Εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος
Ὕμνον εὐχαριστίας ἀναπέμπομεν τῷ ἐν Τριάδι προσκυνουμένῳ Θεῷ, τῷ ἀξιώσαντι ἡμᾶς συνελθεῖν κατά τάς ἡμέρας τῆς Πεντηκοστῆς ἐπί τό αὐτό ἐν τῇ νήσῳ Κρήτῃ, τῇ ἁγιασθείσῃ ὑπό τοῦ Ἀποστόλου τῶν Ἐθνῶν Παύλου καί τοῦ μαθητοῦ αὐτοῦ Τίτου, τοῦ «γνησίου τέκνου κατά κοινήν πίστιν» (Τίτ. α’, 4), καί, Ἁγίου Πνεύματος ἐπινεύσει, περαιῶσαι τάς ἐργασίας τῆς Ἁγίας καί Μεγάλης Συνόδου τῆς Ὀρθοδόξου ἡμῶν Ἐκκλησίας, συγκληθείσης ὑπό τῆς Α. Θ Παναγιότητος τοῦ Οἰκουμενικοῦ Πατριάρχου κ. κ. Βαρθολομαίου, συμφρονούντων τῶν Μακαριωτάτων Προκαθημένων τῶν Ἁγιωτάτων Ὀρθοδόξων Ἐκκλησιῶν, εἰς δόξαν τοῦ εὐλογημένου ὀνόματος Αὐτοῦ καί ἐπ’ ἀγαθῷ τοῦ λαοῦ τοῦ Θεοῦ καί τοῦ κόσμου παντός, συνομολογοῦντες μετά τοῦ θείου Παύλου «οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ» (Α’ Κορ. δ´, 1).