκ νεκρῶν. Οἱ ἀρχιερεῖς τότε ἀπεφάσισαν νὰ θανατώσουν καὶ τὸν Λάζαρον, διότι ἐξ αἰτίας του πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους ἔφευγαν καὶ ἐπίστευαν στὸν Ἰησοῦν.
Τὴν ἑπομένην ἡμέραν πολὺς κόσμος ποὺ εἶχε ἔλθει εἰς τὴν ἑορτήν, ὅταν ἄκουσαν ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς τὰ Ἱεροσόλυμα, ἐπῆραν κλάδους ἀπὸ φοίνικας καὶ ἐβγῆκαν πρὸς προϋπάντησίν του καὶ ἔκραζαν, «Ὡσαννά, εὐλογημένος νὰ εἶναι ἐκεῖνος ποὺ ἔρχεται εἰς τὸ ὄνομα τοῦ Κυρίου, ὁ βασιλεὺς τοῦ Ἰσραήλ». Ὁ δὲ Ἰησοῦς εὑρῆκε ἕνα μικρὸν ὄνον, καὶ ἐκάθησε ἐπάνω του, καθὼς εἶναι γραμμένον, «Μὴ φοβᾶσαι, θυγατέρα Σιών, νά, ὁ βασιλεύς σου ἔρχεται καθισμένος εἰς ἕνα πουλάρι ὄνου».
Τὰ λόγια αὐτὰ δὲν τὰ κατάλαβαν τότε οἱ μαθηταί του, ἀλλ’ ὅταν ἐδοξάσθηκε ὁ Ἰησοῦς, τότε θυμήθηκαν ὅτι αὐτὰ ἦσαν γραμμένα γι’ αὐτόν καὶ ὅτι τοῦ τὰ ἔκαναν. Ὁ δὲ κόσμος ποὺ ἦταν μαζί του ἔδινε μαρτυρίαν ὅτι ἐφώναξε τὸν Λάζαρον ἀπὸ τὸ μνῆμα καὶ τὸν ἀνέστησε ἐκ νεκρῶν. Διὰ τοῦτο καὶ τὸν ὑποδέχθηκε ὁ κόσμος διότι ἄκουσαν ὅτι ἔκανε αὐτὸ τὸ θαῦμα.

Κατά Ιωάννην (ιβ΄ 36-47)

Εἶπεν ὁ Κύριος· Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ' αὐτῶν.

Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;

Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν ῾Ησαΐας· τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστραφῶσι, καὶ ἰάσομαι αὐτούς. Ταῦτα εἶπεν Ἡσαΐας ὅτε εἶδε τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ.

Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.

Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν· ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ' εἰς τὸν πέμψαντά με, καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ρημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον.

 

Ἀπόδοση στη νεοελληνική:

Εἶπεν ὁ Κύριος: «Ἐν ὅσῳ ἔχετε τὸ φῶς, πιστεύετε εἰς τὸ φῶς, διὰ νὰ γίνετε παιδιὰ τοῦ φωτός». Ἀφοῦ εἶπε αὐτὰ ὁ Ἰησοῦς ἔφυγε ἀπ’ αὐτοὺς καὶ κρύφθηκε.

Ἂν καὶ εἶχε κάνει τόσα θαύματα μπροστά τους, δὲν ἐπίστευαν εἰς αὐτόν· διὰ νὰ ἐκπληρωθῇ, ὁ λόγος τοῦ προφήτου Ἡσαΐα, τὸν ὁποῖν εἶπε, Κύριε, ποιός ἐπίστεψε εἰς τὸ κήρυγμά μας; καὶ ὁ βραχίων τοῦ Κυρίου εἰς ποιόν ἔχει ἀποκαλυφθῆ; Διὰ τοῦτο δὲν μποροῦσαν νὰ πιστεύουν, διότι πάλιν εἶπε ὁ Ἡσαΐας: Ἐτύφλωσε τὰ μάτια τους καὶ ἐπώρωσε τὴν καρδιά τους διὰ νὰ μὴ ἰδοῦν μὲ τὰ μάτια καὶ καταλάβουν μὲ τὴν καρδιὰ καὶ ἐπιστρέψουν καὶ ἐγὼ τοὺς θεραπεύσω. Αὐτὰ εἶπεν ὁ Ἡσαΐας, ὅταν εἶδε τὴν δόξαν του καὶ μίλησε γι’ αὐτόν.

Ἐν τούτοις καὶ ἀπὸ τοὺς ἄρχοντας πολλοὶ ἐπίστεψαν εἰς αὐτόν, ἀλλ’ ἐξ αἰτίας τῶν Φαρισαίων δὲν ὡμολογοῦσαν, διὰ νὰ μὴ γίνουν ἀποσυναγωγοί. Διότι ἀγάπησαν τὰς τιμὰς τῶν ἀνθρώπων μᾶλλον παρὰ νὰ τιμηθοῦν ἀπὸ τὸν Θεόν.

Ὁ Ἰησοῦς ἐφώναξε καὶ εἶπε: «Ἐκεῖνος ποὺ πιστεύει σ’ ἐμέ, δὲν πιστεύει σ’ ἐμέ, ἀλλὰ σὲ ἐκεῖνον ποὺ μὲ ἔστειλε. Καὶ ἐκεῖνος ποὺ βλέπει ἐμέ, βλέπει ἐκεῖνον ποὺ μὲ ἔστειλε. Ἐγὼ ἦλθα σὰν φῶς εἰς τὸν κόσμον, διὰ νὰ μὴ μείνῃ εἰς τὸ σκοτάδι κανένας ποὺ πιστεύει σ’ ἐμέ. Καὶ ἐὰν κανεὶς ἀκούσῃ τὰ λόγια μου καὶ δὲν πιστέψῃ, ἐγὼ δὲν τὸν καταδικάζω, διότι δὲν ἦλθα διὰ νὰ καταδικάσω τὸν κόσμον, ἀλλὰ διὰ νὰ σώσω τὸν κόσμον.

Κατά Ιωάννην (ιε΄17 - ιστ΄2)

Εἶπεν ὁ Κύριος· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με.
Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. Ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν.
Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε.
Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Απόδοση στη νεοελληνική:

Εἶπεν ὁ Κύριος:
«Αὐτὴν τὴν ἐντολὴ σᾶς δίνω, νὰ ἀγαπᾶτε ὁ ἕνας τὸν ἄλλον. Ἐὰν ὁ κόσμος σᾶς μισῇ, νὰ ξέρετε ὅτι πρὶν ἀπὸ σᾶς ἔχει μισήσει ἐμέ. Ἐὰν ἤσαστε ἀπὸ τὸν κόσμον, ὁ κόσμος θὰ ἀγαποῦσε τὸ δικό του. Ἐπειδὴ ὅμως δὲν εἶσθε ἀπὸ τὸν κόσμον, ἀλλ’ ἐγὼ σᾶς ἐδιάλεξα ἀπὸ τὸν κόσμον, γι’ αὐτὸ σᾶς μισεῖ ὁ κόσμος. Νὰ θυμᾶσθε τὸν λόγον ποὺ σᾶς εἶπα, «Δὲν ὑπάρχει δοῦλος ἀνώτερος ἀπὸ τὸν κύριόν του». Ἐὰν κατεδίωξαν ἐμέ, θὰ καταδιώξουν καὶ σᾶς. Ἐὰν ἐτήρησαν τὸν λόγον μου, θὰ τηρήσουν καὶ τὸν δικόν σας. Ἀλλ’ ὅλα αὐτὰ θὰ σᾶς τὰ κάνουν ἕνεκα τοῦ ὀνόματός μου, ἐπειδὴ δὲν ξέρουν ἐκεῖνον ποὺ μὲ ἔστειλε.
Ἐὰν δὲν εἶχα ἔλθει καὶ τοὺς εἶχα μιλήσει, δὲν θὰ εἶχαν ἁμαρτίαν· τώρα ὅμως δὲν ἔχουν καμμίαν πρόφασιν διὰ τὴν ἁμαρτίαν τους. Ἐκεῖνος ποὺ μὲ μισεῖ, μισεῖ καὶ τὸν Πατέρα μου. Ἐὰν δὲν εἶχα κάνει μεταξύ τους τὰ θαύματα, τὰ ὁποῖα κανεὶς ἄλλος δὲν ἔχει κάνει, δὲν θὰ εἶχαν ἁμαρτίαν, ἀλλὰ τώρα καὶ τὰ ἔχουν ἰδῆ καὶ ἔχουν μισήσει καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ’ ἔπρεπε νὰ ἐκπληρωθῇ ὁ λόγος ποὺ εἶναι γραμμένος εἰς τὸν νόμον τους: Μὲ ἐμίσησαν χωρὶς λόγον.
Ὅταν ἔλθῃ ὁ Παράκλητος, τὸν ὁποῖον ἐγὼ θὰ σᾶς στείλω ἀπὸ τὸν Πατέρα, τὸ Πνεῦμα τῆς ἀληθείας, τὸ ὁποῖον ἐκπορεύεται ἀπὸ τὸν Πατέρα, ἐκεῖνος θὰ δώσῃ μαρτυρίαν δι’ ἐμέ. Καὶ σεῖς ἐπίσης μαρτυρεῖτε δι’ ἐμέ, διότι εἶσθε ἀπὸ τὴν ἀρχὴν μαζί μου».
Αὐτὰ σᾶς τὰ εἶπα διὰ νὰ μὴ κλονισθῆτε. Θὰ σᾶς ἀποκλείσουν ἀπὸ τὰς συναγωγάς, μάλιστα ἔρχεται ἡ ὥρα ποὺ ὅποιος σᾶς σκοτώσῃ, θὰ νομίσῃ ὅτι προσφέρει ὑπηρεσίαν εἰς τὸν Θεόν.»

Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 49 επισκέπτες

Εμφανίσεις Άρθρων
5521161

Copyright © 2023 Πρωτοπρεσβύτερος Χρήστος Πυτιρίνης. Με την επιφύλαξη παντός δικαιώματος. 

Δημιουργία ιστοτόπου: CJ web Services & Eshop

grafiko 2

Search