Ευαγγελικά Αναγνώσματα

ΕΚ ΤΟΥ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ

Κατά Ματθαίον (ια΄ 2 - 15)

Τῷ καιρῷ ἐκείνω, ἀκούσας ὁ Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε ᾿Ιωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.

Τούτων δὲ πορευομένων ἤρξατο ὁ ᾿Ιησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; Προφήτην; Ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.

Οὗτος γάρ ἐστι περὶ οὗ γέγραπται· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.

Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν. Καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἡλίας ὁ μέλλων ἔρχεσθαι.

Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

 

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό ἐκείνο, ὅταν ἄκουσε ὁ Ἰωάννης, εἰς τὴν φυλακὴν, διὰ τὰ ἔργα τοῦ Χριστοῦ, ἔστειλε δύο ἀπὸ τοὺς μαθητάς του καὶ τοῦ εἶπε, «Σὺ εἶσαι ἐκεῖνος, ὁ ὁποῖος πρόκειται νὰ ἔλθῃ ἢ πρέπει νὰ περιμένωμεν ἄλλον; Ὁ Ἰησοῦς τοὺς ἀπεκρίθη, «Πηγαίνετε νὰ πῆτε εἰς τὸν Ἰωάννην ἐκεῖνα, ποὺ ἀκοῦτε καὶ βλέπετε: τυφλοὶ ξαναβλέπουν καὶ κουτσοὶ περπατοῦν, λεπροὶ καθαρίζονται καὶ κουφοὶ ἀκούουν, νεκροὶ ἀνασταίνονται καὶ πτωχοὶ ἀκούουν τὸ χαρμόσυνον ἄγγελμα, καὶ μακάριος εἶναι ἐκεῖνος, ποὺ δὲν θὰ κλονισθῇ δι’ ἐμέ.

Ἀφοῦ δὲ αὐτοὶ ἔφυγαν, ἄρχισε ὁ Ἰησοῦς νὰ μιλῇ εἰς τὰ πλήθη διὰ τὸν Ἰωάννην, «Τὶ ἐβγήκατε εἰς τὴν ἔρημον νὰ ἰδῆτε; Ἕνα καλάμι, ποὺ σαλεύεται ἀπὸ τὸν ἀέρα; Ὄχι;

Ἀλλὰ τότε τὶ ἐβγήκατε νὰ ἰδῆτε; Ἄνθρωπον ποὺ φορεῖ μαλακὰ φορέματα; Ἐκείνοι, ποὺ φοροῦν μαλακά, βρίσκονται εἰς τὰ παλάτια τῶν βασιλέων. Ἀλλὰ γιατὶ ἐβγήκατε; Διὰ νὰ ἰδῆτε προφήτην; Ναί, σᾶς λέγω, καὶ κάτι περισσότερον ἀπὸ προφήτην. Αὐτὸς εἶναι ἐκεῖνος, διὰ τὸν ὁποῖον εἶναι γραμμένον, «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἀγγελιοφόρον μου πρὶν ἀπὸ σέ, ὁ ὁποῖος θὰ προετοιμάσῃ τὸν δρόμον σου ἐμπρός σου».

Σᾶς βεβαιῶ, ὅτι μεταξὺ τῶν γεννηθέντων ὑπὸ τῶν γυναικῶν δὲν ἐμφανίσθηκε μεγαλύτερος ἀπὸ τὸν Ἰωάννην τὸν Βαπτιστήν. Καὶ ὅμως ὁ μικρότερος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἶναι μεγαλύτερος ἀπὸ αὐτόν. Ἀπὸ τὸν καιρὸν τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ μέχρι σήμερον ἐκβιάζουν τὴν βασιλείαν τῶν οὐρανῶν καὶ βιασταὶ τὴν ἁρπάζουν. Ὅλοι οἱ προφῆται καὶ ὁ νόμος μέχρι τοῦ Ἰωάννου ἐπροφήτευσαν καὶ, ἐὰν θέλετε νὰ τὸ παραδεχθῆτε, αὐτὸς εἶναι ὁ Ἠλίας, ὁ ὁποῖος ἔμελλε νὰ ἔλθῃ.

Ἐκεῖνος, ποὺ ἔχει αὐτιὰ διὰ νὰ ἀκούῃ, ἂς ἀκούῃ».

Κατά Ματθαίον (α΄1-25)

Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ.

Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ, Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησε τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά, Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἄχαζ, Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.

Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ, Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ, Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός.

Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραάμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.

Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου. Τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.

Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾿ ἡμῶν ὁ Θεός.

Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

 
Ἀπόδοση στη νεοελληνική:

Βιβλίο τῆς ἱστορίας τοῦ Ἰησοῦ Χριστοῦ, τοῦ υἱοῦ τοῦ Δαυὶδ, τοῦ υἱοῦ τοῦ Ἀβραάμ.

Ὁ Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, ὁ Ἰσαὰκ ἐγέννησε τὸν Ἰακώβ, ὁ Ἰακὼβ ἐγέννησε τὸν Ἰούδα καὶ τοὺς ἀδεφλούς του, ὁ Ἰούδας ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἀπὸ τὴν Θαμάρ, ὁ Φαρὲς ἐγέννησε τὸν Ἐσρώμ, ὁ Ἐσρὼμ ἐγέννησε τὸν Ἀράμ, ὁ Ἀρὰμ ἐγέννησε τὸν Ἀμιναδάβ, ὁ Ἀμιναδὰβ ἐγέννησε τὸν Ναασσών, ὁ Ναασσὼν ἐγέννησε τὸν Σαλμών, ὁ Σαλμὼν ἐγέννησε τὸν Βοὸζ ἀπὸ τὴν Ραχάβ, ὁ Βοὸζ ἐγέννησε τὸν Ὠβήδ ἀπὸ τὴν Ρούθ, ὁ Ὠβὴδ ἐγέννησε τὸν Ἰεσσαί, ὁ Ἰεσσαὶ ἐγέννησε τὸν Δαυΐδ τὸν βασιλέα.

Ὁ Δαυὶδ ὁ βασιλεύς ἐγέννησε τὸν Σολομῶντα ἀπὸ τὴν σύζυγον τοῦ Οὐρία, ὁ Σολομὼν ἐγέννησε τὸν Ροβοάμ, ὁ Ροβοὰμ ἐγέννησε τὸν Ἀβιά, ὁ Ἀβιὰ ἐγέννησε τὸν Ἀσά, ὁ Ἀσὰ ἐγέννησε τὸν Ἰωσαφάτ, ὁ Ἰωσαφὰτ ἐγέννησε τὸν Ἰωράμ, ὁ Ἰωρὰμ ἐγέννησε τὸν Ὀζιάν, ὁ Ὀζίας ἐγέννησε τὸν Ἰωάθαμ, ὁ Ἰωάθαμ ἐγέννησε τὸν Ἄχαζ, ὁ Ἄχαζ ἐγέννησε τὸν Ἐζεκίαν, ὁ Ἐζεκίας ἐγέννησε τὸν Μανασσῆν, ὁ Μανασσῆς ἐγέννησε τὸν Ἀμών, ὁ Ἀμὼν ἐγέννησε τὸν Ἰωσίαν, ὁ Ἰωσίας ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφούς του κατὰ τὴν ἐποχὴν τῆς αἰχμαλωσίας εἰς τὴν Βαβυλῶνα.

Μετὰ δὲ τὴν αἰχμαλωσίαν εἰς τὴν Βαβυλῶνα ὁ Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, ὁ Σαλαθιὴλ ἐγέννησε τὸν Ζοροβάβελ, ὁ Ζοροβάβελ ἐγέννησε τὸν Ἀβιούδ, ὁ Ἀβιοὺδ ἐγέννησε τὸν Ἐλιακείμ, ὁ Ἐλιακεὶμ ἐγέννησε τὸν Ἀζώρ, ὁ Ἀζὼρ ἐγέννησε τὸν Σαδώκ, ὁ Σαδὼκ ἐγέννησε τὸν Ἀχείμ, ὁ Ἀχεὶμ ἐγέννησε τὸν Ἐλιούδ, ὁ Ἐλιοὺδ ἐγέννησε τὸν Ἐλεάζαρ, ὁ Ἐλεάζαρ ἐγέννησε τὸν Ματθάν, ὁ Ματθὰν ἐγέννησε τὸν Ἰακώβ, ὁ Ἰακὼβ ἐγέννησε τὸν Ἰωσήφ, τὸν ἄνδρα τῆς Μαρίας, ἀπὸ τὴν ὁποίαν ἐγεννήθη ὁ Ἰησοῦς, ὁ ὁποίος λέγεται Χριστός.

Ὅλαι λοιπὸν αἱ γενεαὶ ἀπὸ τοῦ Ἀβραὰμ μέχρι τοῦ Δαυΐδ εἶναι γενεαὶ δεκατέσσερις καὶ ἀπὸ τοῦ Δαυΐδ μέχρι τῆς αἰχμαλωσίας εἰς τὴν Βαβυλῶνα εἶναι γενεαὶ δεκατέσσερις καὶ ἀπὸ τῆς αἰχμαλωσίας εἰς τὴν Βαβυλῶνα μέχρι τοῦ Χριστοῦ εἶναι γενεαὶ δεκατέσσερις. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις ἔγινε κατὰ τὸν ἑξῆς τρόπον. Ἀφοῦ ἡ μητέρα του Μαρία ἀρραβωνιάσθηκε μὲ τὸν Ἰωσήφ, ἔμεινε ἔγκυος ἐκ Πνεύματος Ἁγίου πρὶν νὰ συνευρεθοῦν. Ὁ ἄνδρας της, ὁ Ἰωσήφ, ἐπειδὴ ἦτο δίκαιος καὶ δὲν ἤθελε νὰ τὴν ἐκθέσῃ, ἐσκέφθηκε νὰ τὴν διώξῃ κρυφά. Καὶ ἐνῷ ἔτσι ἐσκέπτετο, ἄγγελος τοῦ Κυρίου τοῦ παρουσιάσθηκε εἰς τὸ ὄνειρόν του καὶ τοῦ εἶπε, «Ἰωσήφ, υἱὲ τοῦ Δαυΐδ, μὴ φοβηθῇς νὰ πάρῃς μαζί σου τὴν Μαριάμ, τὴν γυναῖκα σου, διότι ἐκεῖνο ποὺ ἐγεννήθηκε μέσα της προέρχεται ἀπὸ Πνεῦμα Ἅγιον. Θὰ γεννήσῃ δὲ υἱὸν, τὸν ὁποῖον θὰ ὀνομάσῃς Ἰησοῦν, διότι αὐτὸς θὰ σώσῃ τὸν λαόν του ἀπὸ τὰς ἁμαρτίας του».

Ὅλα αὐτὰ ἔγιναν διὰ νὰ ἐκπληρωθῇ ἐκεῖνο, τὸ ὁποῖον ἐλέχθη ἀπὸ τὸν Κύριον διὰ τοῦ προφήτου, «Ἰδοὺ ἡ παρθένος θὰ συλλάβη καὶ θὰ γεννήσῃ υἱὸν καὶ θὰ τὸν ὀνομάσουν Ἐμμανουήλ», τὸ ὁποῖον μεταφραζόμενον σημαίνει, «Μαζί μας εἶναι ὁ Θεός».

Ὅταν ὁ Ἰωσὴφ ἐξύπνησε, ἔκανε ὅπως τὸν διέταξε ὁ ἄγγελος τοῦ Κυρίου, ἐπῆρε δηλαδὴ τὴν γυναῖκα του μαζί του· καὶ δὲν εἶχε καμίαν σχέσιν μαζί της μέχρις ὅτου ἐγέννησε τὸν υἱόν της τὸν πρωτότοκον καὶ τὸν ὠνόμασεν Ἰησοῦ.

Κατά Ματθαίον (β΄ 1-12)

KataMathaionΤοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.

Ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ᾿ αὐτοῦ, καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾿ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. οἱ δὲ εἶπον αὐτῷ· ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου· καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν ᾿Ισραήλ.

Τότε Ἡρῴδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσε παρ᾿ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε· πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.

Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον· ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν·καὶ χρηματισθέντες κατ᾿ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.

 

Ἀπόδοση στη νεοελληνική:

Ὅταν ὁ Ἰησοῦς ἐγεννήθηκε εἰς τὴν Βηθλεὲμ τῆς Ἰουδαίας κατὰ τὰς ἡμέρας τοῦ Ἡρώδη τοῦ βασιλέως, ἔφθασαν μάγοι ἀπὸ τὴν Ἀνατολὴν εἰς τὰ Ἱεροσόλυμα καὶ ἐρωτοῦσαν, «Ποῦ εἶναι ἐκεῖνος ποὺ ἐγεννήθηκε, ὁ βασιλεὺς τῶν Ἰουδαίων; Διότι εἴδαμε τὸ ἄστρον του νὰ ἀνατέλλῃ καὶ ἤλθαμε νὰ τὸν προσκυνήσωμεν».

Ὅταν ἄκουσε αὐτὰ ὁ βασιλεὺς Ἡρώδης, ἐταράχθηκε καὶ μαζί του ὅλη ἡ πόλις τῶν Ἱεροσολύμων καὶ, ἀφοῦ συγκέντρωσε ὅλους τοὺς ἀρχιερεῖς καὶ τοὺς γραμματεῖς τοῦ λαοῦ, ἐζητοῦσε νὰ πληροφορηθῇ ἀπὸ αὐτοὺς ποῦ θὰ γεννηθῇ ὁ Χριστὸς. Ἐκεῖνοι δὲ τοῦ εἶπαν, «Εἰς τὴν Βηθλεὲμ τῆς Ἰουδαίας, διότι εἶναι γραμμένον διὰ τοῦ προφήτου, «Και σὺ, Βηθλεέμ, γῆ τοῦ Ἰούδα, δὲν εἶσαι μὲ κανένα τρόπον ἡ μικρότερη μεταξὺ τῶν ἡγεμόνων τοῦ Ἰούδα, διότι ἀπὸ σὲ θὰ προέλθῃ ἕνας ἀρχηγός, ὁ ὁποῖος θὰ κυβερνήσῃ τὸν λαόν μου, τὸν Ἰσραήλ».

Τότε ὁ Ἡρώδης ἐκάλεσε κρυφὰ τοὺς μάγους καὶ ἐξακρίβωσε ἀπὸ αὐτοὺς τὸν χρόνον ποὺ ἐφάνηκε τὸ ἄστρον. Κατόπιν τοὺς ἔστειλε εἰς τὴν Βηθλεὲμ καὶ τοὺς εἶπε, «Πηγαίνετε καὶ ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδιοῦ. Καὶ ὅταν τὸ βρῆτε, εἰδοποιήσατέ με, διὰ νὰ ἔλθω καὶ ἐγὼ νὰ τὸ προσκυνήσω».

Αὐτοὶ, ἀφοῦ ἄκουσαν τὸν βασιλέα, ἔφυγαν. Καὶ νὰ, τὸ ἄστρον, τὸ ὁποῖον εἶχαν ἰδῆ νὰ ἀνατέλλῃ, προηγεῖτο, ἕως ὅτου ἦλθε καὶ ἐστάθηκε ἐπάνω εὶς τὸ μέρος, ὅπου εὑρίσκετο τὸ παιδί. Μόλις εἶδαν τὸ ἄστρον, αἰσθάνθηκαν μεγάλην χαράν. Καὶ ὅταν ἐμπῆκαν εἰς τὸ σπίτι, εἶδαν τὸ παιδὶ μαζὶ μὲ τὴν Μαρίαν, τὴν μητέρα του, καὶ ἔπεσαν εἰς τὴν γῆν καὶ τὸ προσκύνησαν· κατόπιν ἄνοιξαν τοὺς θησαυρούς τως καὶ τοῦ προσέφεραν γιὰ δῶρα χρυσὸν καὶ λιβάνι καὶ σμύρναν. Καὶ ἐπειδὴ καθωδηγήθησαν μὲ ὄνειρον ὑπὸ τοῦ Θεοῦ νὰ μὴ ἐπιστρέψουν στὸν Ἡρώδην, ἀνεχώρησαν εἰς τὴν πατρίδα τους ἀπὸ ἄλλον δρόμον.

Κατά Ματθαίον (β΄ 13-23)

Ἀναχωρησάντων τῶν μάγων, ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.

Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. Τότε ἐπληρώθη τὸ ρηθὲν ὑπὸ Ἱερεμίου τοῦ προφήτου λέγοντος· φωνὴ ἐν Ραμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ραχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν. Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ. Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾿ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ρηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

 
Ἀπόδοση στη νεοελληνική:

Ὅταν ἀνεχώρησαν οι μάγοι, ὁ ἄγγελος τοῦ Κυρίου ἐμφανίζεται εἰς τὸν Ἰωσὴφ σὲ ὄνειρον καὶ τοῦ λέγει, «Σήκω, πάρε τὸ παιδί καὶ τὴν μητέρα του καὶ φύγε εἰς τὴν Αἴγυπτον καὶ μεῖνε ἐκεῖ, ἕως ὅτου σοῦ πῶ, διότι ὁ Ἡρώδης σκοπεύει νὰ ἀναζητήσῃ τὸ παιδὶ διὰ νὰ τὸ σκοτώσῃ». Ὅταν ὁ Ἰωσὴφ ἐξύπνησε, ἐπῆρε νύχτα τὸ παιδὶ καὶ τὴν μητέρα του καὶ ἀνεχώρησεν εἰς τὴν Αἴγυπτον καὶ ἔμεινεν ἐκεῖ μέχρι τοῦ θανάτου τοῦ Ἡρώδη, διὰ νὰ ἐκπληρωθῇ ἐκεῖνο ποὺ ἐλέχθη ἀπὸ τὸν Κύριον διὰ τοῦ προφήτου, «Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου».

Τότε ὁ Ἡρώδης, ἐπειδὴ εἶδε ὅτι ἐξαπατήθηκε ἀπὸ τοὺς μάγους, ἐθύμωσε πάρα πολὺ καὶ ἔστειλε καὶ ἐσκότωσε ὅλα τὰ παιδιὰ εἰς τὴν Βηθλεὲμ καὶ εἰς ὅλα τὰ περίχωρά της ἀπὸ δύο ἐτῶν καὶ κάτω, σύμφωνα πρὸς τὸν χρόνον, τὸν ὁποῖον ἐξακρίβωσε ἀπὸ τοὺς μάγους. Τότε ἐκπληρώθηκε ἐκεῖνο ποὺ ἐλέχθη διὰ τοῦ Ἱερεμία τοῦ προφήτου, «Φωνὴ ἀκούσθηκε εἰς τὴν Ραμά, θρῆνος, κλάμα καὶ μεγάλος ὀδυρμός. Ἦτο ἡ Ραχὴλ ποὺ ἔκλαιε τὰ παιδιά της καὶ δὲν ἤθελε νὰ παρηγορηθῇ, διότι δὲν ὑπάρχουν πλέον.

Μετὰ τὸν θάνατον τοῦ Ἡρώδη, ἄγγελος τοῦ Κυρίου ἐμφανίζεται, εἰς ὄνειρο, εἰς τὸν Ίωσήφ, ὅταν ἦτο εἰς τὴν Αἴγυπτον, καὶ τοῦ λέγει, «Σήκω, πάρε τὸ παιδὶ καὶ τὴν μητέρα του καὶ πήγαινε εἰς τὴν γῆν τοῦ Ἰσραήλ, διότι ἔχουν πεθάνει ἐκείνοι, ποὺ ἐζητοῦσαν τὴν ζωὴν τοῦ παιδιοῦ». Αὐτὸς δὲ ὅταν ἐξύπνησε, ἐπῆρε τὸ παιδὶ καὶ τὴν μητέρα του καὶ ἦλθεν εἰς τὴν γῆν τοῦ Ἰσραήλ. Ἐπειδὴ ὅμως ἄκουσε ὅτι ὁ Ἀρχέλαος εἶναι βασιλεὺς τῆς Ἰουδαίας ἀντὶ τοῦ πατέρα του Ἡρώδη, φοβήθηκε νὰ μεταβῇ ἐκεῖ. Εἰς ὄνειρον καθωδηγήθηκε ἀπὸ τὸν Θεὸν καὶ ἔφυγε εἰς τὰ μέρη τῆς Γαλιλαίας. Καὶ ὅταν ἔφθασε, ἔμεινε εἰς πόλιν, ποὺ ὠνομάζετο Ναζαρέτ, διὰ νὰ ἐκπληρωθῇ ἐκεῖνο, τὸ ὁποῖον ἐλέχθη ἀπὸ τοὺς προφῆτας, ὅτι δηλαδὴ θὰ ὀνομασθῇ Ναζωραῖος.

Κατά Ματθαίον (γ΄ 13-17)

Τῷ καιρῷ εκείνω, παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ᾿ αὐτοῦ. Ὁ δὲ ᾿Ιωάννης διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην· τότε ἀφίησιν αὐτόν· καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν· καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

Απόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, ἔρχεται ὁ Ἰησοῦς ἀπὸ τὴν Γαλιλαίαν εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην γιὰ νὰ βαπτισθῇ ἀπὸ αὐτὸν. Ὁ Ἰωάννης ὅμως τὸν ἐμπόδιζε καὶ ἔλεγε, «Ἐγὼ ἔχω ἀνάγκην νὰ βαπτισθῶ ἀπὸ σένα καὶ σὺ ἔρχεσαι σ’ ἐμένα;».
Ὁ Ἰησοῦς τοῦ ἀπεκρίθη, «Ἄφησε αὐτὰ ἐπὶ τοῦ παρόντος, διότι ἔτσι εἶναι πρέπον σ’ ἐμᾶς, νὰ ἐκτελέσωμεν κάθε ἐντολήν». Τότε ὁ Ἰωάννης δὲν τοῦ ἔφερε ἀντίρρησιν. Ὅταν ὁ Ἰησοῦς ἐβαπτίσθηκε, ἀμέσως ἀνέβηκε ἀπὸ τὸ νερὸ καὶ ἰδού, ἄνοιξαν οἱ οὐρανοὶ καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ νὰ κατεβαίνῃ σὰν περιστερὰ καὶ νὰ ἔρχεται ἐπάνω του. Καὶ φωνὴ ἀπὸ τοὺς οὐρανοὺς ἔλεγε, «Αὐτὸς εἶναι ὁ Υἱός μου ὁ ἀγαπητός, εἰς τὸν ὁποῖον εὐαρεστοῦμαι».

Κατά Ματθαίον (δ΄ 12-17)

Τῷ καιρῷ εκείνω, ἀκούσας ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν, καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ, ἵνα πληρωθῇ τὸ ρηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.

Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

 

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, όταν ὁ Ἰησοῦς ἄκουσε ὅτι ὁ Ἰωάννης συνελήφθη, ἔφυγε εἰς τὴν Γαλιλαίαν. Ἄφησε τὴν Ναζαρὲτ καὶ ἦλθε νὰ κατοικήσῃ εἰς τὴν Καπερναούμ, ἡ ὁποία ἦτο κοντὰ εἰς τὴν λίμνην εἰς τὰ σύνορα Ζαβουλὼν καὶ Νεφθαλείμ, διὰ νὰ ἐκπληρωθῇ ἐκεῖνο, ποὺ ἐλέχθη διὰ τοῦ Ἡσαΐα τοῦ προφήτου, «Ἡ χώρα τοῦ Ζαβουλὼν καὶ ἡ χώρα τοῦ Νεφθαλείμ, ἡ ὁποία ἐκτείνεται κοντὰ εἰς τὴν θάλασσαν, ἡ γῆ πέραν ἀπὸ τὸν Ἰορδάνην, ἡ Γαλιλαία τῶν ἐθνικῶν, ὁ λαός, ποὺ κάθεται εἰς τὸ σκοτάδι, εἶδε μεγάλο φῶς καὶ εἰς ἐκείνους ποὺ κάθονται εἰς τὴν χώραν καὶ τὴν σκιὰν τοῦ θανάτου, ἀνέτειλε γι’ αὐτοὺς φῶς».

Ἀπὸ τότε ἄρχισε ὁ Ἰησοῦς νὰ κηρύττῃ καὶ νὰ λέγῃ, «Μετανοεῖτε, διότι ἐπλησίασε ἡ βασιλεία τῶν οὐρανῶν».

Κατά Ματθαίον (δ΄ 18-23)

Τῷ καιρῷ εκείνῳ, περιπατῶν ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς· καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

Απόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, ὅταν περπατοῦσε κοντὰ εἰς τὴν λίμνην τῆς Γαλιλαίας, εἶδε δύο ἀδελφούς, τὸν Σίμωνα, ὁ ὁποῖος ἐλέγετο Πέτρος, καὶ τὸν Ἀνδρέαν τὸν ἀδελφόν του, νὰ ρίχνουν δίχτυ εἰς τὴν λίμνην, διότι ἦσαν ψαράδες. Καὶ τοὺς λέγει, «Ἐλᾶτε, ἀκολουθῆστε με, καὶ θὰ σᾶς κάνω ψαράδες ἀνθρώπων». Αὐτοὶ ἐγκατέλειψαν ἀμέσως τὰ δίχτυα καὶ τὸν ἀκολούθησαν. Καὶ ὅταν ἐπροχώρησε ἀπὸ ἐκεῖ, εἶδε ἄλλους δύο ἀδελφούς, τὸν Ἰάκωβον, τὸν υἱὸν τοῦ Ζεβεδαίου καὶ τὸν Ἰωάννην τὸν ἀδελφόν του, μέσα σὲ πλοιάριον μαζὶ μὲ τὸν Ζεβεδαῖον, τὸν πατέρα τους, νὰ ἐπισκευάζουν τὰ δίχτυα τους καὶ τοὺς ἐκάλεσε. Αὐτοὶ ἀμέσως ἄφησαν τὸ πλοιάριον καὶ τὸν πατέρα τους καὶ τὸν ἀκολούθησαν.
Ὁ Ἰησοῦς ἐγύριζε ὁλόκληρη τὴν Γαλιλαίαν καὶ ἐδίδασκε εἰς τὰς συναγωγάς των καὶ ἐκήρυττε τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ ἐθεράπευε κάθε ἀσθένειαν καὶ κάθε ἀδυναμίαν εἰς τὸν λαόν.

Κατά Ματθαίον (ε΄ 14-19)

Εἶπεν ὁ Κύριος· ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὅς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

 

Ἀπόδοση στη νεοελληνική:

Εἶπεν ὁ Κύριος: Σεῖς εἶσθε τὸ φῶς τοῦ κόσμου· δὲν εἶναι δυνατὸν νὰ κρυφθῇ πόλις, ποὺ βρίσκεται ἐπάνω σὲ ἕνα βουνό. Οὔτε ἀνάβουν λυχνάρι καὶ τὸ τοποθετοῦν κάτω ἀπὸ τὸ μόδι, ἀλλὰ ἐπάνω εἰς τὸν λυχνοστάτην καὶ ἔτσι λάμπει εἰς ὅλους, ποὺ βρίσκονται εἰς τὸ σπίτι. Ἔτσι πρέπει νὰ λάμψῃ τὸ φῶς σας ἐμπρὸς στοὺς ἀνθρώπους, διὰ νὰ ἰδοῦν τὰ καλά σας ἔργα καὶ νὰ δοξάσουν τὸν Πατέρα σας ποὺ εἶναι εἰς τὸν οὐρανόν».

«Μὴ νομίσετε ὅτι ἦλθα διὰ νὰ καταργήσω τὸν νόμον ἢ τοὺς προφῆτας. Δὲν ἦλθα νὰ καταργήσω, ἀλλὰ νὰ ἐκπληρώσω. Ἀλήθεια σᾶς λέγω, ἕως ὅτου παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, οὔτε ἕνα γιῶτα ἢ μικρὴ στιγμὴ δὲν θὰ καταργηθῇ ἀπὸ τὸν νόμον, μέχρις ὅτου γίνουν ὅλα. Ἐκεῖνος λοιπὸν ποὺ θὰπαραβῇ μίαν ἀπὸ τὰς ἐντολὰς αὐτὰς τὰς ἐλαχίστας καὶ διδάξῃ τοὺς ἄλλους νὰ κάνουν τὸ ἴδιο, αὐτὸς θὰ ὀνομασθῇ ἐλάχιστος εἰς τὴν βασιλεία τῶν οὐρανῶν, ἐνῷ ἐκεῖνος ποὺ τὰς ἐφαρμόζει καὶ τὰς διδάσκει, αὐτὸς θὰ ὀνομασθῇ μεγάλος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

Κατά Ματθαίον (η΄ 5-13)

Τῷ καιρῷ εκείνω, εἰσελθόντι τῷ Ιησοῦ εἰς Καπερναοὺμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.
Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.
Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῳ· ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.

Απόδοση στη νεοελληνική:

Ὅταν ἐμπῆκε ὁ Ἰησοῦς εἰς τὴν Καπερναούμ, ἦλθε πρὸς αὐτὸν ἕνας ἑκατόνταρχος, ὁ ὁποῖος τὸν παρακαλοῦσε καὶ τοῦ ἔλεγε, «Κύριε, ὁ δοῦλος μου εἶναι κατάκοιτος εἰς τὸ σπίτι, παράλυτος καὶ ὑποφέρει τρομερά». Ὁ Ἰησοῦς τοῦ λέγει, «Ἐγὼ θὰ ἔλθω καὶ θὰ τὸν θεραπεύσω».
Ἀπεκρίθη ὁ ἑκατόνταρχος, «Κύριε, δὲν εἶμαι ἄξιος γιὰ νὰ μπῇς κάτω ἀπὸ τὴν στέγην μου, ἀλλὰ μόνον πὲς ἕναν λόγο καὶ θὰ θεραπευθῇ ὁ δούλος μου. Διότι καὶ ἐγώ, ποὺ εἶμαι ἕνας ἄνθρωπος ὑπὸ τὴν ἐξουσίαν ἄλλων, ἔχω ὑπὸ τὰς διαταγάς μου στρατιῶτες καὶ λέγω εἰς τοῦτον, «Πήγαινε», καὶ πηγαίνει, καὶ εἰς τὸν ἄλλον, «Ἔλα», καὶ ἔρχεται καὶ εἰς τὸν δοῦλον μου, «Κάνε τοῦτο», καὶ τὸ κάνει.
Ὅταν ἄκουσε αὐτὰ ὁ Ἰησοῦς, ἐθαύμασε καὶ εἶπε εἰς ἐκείνους ποὺ τὸν ἀκολουθοῦσαν, «Σᾶς βεβαιῶ ὅτι οὔτε εἰς τοὺς Ἰσραηλίτας δὲν εὑρῆκα τόσον μεγάλην πίστην. Σᾶς λέγω, ὅτι πολλοὶ θὰ ἔλθουν ἀπὸ τὴν Ἀνατολὴν καὶ τὴν Δύσιν καὶ θὰ καθίσουν εἰς τὸ τραπέζι μαζί μὲ τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ στὴν βασιλείαν τῶν οὐρανῶν, ἐνῷ τὰ παιδιὰ τῆς βασιλείας θὰ ριφθοῦν ἔξω εἰς τὸ σκοτάδι. Ἐκεῖ θὰ εἶναι τὸ κλάμα καὶ τὸ τρίξιμο τῶν δοντιῶν».
Καὶ εἶπεν ὁ Ἰησοῦς εἰς τὸν ἑκατόνταρχον, «Πήγαινε καὶ ἂς σοῦ γίνῃ ὅπως ἐπίστεψες». Καὶ θεραπεύθηκε ὁ δοῦλος κατὰ τὴν ὥραν ἐκείνην.

Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 353 επισκέπτες

Εμφανίσεις Άρθρων
5513120

Copyright © 2023 Πρωτοπρεσβύτερος Χρήστος Πυτιρίνης. Με την επιφύλαξη παντός δικαιώματος. 

Δημιουργία ιστοτόπου: CJ web Services & Eshop

grafiko 2

Search