Αύγουστος

Προεόρτια (παραμονή) τῆς Κοιμήσεως τῆς Θεοτόκου (14 Αυγούστου)

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Λαοί προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς, καί πόθω ἀθροίσθητε, σήμερον χαίροντες, καί φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσύνη· τοῦ Θεοῦ γάρ ἡ Μήτηρ, μέλλει τῶν ἐπιγείων, πρός τά ἄνω ἀπαίρειν, ἐνδόξως· ἣν ἐν ὕμνοις ἀεί, ὡς Θεοτόκον δοξάζομεν.

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τῇ ἐνδόξῳ μνήμῃ σου ἡ οἰκουμένη, προσκιρτῶσα σήμερον, μετ’ εὐφροσύνης μυστικῶς, Θεοκυῆτορ κραυγάζει σοι· χαῖρε Παρθένε Χριστιανῶν τό καύχημα.

Μεγαλυνάριον.
Ἄνωθεν χορεῖαι Ἀγγελικαί, καί ἀπό περάτων, Ἀποστόλων θεία πληθύς, σπεύσατε προθύμως Γεθσημανῇ χωρίῳ, κηδεῦσαι ἐπαξίως, τήν Θεομήτορα.


Εκτύπωση   Email

Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 90 επισκέπτες

Εμφανίσεις Άρθρων
4075628

Copyright © 2021 Οικονόμος Χρήστος Πυτιρίνης. Με την επιφύλαξη παντός δικαιώματος. 

Δημιουργία ιστοτόπου: CJ web Services & Eshop

grafiko 2

Search