Ευαγγελικά Αναγνώσματα

ΕΚ ΤΟΥ ΚΑΤΑ ΙΩΑΝΝΗΝ

Κατά Ιωάννην (ιθ΄ 25-27, κα΄ 24-25)

Τῷ καιρῷ ἐκείνω, εἱστήκεισαν παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή.
Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ· γύναι, ἴδε ὁ υἱός σου.
Εἶτα λέγει τῷ μαθητῇ· ἰδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ' ἐκείνης τῆς ὥραςἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ.
Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό ἐκείνο, κοντὰ εἰς τὸν σταυρὸν τοῦ Ἰησοῦ ἐστέκοντο ἡ μητέρα του καὶ ἡ ἀδελφὴ τῆς μητέρας του, ἡ Μαρία ἡ σύζυγος τοῦ Κλωπᾶ καὶ ἡ Μαρία ἡ Μαγδαληνή.
Ὅταν εἶδε ὁ Ἰησοῦς τὴν μητέρα του καὶ τὸν μαθητὴν ποὺ ἀγαποῦσε, νὰ στέκεται κοντά της, εἶπε εἰς τὴν μητέρα του «Γυναῖκα, νά ὁ υἱός σου».
Ἔπειτα εἶπε εἰς τὸν μαθητήν, «Νά ἡ μητέρα σου». Καὶ ἀπ’ ἐκείνην τὴν ὥραν τὴν ἐπῆρε ὁ μαθητὴς στὸ σπίτι του.
Αὐτὸς εἶναι ὁ μαθητὴς ποὺ μαρτυρεῖ γι’ αὐτὰ καὶ τὰ ἔγραψε καὶ ξέρομεν ὅτι ἡ μαρτυρία του εἶναι ἀληθινή.
Ὑπάρχουν καὶ πολλὰ ἄλλα ποὺ ἔκανε ὁ Ἰησοῦς, τὰ ὁποῖα, ἐὰν γραφοῦν καθένα, νομίζω ὅτι οὔτε αὐτὸς ὁ κόσμος δὲν θὰ χωροῦσε τὰ βιβλία ποὺ θὰ ἐγράφοντο. Ἀμήν.

Κατά Ιωάννην (ιθ΄ 6-11, 13-20, 25-28, 30-35)

Τῷ καιρῷ εκείνῳ, συμβούλιον ἔλαβον οἱ Ἀρχιερείς καί οἱ Πρεσβύτεροι κατά τοῦ Ἰησοῦ, ὅπως αὐτόν ἀπολέσωσι. Και παρεγένοντο προς τον Πιλάτον λέγοντες· Σταύρωσον σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Θεοῦ υἱὸν ἐποίησεν.

Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· πόθεν εἶ σύ; Ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. Λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; Ἀπεκρίθη Ἰησοῦς· οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ' ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν.

Ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, ἑβραϊστὶ δὲ Γαββαθᾶ· ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις· ἴδε ὁ βασιλεὺς ὑμῶν. Οἱ δὲ ἐκραύγασαν· ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.

Παρέλαβον δὲ τὸν Ἰησοῦν καὶ ἤγαγον· καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον, ὃς λέγεται ἑβραϊστὶ Γολγοθᾶ, ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ' αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.

Ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τῆς πόλεως ὁ τόπος ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ἑλληνιστί, Ρωμαϊστί.

Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ· γύναι, ἴδε ὁ υἱός σου. Εἶτα λέγει τῷ μαθητῇ· ἰδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ' ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.

Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει· διψῶ. Σκεῦος οὖν ἔκειτο ὄξους μεστόν· οἱ δὲ πλήσαντες σπόγγον ὄξους καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. Ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς εἶπε, τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.

Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ παρασκευὴ ἦν· ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ σαββάτου· ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, ἀλλ' εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ.

Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύσητε.

 

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό εκείνον, πραγματοποίησαν συμβούλιον οἱ Ἀρχιερείς καί οἱ Πρεσβύτεροι κατά τοῦ Ἰησοῦ, για να τον θανατώσουν. Και ἀπευθύνθηκαν στον Πιλᾶτον λέγοντας: «Σταύρωσέ τον, σταύρωσέ τον». Ὁ Πιλᾶτος τοὺς λέγει, «Πάρτε τον σεῖς καὶ σταυρῶστέ τον διότι ἐγὼ δὲν τοῦ βρίσκω καμμίαν βάσιν διὰ κατηγορίαν». Οἱ Ἰουδαῖοι τοῦ ἀπεκρίθησαν, «Ἐμεῖς ἔχομεν νόμον καὶ κατὰ τὸν νόμον μας ὀφείλει νὰ πεθάνῃ, διότι ἔκανε τὸν ἑαυτόν του Υἱὸν τοῦ Θεοῦ».

Ὅταν ὁ Πιλᾶτος ἄκουσε τὸν λόγον αὐτόν, ἐφοβήθηκε περισσότερον καὶ ἐμπῆκε πάλις εἰς τὸ κυβερνεῖον καὶ λέγει εἰς τὸν Ἰησοῦν, «Ἀπὸ ποῦ εἶσαι ἐσύ;». Ἀλλ’ ὁ Ἰησοῦς δὲν τοῦ ἔδωκε ἀπάντησιν. Ὁ Πιλᾶτος τοῦ λέγει, «Σ’ ἐμὲ δὲν μιλεῖς; Δὲν ξέρεις ὅτι ἔχω ἐξουσίαν νὰ σὲ ἀφήσω ἐλεύθερον;». Ἀπεκρίθη ὁ Ἰησοῦς, «Δὲν θὰ ἔχεις καμμίαν ἐξουσίαν ἐναντίον μου, ἐὰν δὲν σοῦ εἶχε δοθῆ ἄνωθεν.».

Ὅταν ἄκουσε ὁ Πιλᾶτος, ἔφερε ἔξω τὸν Ἰησοῦν, αὐτὸς δὲ ἐκάθησε εἰς τὴν δικαστικὴν ἕδραν, εἰς τόπον ποὺ λέγεται Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθᾶ. Ἦτο ἡ ἡμέρα τῆς Παρασκευῆς τοῦ Πάσχα, ὥρα δὲ περίπου ἕκτη, καὶ λέγει εἰς τοὺς Ἰουδαίους, «Νά, ὁ βασιλεύς σας». Ἐκεῖνοι ἐκραύγασαν, «Ἆρον, ἆρον, σταύρωσέ τον». Ὁ Πιλᾶτος τοὺς λέγει, «Τὸν βασιλέα σας νὰ σταυρώσω;». Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, «Δὲν ἔχομεν βασιλέα παρὰ τὸν Καίσαρα». Τότε τοὺς τὸν παρέδωκε διὰ νὰ σταυρωθῇ.

Ἐκεῖνοι ἐπῆραν τὸν Ἰησοῦν καὶ ἔφυγαν, αὐτὸς δὲ βαστάζων τὸν σταυρόν του ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον, ὁ ὁποῖος Ἑβραϊστὶ λέγεται Γολγοθᾶ, ὅπου τὸν ἐσταύρωσαν καὶ μαζί του ἄλλους δύο, ἀπὸ τὸ ἕνα μέρος καὶ ἀπὸ τὸ ἄλλο, καὶ τὸν Ἰησοῦν εἰς τὸ μέσον.

Ἔγραψε δὲ ὁ Πιλᾶτος ἐπιγραφὴν καὶ τὴν ἔβαλε ἐπάνω εἰς τὸν σταυρόν· ἡ ἐπιγραφὴ ἦτο: Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. Τὴν ἐπιγραφὴν αὐτὴν ἀνέγνωσαν πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους, διότι ἦτο πλησίον τῆς πόλεως ὅπου ἐσταυρώθηκε ὁ Ἰησοῦς, ἦτο δὲ γραμμένη εἰςἙβραϊκήν, εἰς Ἑλληνικὴν καὶ εἰς Λατινικὴν γλῶσσαν.

Κοντὰ εἰς τὸν σταυρὸν τοῦ Ἰησοῦ ἐστέκοντο ἡ μητέρα του καὶ ἡ ἀδελφὴ τῆς μητέρας του, ἡ Μαρία ἡ σύζυγος τοῦ Κλωπᾶ καὶ ἡ Μαρία ἡ Μαγδαληνή. Ὅταν εἶδε ὁ Ἰησοῦς τὴν μητέρα του καὶ τὸν μαθητὴν ποὺ ἀγαποῦσε, νὰ στέκεται κοντά της, εἶπε εἰς τὴν μητέρα του «Γυναῖκα, νά ὁ υἱός σου». Ἔπειτα εἶπε εἰς τὸν μαθητήν, «Νά ἡ μητέρα σου». Καὶ ἀπ’ ἐκείνην τὴν ὥραν τὴν ἐπῆρε ὁ μαθητὴς στὸ σπίτι του.

Ὕστερα, ἐπειδὴ ἐγνώριζε ὁ Ἰησοῦς ὅτι ὅλα ἔχουν ἤδη ἐκτελεσθῆ, διὰ νὰ ἐκπληρωθῇ σὲ ὅλα ἡ γραφή, λέγει, «Διψῶ». Ἐκεῖ εὑρίσκετο δοχεῖον γεμάτο ξύδι. Οἱ στρατιῶται ἐγέμισαν ἕνα σφουγγάρι μὲ ξύδι, τὸ ἔβαλαν εἰς ἕνα κοντάρι καὶ τὸ ἔφεραν εἰς τὸ στόμα του. Ὄταν ὁ Ἰησοῦς ἐπῆρε τὸ ξύδι, εἶπε, «Τετέλεσται», καὶ ἀφοῦ ἔγυρε τὸ κεφάλι, παρέδωκε τὸ πνεῦμα.

Ἐπειδὴ ἦτο ἡμέρα τῆς Παρασκευῆς καὶ διὰ νὰ μὴ μείνουν τὰ σώματα εἰς τὸν σταυρὸν κατὰ τὸ Σάββατον – διότι ἦτο μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ Σαββάτου – οἱ Ἰουδαῖοι παρεκάλεσαν τὸν Πιλᾶτον νὰ συντριβοῦν τὰ σκέλη των καὶ νὰ κατεβάσουν τὰ σώματα. Ἦλθαν λοιπὸν οἱ στρατιῶται καὶ τοῦ μὲν πρώτου συνέτριψαν τὰ σκέλη ὡς καὶ τοῦ ἄλλου ποὺ εἶχε σταυρωθῆ μαζί του. Ἀλλ’ ὅταν ἦλθαν εἰς τὸν Ἰησοῦν, εἶδαν ὅτι εἶχε ἤδη πεθάνει καὶ δὲν συνέτριψαν τὰ σκέλη του, ἀλλ’ ἕνας ἀπὸ τοὺς στρατιώτας ἐκέντησε μὲ τὴν λόγχην τὴν πλευράν του καὶ ἀμέσως ἐβγῆκε αἷμα καὶ νερό.

Ἐκεῖνος ποὺ τὸ εἶδε ἔχει δώσει μαρτυρίαν γι’ αὐτὸ καὶ εἶναι ἀληθινὴ ἡ μαρτυρία του, καὶ ξέρει ὅτι λέγει τὴν ἀλήθεια διὰ νὰ πιστέψετε καὶ σεῖς.

Κατά Ιωάννην (κ΄ 19-31)

Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν.
Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται.
Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
Καὶ μεθ' ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ' αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

Απόδοση στη νεοελληνική:

Κατὰ τὴν ἑσπέραν τῆς ἡμέρας ἐκείνης, τῆς πρώτης τῆς ἑβδομάδος, καὶ ἐνῷ οἱ πόρτες ἦσαν κλειστές, ἐκεῖ ὅπου ἦσαν συγκεντρωμένοι οἱ μαθηταί, διότι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἦλθε ὁ Ἰησοῦς καὶ στάθηκε εἰς τὸ μέσον καὶ τοὺς λέγει, «Εἰρήνη νὰ εἶναι μαζί σας».
Ὅταν εἶπε αὐτό, τοὺς ἔδειξε τὰ χέρια του καὶ τὴν πλευράν του. Οἱ μαθηταὶ ἐχάρησαν διότι εἶδαν τὸν Κύριον. Ὁ Ἰησοῦς τοὺς εἶπε καὶ πάλιν, «Εἰρήνη νὰ εἶναι μαζί σας. Καθὼς ἔστειλε ἐμὲ ὁ Πατέρας καὶ ἐγὼ στέλνω ἐσᾶς». Ὅταν εἶπε αὐτό, ἐφύσησε εἰς τὸ πρόσωπον καὶ τοὺς λέγει, «Λάβετε Πνεῦμα Ἅγιον· ἐὰν συγχωρέσετε τὶς ἁμαρτίες κανενὸς τοῦ εἶναι συγχωρημένες· ἂν κανενὸς δὲν τὶς συγχωρήσετε, θὰ μείνουν ἀσυγχώρητες».
Ὁ Θωμᾶς, ἕνας ἀπὸ τοὺς δώδεκα, ὁ ὀνομαζόμενος Δίδυμος, δὲν ἦτο μαζί τους ὅταν ἦλθε ὁ Ἰησοῦς. Τοῦ εἶπαν λοιπὸν οἱ ἄλλοι μαθηταί, «Εἴδαμε τὸν Κύριον». Αὐτὸς δὲ τοὺς εἶπε, «Ἐὰν δὲν ἰδῶ εἰς τὰ χέρια του τὸ σημάδι ἀπὸ τὰ καρφιὰ καὶ δὲν βάλω τὸ δάκτυλό μου εἰς τὸ σημάδι ἀπὸ τὰ καρφιὰ καὶ δὲν βάλω τὸ χέρι μου εἰς τὴν πλευράν του, δὲν θὰ πιστέψω».
Ὕστερα ἀπὸ ὀκτὼ ἡμέρες ἦσαν πάλιν μέσα εἰς τὸ σπίτι οἱ μαθηταί του καὶ ὁ Θωμᾶς μαζί τους. Ἔρχεται ὁ Ἰησοῦς, ἐνῷ οἱ πόρτες ἦσαν κλειστές, ἐστάθηκε εἰς τὸ μέσον καὶ εἶπε, «Εἰρήνη νὰ εἶναι μαζί σας». Ἐπειτα λέγει εἰς τὸν Θωμᾶν, «Φέρε τὸ δάκτυλό σου ἐδῶ καὶ κύτταξε τὰ χέρια μου καὶ φέρε τὸ χέρι σου καὶ βάλε το εἰς τὴν πλευράν μου καὶ μὴ γίνεσαι ἄπιστος ἀλλὰ πιστός». Ὁ Θωμᾶς τοῦ ἀπεκρίθη, «Ὁ Κύριός μου καὶ ὁ Θεός μου». Ὁ Ἰησοῦς τοῦ λέγει, «Ἐπειδὴ μὲ εἶδες, ἐπίστεψες. Μακάριοι εἶναι ἐκεῖνοι ποὺ δὲν μὲ εἶδαν καὶ ὅμως ἐπίστεψαν».
Καὶ ἄλλα πολλὰ θαὐματα ἔκανε ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν του, τὰ ὁποῖα δὲν εἶναι γραμμένα εἰς τὸ βιβλίον τοῦτο. Αλλ’ αὐτὰ ἔχουν γραφῆ γιὰ νὰ πιστέψετε ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ καὶ πιστεύοντες νὰ ἔχετε ζωὴν εἰς τὸ ὄνομα αὐτοῦ.

Κατά Ιωάννην (κα΄ 14-25)

Ἐφανέρωσεν εαυτόν ὁ ᾿Ιησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν.

Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῷ· ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· βόσκε τὰ ἀρνία μου.

Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; Λέγει αὐτῷ· ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· ποίμαινε τὰ πρόβατά μου.

Λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ Ἰησοῦς· βόσκε τὰ πρόβατά μου.

Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· ἀκολούθει μοι.

Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;

Τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; Λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Σὺ ἀκολούθει μοι.

Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ' ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;

Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.

Απόδοση στη νεοελληνική:

Φανερώθηκε ὁ Ἰησοῦς εἰς τοὺς μαθητάς του, ἀφ’ ὅτου ἀναστήθηκε ἐκ νεκρῶν.

Ὅταν ἐτελείωσαν τὸ πρόγευμα, λέγει ὁ Ἰησοῦς εἰς τὸν Σίμωνα Πέτρον, «Σίμων τοῦ Ἰωνᾶ, μὲ ἀγαπᾶς περισσότερον ἀπ’ αὐτούς;». Ἐκεῖνος τοῦ ἀπαντᾶ, «Ναί, Κύριε, σὺ ξέρεις ὅτι σὲ ἀγαπῶ». «Βόσκε τὰ ἀρνιά μου».

Πάλιν διὰ δευτέραν φορὰν τοῦ λέγει, «Σίμων τοῦ Ἰωνᾶ, μὲ ἀγαπᾶς;». Αὐτὸς τοῦ ἀπαντᾶ, «Ναί, Κύριε, σὺ ξέρεις ὅτι σὲ ἀγαπῶ». Ὁ Ἰησοῦς τοῦ λέγει, «Ποίμανε τὰ πρόβατά μου».

Διὰ τρίτην φορὰν τοῦ λέγει, «Σίμων τοῦ Ἰωνᾶ, μὲ ἀγαπᾶς;». Ἐλυπήθηκε ὁ Πέτρος, διότι τὸν ἐρώτησε διὰ τρίτην φοράν, «Μὲ ἀγαπᾶς;» καὶ τοῦ εἶπε, «Κύριε, σὺ τὰ ξέρεις ὅλα, ξέρεις ὅτι σὲ ἀγαπῶ». Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς, «Βόσκε τὰ πρόβατά μου.

Ἀλήθεια, ἀλήθεια σοῦ λέγω, ὅταν ἦσο νεώτερος, ἔζωνες τὸν ἑαυτόν σου καὶ περπατοῦσες ὅπου ἤθελες. Ὅταν ὅμως γεράσῃς, θὰ ἁπλώσῃς τὰ χέρια σου καὶ ἄλλος θὰ σὲ ζώσῃ καὶ θὰ σὲ φέρῃ ἐκεῖ ὅπου δὲν θέλεις». Αὐτὸ τοῦ εἶπε διὰ νὰ δηλώσῃ μὲ ποιόν θάνατον ὁ Πέτρος θὰ δοξάσῃ τὸν Θεόν. Καὶ ὕστερα τοῦ λέγει, «Ἀκολούθει με».

Ὁ Πέτρος ἔστρεψε πρὸς τὰ πίσω καὶ βλέπει τὸν μαθητὴν ποὺ ἀγαποῦσε ὁ Ἰησοῦς νὰ ἀκολουθῇ· ἦτο ἐκεῖνος ποὺ κατὰ τὸ δεῖπνον ἔπεσε εἰς τὸ στῆθος του καὶ ἐρώτησε, «Κύριε, ποιός εἶναι ἐκεῖνος ποὺ θὰ σὲ παραδώσῃ;».

Ὅταν ὁ Πέτρος τὸν εἶδε, εἶπε εἰς τὸν Ἰησοῦν, «Κύριε, εἰς αὐτὸν τί θὰ συμβῇ;».

Ὁ Ἰησοῦς τοῦ λέγει, «Ἐὰν θέλω νὰ μείνῃ αὐτὸς ἕως ὅτου ἔλθω, τί σὲ ἐνδιαφέρει; Σὺ ἀκολούθει με».

Διαδόθηκε λοιπὸν ἡ φήμη εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος δὲν θὰ πέθαινε. Ἀλλ’ ὁ Ἰησοῦς δὲν τοῦ εἶπε ὅτι δὲν θὰ πέθαινε ἀλλά, «Ἐὰν θέλω νὰ μείνῃ αὐτὸς ἕως ὅτου ἔλθω, τί σ’ ἐνδιαφέρει;».

Αὐτὸς εἶναι ὁ μαθητὴς ποὺ μαρτυρεῖ γι’ αὐτὰ καὶ τὰ ἔγραψε καὶ ξέρομεν ὅτι ἡ μαρτυρία του εἶναι ἀληθινή. Ὑπάρχουν καὶ πολλὰ ἄλλα ποὺ ἔκανε ὁ Ἰησοῦς, τὰ ὁποῖα, ἐὰν γραφοῦν καθένα, νομίζω ὅτι οὔτε αὐτὸς ὁ κόσμος δὲν θὰ χωροῦσε τὰ βιβλία ποὺ θὰ ἐγράφοντο. Ἀμήν.

Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 43 επισκέπτες

Εμφανίσεις Άρθρων
5446831

Copyright © 2023 Πρωτοπρεσβύτερος Χρήστος Πυτιρίνης. Με την επιφύλαξη παντός δικαιώματος. 

Δημιουργία ιστοτόπου: CJ web Services & Eshop

grafiko 2

Search